Δευτέρα 29 Ιουνίου 2015

Παράκλησις ΚΑΡΕΩΤΩΝ ΟΣΙΟΜΑΡΤΥΡΩΝ.



Παράκλησις ΚΑΡΕΩΤΩΝ ΟΣΙΟΜΑΡΤΥΡΩΝ.
Ποίημα Ἱερομονάχου Ἀθανασίου Σιμωνοπετρίτου

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τοὺς ὁσιάθλους Καρεώτας Πατέρας, οἱ ἐν τῷ Ἄθω μονασταὶ καὶ μιγάδες, ἱκετικῶς τιμήσωμεν αἰτούμενοι, λήψεσθαι τὴν ἄφεσιν τῶν πταισμάτων καὶ χάριν, τοῦ Ἁγίου Πνεύματος ἐνδυθῆναι ἐνθέως, καὶ δοξασθῆναι οὕτω τὸν Θεόν, τὸν παρασχόντα αὐτοῖς θεῖον στέφανον.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τῇ Θεοτόκῳ ἐκτενῶς...

Εἶτα ὁ Ν’ Ψαλμὸς
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Κανών, οὗ ἡ ἀκροστιχίς· Πρώτῳ τε συμμάρτυσιν ὁμολογηταῖς ᾄδω.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλὴν κεκτημένοι παρὰ Θεῷ, Πατέρες μου θεῖοι, παῤῥησίαν ἐκ τῶν σεπτῶν, ἱδρώτων αἱμάτων τε τὰς χεῖρας, ὑπὲρ ἡμῶν ἐκτενῶς Αὐτῷ ἄρατε.

ευστῶν τὴν γεώδη παραφοράν, καὶ τῶν ἀθανάτων ἀγαθῶν τὴν διαμονήν, συγκρίναντες Ὅσιοι Πατέρες, εἰς Ὅρος Ἄθω Χριστῷ ἐδουλώθητε.

νήσασθε πλοῦτον τοῦ οὐρανοῦ, ζυγῷ τοὺς αὐχένας ὑποκλίναντες τοῖς ὑμῶν, πατράσι μιμούμενοι ἐν πᾶσι, τὸν ὑπὲρ οὗ τὰ φθαρτὰ κατελίπετε.

Θεοτοκίον.
Τρωθέντες τῷ θέλει τῷ γλυκερῷ, τοῦ σοῦ παμποθήτου Θεοτόκε Μῆτερ Υἱοῦ, Πατέρες προσῆλθον ὡς δορκάδες, ἐν τῷ σῷ κήπῳ καὶ κλήρῳ ἀσκήσασθαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
ραιώθη τοῦ Ἄθω τὸ ἁγιόλλεκτον σύνταγμα, ὅτε ὡς μετόχους Πατέρες ὑμᾶς ἐδέξατο, θεομακάριστοι, οὗπερ δεόμεθα πάντας, τεύξασθαι εὐχαῖς ὑμῶν τοὺς μακαρίζοντας.

Τὸ μαρτύριον ὄντως τῆς συνειδήσεως Ὅσιοι, εἴληφε προσέτι τὸ στέφος ἐκ τῆς ἀθλήσεως, ὑπὲρ τῆς πίστεως, παρὰ τῶν λατινοφρόνων, ὧν τῆς πλάνης ῥύσασθε ἡμᾶς πανάριστοι.

χαρίσθη οὐ μόνον ἡμῖν Πατέρες τὸ πείθεσθαι, ἀλλὰ καὶ τὸ πάσχειν Κυρίῳ τῷ προσκαλέσαντι, εἰς τὰ οὐράνια, ἐνθαπερ εὔξασθε φθάσαι, καὶ ἡμᾶς τοὺς μέλποντας ὑμῶν τὴν ἄθλησιν.

Σωτηρία οὐκ ἐστὶ ἐκτὸς τῆς Μάνδρας Θεόνυμφε, ἥνπερ σὸς Υἱὸς, θείῳ Αἵματι κατεπήξατο, καὶ ὅπερ ἧς Ἁγνή, οἱ ἀθλοφόροι Πατέρες, ὥσπερ ἀλλὰ σφάγια ὡλοκαυτώθησαν.

Διάσωσον πληθὺς Ὁσίων Πατέρων, τὰ σὰ τέκνα ὑμνοῦντα προφρόνως, ἄθλησιν τὴν θείαν, ἐκ πάσης δεινῆς πλάνης.
πίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος δ΄. Πρεσβεία θερμή.
ς τεῖχος στεῤῥὸν τῆς πίστεως κεκτήμεθα, καὶ πρέσβεις θερμοὺς Πατέρων θεῖον σύνταγμα, οὓς πρεσβεύειν Κυρίῳ δεόμεθα, δωρήσασθαι ἡμῖν ὀρθοδοξίας πλήρωμα.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
ψη θεῖα σκηνώσαντες, διὸ μαρτυρίου Πατέρες Ἅγιοι, καὶ ἡμᾶς καθικετεύσατε, τῶν ῥεόντων τάχει ὑπεραίρεσθαι.

Μολυσμῷ τῆς αἱρέσεως, ὅλως κοινωνίαν μὴ ποιήσαντες, ὥσπερ δῶρον ἡμῖν ἄμωμον, τὴν Ὀρθοδοξίαν εὐχαῖς δίδοσθε.

Μανιώδη ὁρμήματα, ἐπιπαφλαζούσης δυτικῆς πλανήσεως, ὡς ἀφρώδη κατασπάσαντες, ἔχετε Πατέρες νῦν τὸ ἄσυλον.

Θεοτοκίον.
ληθῆ τέκνα Πάναγνε, οἱ Ὁσιομάρτυρες κατεστάθησαν, τοῦ Υἱού σου Ὃν ἱκέτευε, λυτρωθῆναι ἡμᾶς πάσης θλίψεως.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
είθροις τῶν ὑμῶν προχοῶν θεομακάριστοι, τὸν Χριστὸν ἐκδυσωπήσατε, δοθῆναι λύσιν, τῶν πολλῶν πλημμελημάτων μου.

Τεῖχος ἀῤῥαγὲς καὶ προπύργιον ὀρθόδοξον, ἀναδέδεικται θεόσοφοι, κατὰ Λατίνων, ἡ σεπτὴ ὑμῶν ἄθλησις.

δωρ τῆς ζωῆς νῦν ἐκπίνοντες μακάριοι, τὸν διψασμόν μου καταπαύσατε, μικρὰν ῥανίδα, χορηγοῦντες ἵνα ἅλλωμαι.

Θεοτοκίον.
Σύ μου κραταιὰ σκέπη Μῆτερ Θεονύμφευτε, καὶ γλυκασμός μου παγχαρμόσυνος, ὡς τῶν Πατέρων, προϋπῆρξας Παναμώμητε.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
κέτης ταπεινὸς προσέρχομαι τῷ κοινῷ ὑμῶν μνημείῳ Πατέρες, παρακαλῶν, ὅπως λάβω τὴν χάριν, καὶ ἐν τῇ πέτρᾳ τῆς πίστεως ἵσταμαι, ἀκλόνητος ἐκ προσβολῶν, καινοδόξων ῥευμάτων αἱρέσεως.

Νικήσας νικηφόρον ἄθλησιν, πρῶτος ἔλαβες τῆς νίκης στεφάνους, ἀποπνιγείς, τῇ ἀγχόνη τρισμάκαρ, ἵνα ἀέρος καινοῦ τύχης Ὅσιε, αὐτόν τε Πάτερ καὶ ἡμῖν, ταῖς εὐχαῖς σου παράσχου ὡς δώρημα.

Οὐδόλως πτοηθέντες Ὅσιοι, ἀπειλάς τε καὶ Βασάνους τιάρας, ῥωμαϊκῆς, εἰς αὐλὰς τοῦ Κυρίου, διὰ ποικίλων σκυλμῶν κατεπαύσατε, ἐν αἷς σκηνῶσαι καὶ ἡμᾶς, ἱκετεύσατε πάντες δεόμεθα.

Θεοτοκίον.
Μαρία Θεοτόκε καύχημα, μοναζόντων ἐν τῷ Ὅρει τοῦ Ἄθω, παρακαλῶ, σὺν πατράσιν Ὁσίοις, κατασκηνῶσαι ἡμᾶς καταξίωσον, ἐν Ὄρει ἄνω τοῦ Θεοῦ, Ὅπερ πόθῳ πολλῷ ἐκδεχόμεθα.

Διάσωσον, πληθὺς Ὁσίων Πατέρων, τὰ σὰ τέκνα ὑμνοῦντα προφρόνως, ἄθλησιν τὴν θείαν, ἐκ πάσης δεινῆς πλάνης.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μελισσῶν τῶν Πατέρων ὁ πάντιμος, οἱ Ὀρθόδοξον πίστιν συνομολογήσαντες, μὴ παρίδητε ἡμῶν ἱκέσιον φωνήν, ἀλλὰ δωρήσασθε πολὺν τῶν χαρισμάτων ὁρμαθὸν τοῖς ἐκ πόθου κραυγάζουσι· πάθη δεινὰ καὶ πλάνην, πόῤῥω ἡμῶν ποιεῖτε, οἱ τοῦ Κυρίου τὸν ζυγόν, ὁμολογία στέψαντες.

Προκείμενον. Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι...
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. ιβ΄, 8-12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τὶ ὀπολογήσησθε, ἤ τὶ εἴπητε τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὤρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα. Ταῖς τῶν Ὁσιάθλων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Στίχ. Ἐλεῆμον, ἐλέησον μὲ ὁ Θεός.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
λην ἀποθέμενοι, τὴν κοσμικὴν δυσπραγίαν, νοῦν τε καὶ διάνοιαν, καὶ ζωὴν ἅπασαν ἐδουλώσατε, εἰς Χριστοῦ νόημα, Ὅσιοι Πατέρες, καὶ τὴν πίστιν τὴν ὀρθόδοξον, ὁμολογήσαντες, σὺν Κοσμᾷ Θεόφρονι οἱ μὲν ξίφεσι, ἕτεροι δὲ ἀγχόναις, πρὸς λιμένα ἄκλυστον κατεπαύσατε· ὅθεν τοῦ Κυρίου, δωρήσασθε ἡμῖν θεοπρεπῶς, ὁδὸν πορεύεσθαι Ἅγιοι, τοὺς Ὑμᾶς γεραίροντας.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ἐκ πάσης πατρίδος, ἀθροισθέντες Πατέρες ἐν σκήτη τῶν Καρεῶν, ἀθλήσαντες προθύμως, νῦν ἄνω συνοικεῖτε, τῷ Κυρίῳ συμψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Λίθος κράζει ἀγλώττως, καὶ κηρύττει ἀφώνως Πατέρες Ὅσιοι, ὑμῶν ὁμολογίαν, ἢν διὰ ψευδαδέλφων, ἐποιήσατε κράζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οἱ ἀγχόνῃ Κυρίου, Βασιλείας γενόμενοι νῦν συμμέτοχοι, πρεσβεύσατε ἐνθέως, ὑπὲρ τῶν μελωδούντων ἐκ καρδίας θεόσοφοι· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Γῆ Παρθένε ἐβάφη, περιβόλου Ναοῦ Σου τοῖς θείοις αἵμασιν, τῶν σοι προσπεφευγότων, καὶ πόθῳ τὸν Υἱόν Σου ἀνυμνούντων Πανάμωμε· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
μεῖς Πατέρες, εὐχὰς Ὑμῶν κεκτημένοι, τῷ Κυρίῳ προσπίπτομεν ὑμνοῦντες, καὶ ὑπερυψοῦντες Αὐτὸν εἰς τοὺς αἰῶνας.

Τὴν κληρουχίαν, τὴν νυνὶ ἀσκουμένην, ἐν τῷ Ὄρει τοῦ Ἄθωνος Πατέρες, σύσκηνον ποιεῖτε, εἰς πάντας τοὺς αἰῶνας.

γιον Πνεῦμα, ὑπὲρ Οὗ οἱ Πατέρες, ἕκοντι ἀνηνέχθησαν θυσία, σκήνου ἡμῖν σκήνου, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
ερωμένους, σὺν μονάζουσι δέχου, Παναγία πρεσβεύοντας ἀπαύστως, τῷ Υἱῷ Σου ὅπως, ζήσωμεν εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στηρίξατε Πατέρες, εἰς Ὀρθοδοξίαν, τὰ ἐκβλαστήματα Ὄρους τοῦ Ἄθωνος, καὶ μιμητὸς ἡμᾶς δείξατε ἐν ταῖς πράξεσιν.

νοίξατε τὰς πύλας, τῆς ἐπουρανίου σκηνῆς ἡμῖν ὥσπερ ταύτης συμμέτοχοι, ἀθλοστεφεὶς Καρεῶται Ὁσιομάρτυρες.

Δοξάσαντες Τριάδα, τῇ ὁμολογίᾳ, ταῖς πατρικαῖς παραδόσεσι μείναντες, εἰς ἂς καὶ ἵστασθαι πάντας, Αὐτῇ πρεσβεύσατε.

Θεοτοκίον.
Μῆτερ Θεοτόκε, ἡ Καθηγουμένη, Ἁγίου Ὄρους ἡμᾶς καταξίωσον, σὺν Ὁσιάθλοις σκηνῶσαι εἰς θεία δώματα,

Μεγαλυνάρια.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

Χαίροις Ὄρος Ἄθω πανευκλεῶς, ἑξαιρέτως χαῖρε, σὺ ἡ Λαύρα τῶν Καρεῶν, ἔχουσα ἐν κόλποις λείψανα τῶν σῶν τέκνων, ἅπερ καταφιλοῦσα, Θεόν σου δόξαζε.

Τῆς Ὀρθοδοξίας τοὺς ὁδηγούς, καὶ τῶν μοναζόντων λύχνους θείους καὶ φωταυγεῖς, τοὺς ἐπὶ τοῦ Βέκκου ἀθλήσαντας Πατέρας, ἡμεῖς τὰ τούτων τέκνα, ὕμνοις δοξάζομεν.

Χαῖρε Πρῶτε Λαύρας τῶν Καρύων, Κοσμᾶ θεοφόρε, ὥσπερ ὄρχαμος κραταιός, πρῶτος ἐναθλήσας ὑπὲρ Ὀρθοδοξίας, διὸ καὶ πρῶτος εἴληφας στέφος ἄφθαρτον.

Χαίρετε Πατέρες πύργοι στεῤῥοί, πίστεως ἁγίας, θεολόγοι οἱ πρακτικοί, οἱ τὸ θεῖον δόγμα κηρύξαντες γενναίως, καὶ ὑπὲρ τούτου πάντες συμμαρτυρήσαντες.

χεις τοῦ Πρωτάτου θεῖος Ναός, σὺν τῇ Θεοτόκῳ ἐγκαυχήματα ἀγλαά, τοὺς σεπτοὺς Πατέρας τοὺς αἵμασι θεμέθλους, ποτίσαντάς σου οὕσπερ, νῦν χαίρων ξένιζε.

τῶν Ἀνωνύμων πλειὰς σεπτή, Ὁσίων Πατέρων, ἡ γνωστὴ δὲ πάντως Θεῷ, οἱ αἵματα δόντες τοῖς ξίφεσι κοπέντες, ἡμῶν ποικίλα πάθη, πρόῤῥιζα τέμνετε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἰς δὲ τὴν Ἀπόλυσιν ψάλλομεν τὸ Τροπάριον.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου Σε.
Δεῦτε μετὰ πόθου καὶ χαρᾶς, ὕμνοις εὐφημήσωμεν Πρῶτον τῶν Καρεῶν καὶ κλεινούς, στεφηφόρους Μάρτυρας τοὺς συναθλήσαντας, ὑπὲρ πίστεως οὗτοι γάρ, γενναίως τὴν πλάνην, δυτικῆς σκοτώσεως συνεξελέγξαντες, νῦν δὲ τὸν Χριστὸν ἐξαιτοῦνται, ἄφεσιν ἡμῖν τῶν πταισμάτων, κλῆρον Βασιλείας τε αἰώνιον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξον μὲ ὑπὸ τὴν σκέπην Σου.

κ παντοίων κινδύνων τοὺς δούλους Σου, φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Τῇ πρεσβεία Κύριε, πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτιρμῶν.

Στίχοι.
Μάρτυρές τε ἱδρώτων καὶ αἱμάτων,
Φανῆναι μ’ ἀξιώσατε, μάρτυρα παθημάτων.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου