Δευτέρα 29 Ιουνίου 2015

Παράκλησις ΠΑΝ. ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ.



Παράκλησις ΠΑΝ. ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ.
Ποίημα Ἀθανασίου Ἱερομόναχου Σιμωνοπετρίτου,
Ὑμνογράφου τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας. 


Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Τροπάριον.
Ἦχος δ´. Ὁ ὑψωθείς.
Τὴν Φοβερὰν σου Προστασίαν Παρθένε, δίδου ἡμῖν τοῖς σὲ τιμῶσιν ἐκ πόθου, ἐκ τῶν ψυχῶν διώκουσα τὸν φόβον τοῦ ἐχθροῦ· φλόγα δὲ ὑπάναψον, τοῦ γλυκέος Υἱοῦ σου, ἐντολῶν τὴν τήρησιν, ζωηῤῥύτων διδοῦσα, ὅπως ἐγκάρπως φθάσωμεν Ἁγνή, εἰς Βασιλείαν, Αὐτοῦ τὴν τρισπόθητον.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε...

Εἶτα ὁ Ν’ Ψαλμὸς
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεθα τὸν Κανόνος, οὑ ἡ ἀκροστιχίς: «Δέησις τέκνων σου, ὦ Φοβερὰ Προστασία. Ἀ(θανάσιος)».

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Δέησιν δέξαι τὴν παροῦσαν Δέσποινα, ἦν ἐκ ψυχῆς σοι θερμῶς, τέκνα ταπεινὰ σου, ὡς Μητρὶ προσάγομεν, καὶ δίδου ἡμῖν σκέπην σου, Φόβεῥὰ Προστασία, δι᾿ ἧς νικήσαι ἰσχύσομεν, βίου λυπηρὰ καὶ ἀντίξοα.
ν τῇ γαστρί σου τῇ ἁγνὴ κεχώρηται, ὁ τοῦ παντὸς Ποιητής, καὶ ἡγίασε σε, ὑπὲρ φύσιν ἅπασαν, καὶ Φοβερὰν ἀπέδειξεν, Προστασίαν τοῖς ὅσοι, τὴν σὴν εἰκόνα ἀσπάζονται, καὶ πανευλαβῶς σοι προσπίπτουσιν.
Χερουβεὶμ καὶ Σεραφεὶμ πανήγυρις, τρόμῳ παρίστανται, ἔμπροσθέν σου Κόρη, τὸ φρικτὸν μυστήριον, τῆς σῆς λοχείας βλέπουσαι, καὶ οὐδόλως τὸ βάθος, κατανοῆσαι δυνάμεναι, τῆς συγκαταβάσεως τόκου σου.
Σιγῇ τιμῶνται ἐξ ἀρχῆς τὰ ἄῤῥητα, Κόρη μυστήρια, ὅθεν πῶς σοὶ δοῦλοι, στόματα ἀνοίξωμεν, καὶ εἴπωμεν τὸ μέγιστον, Φοβερὰ Προστασία, καὶ ὑπὲρ λόγον μυστήριον, τῆς τοῦ Θεοῦ Λόγου Σαρκώσεως;

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
ερὰν Προστασίαν, καὶ Φοβερὰν ἔχομεν, σὲ τὴν Παναγίαν Μητέρα, τοῦ Παντοκράτορος, διὸ ἀσφάλειαν, ἐπαισθανόμεθα πᾶσαν, ὡς στρουθοὶ ἀδύναμοι, τῇ θείᾳ σκέπῃ σου.
Σὲ δαιμόνων τὰ πλήθη, ὡς ἐκ πυρὸς φεύγουσι, κλῆσίν σου φοβούμενα σφόδρα, τὴν πανευφρόσυνον, ὅθεν οἱ δοῦλοί σου, ἀδιαλείπτως βοῶμεν· σπεῦδε εἰς βοήθειαν, ἡμῶν Πανάμωμε.
Τετρωμένοι ἀγάπης, σῆς μητρικῆς Ἄχραντε, πόθῳ προσκυνοῦμεν εἰκόνα, τὴν ζωοπάροχον, καὶ οὐχ εὑρίσκομεν, κόρον τοῦ ἔρωτος τούτου, ὃν ἀεὶ συντήρησον, ἀπαραμείωτον.
ν κινδύνοις τοῦ βίου, σὺ Φοβερὰ Δέσποινα, πέλεις Προστασία τοῖς ὅσοι, τὴν θείαν κλῆσίν σου, ψυχαῖς καὶ χείλεσι, ἔχουσι θεῖον ὡς ἄρτον, τούτους ἐργαστήρια, δεικνῦσα Χάριτος.

Διάσωσον, ὦ Φοβερὰ Προστασία, ἀπὸ πάσης ἐπιβουλῆς τοὺς σοί καταφεύγοντας, καὶ φύλαττε διὰ παντός, προσκυνοῦντας τὴν σὴν εἰκόνα.
πίβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε...

Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Σὲ Μῆτερ Ἁγνή, εὑρήκαμεν προσφύγιον, πρὸς ἦν ἀσφαλῶς, εὐχὰς ἀνατίθεμεν, ἐν χαρὰ λαμβάνοντες, αἰτημάτων ἁπάντων τὴν πλήρωσιν, διὸ τιμῶμεν Φοβερά, Προστασία τὴν εἰκόνα σου.

ᾨδὴ δ´. Σύ μου ἰσχύς, Κύριε.
Καιρῷ παντὶ φάνηθι, Μῆτερ Πανάχραντε, Προστασία, Φοβερὰ τοῖς τέκνοις σου, τῶν πειρασμῶν πᾶσαν τὴν ὁρμήν, ταχὺ καθελοῦσα, καὶ εὐτονίαν χαρίζουσα, πρεσβείαις σου ἀχράντοις, καὶ γαλήνην καρδίαις, ἥν Υἱός σου δωρεῖται οὐράνιον.
Νοῦν καὶ ψυχὴν ἄσυλον, ὡς καὶ διάνοιαν, διατήρει, δούλων σου Θεόνυμφε, τοῦ Ἰησοῦ μνήμην ἱεράν, ταύταις καθιστῶσα, ὡς ἀδιάλειπτον τρύφημα, καὶ κράτει ἀκρατήτους, λογισμοὺς σὴ ἀγάπη, Φοβερὰ Προστασία παμπόθητε.
ς τῶν ἐχθρῶν πέλουσα, θεία κατάργησις, Προστασία, Φοβερὰ θεόνυμφε, ἀντιλαβοῦ πάντων τῶν πιστῶς, ἐπικαλουμένων, τὴν σὴν πρεσβείαν πρὸς Κύριον, καὶ δίδου νικηφόρως, διαβαίνειν παγίδας, πειρασμῶν βίου τούτου δυνάμει σου.
Νικητικὰ τρόπαια, χάρισαι Δέσποινα, τοῖς σοῖς τέκνοις, καὶ τειχῶν καθαίρεσιν, ἀπὸ Χριστοῦ τῶν χωριστικῶν, καὶ τὰ ψυχοφθόρα, πάθη εὐχαῖς σου ἐκῤῥίζωσον, φυτεύουσα ἀγάπης, θείας πάντιμον δένδρον, ἀρετῶν ἀποφέρον τὰ δράγματα.

ᾨδὴ ε´ . Ἵνα τὶ μὲ ἀπώσω.
Σταυρικὴν πολιτείαν, ἐκλεξάμενοι Μῆτερ Χριστοῦ, πορεύεσθαι, τὰ ἡδέα βίου, καὶ τερπνὰ ἐξαρνεῖσθαι δεόμεθα, οἱ σεπτὴν Μορφήν σου, τὴν κεκλημένην Προστασίαν, Φοβερὰν προσκυνοῦντες ὦ Δέσποινα.
γλυκύτατος ἔρως, τοῦ Δεσπότου Παρθένε ψυχαῖς τῶν δούλων σου, σὲ τιμώντων πόθῳ, ἐνσκηνώσαι καὶ πάθη παγχάλεπα, πόῤῥω ἐκδιῶξαι, ἐγκαθιστῶν τὸν θεῖον φόβον, Φοβερὰ Προστασία πρεσβείαις σου.
περήφανον Κόρη, καὶ ὑψαύχενον Ἄγγελον πῶς κατέῤῥαξεν, ὑψηλὴ καρδία, καὶ δαιμόνων ἐποὶησεν ἔξαρχον, βλέποντες ἐν φόβῳ, ἐπικαλούμεθα βοῶντες· ταπεινὴν ἡμῖν αἴσθησιν δώρησαι.
ραιότατος οἶκος, τοῦ Θεοῦ καὶ Δεσπότου πέλει ἐπέραστος, ὅστις ἐν καρδίᾳ φόβον ἔχει Κυρίου ἀείποτε, καὶ τηρεῖ τοὺς λόγους, Αὐτοῦ Σεμνή, τοὺς σωτηρίους! οἵους δεῖξον ἡμᾶς ἱκεσίαις σου.

ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ.
Φοβούμενοι, τὴν ἐκ σοῦ διάστασιν, ἐξ ἀνθρώπων ἀσθενείας Παρθένε, ἀπὸ ψυχῆς, ἐξαιτούμεθα· μεῖνον, ἡμῖν προστάτις καὶ σκέπη καὶ στήριγμα. Σὺ ἔχεις δύναμιν εὐχῶν, ἂς ἡμῖν ἀσθενοῦσι χορήγησον.
φθάλμισον, Προστασία τέκνα σου, ὀφθαλμοῖς χερουβικοῖς ἐν τῷ βίῳ, ὥστε ὁρᾶν, τὸν Υἱὸν σου καὶ μόνον, Οὑ καὶ ὀπίσω πορεύεσθαι θέλομεν, καὶ δόξης τῆς ἐν οὐρανῷ, σὺν Ἁγίων χοροῖς καταξίωσον.
Βαρούμενοι, προσβολαῖς ἀλάστορος, ἐκζητοῦμεν προστασίαν σου Μῆτερ, τὰ λυπηρά, τοῦ παρὸντος αἰῶνος, σῇ παρουσίᾳ καλῶς καταγλύκανον, καὶ πόῤῥω δίωξον ἡμῶν, τῆς κολάσεως φόβον Πανύμνητε.
Εὑρήκαμεν, Προστασίαν ἄμαχον, Φοβεράν τε Ἄχραντε Κόρη, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Διάσωσον, ὦ Φοβερὰ Προστασία, ἀπὸ πάσης ἐπιβουλῆς τοὺς σοι καταφεύγοντας, καὶ φύλαττε διὰ παντός, προσκυνοῦντας τὴν σὴν εἰκόνα.
χραντε...

Κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Προστασία Φοβερά, Μῆτερ πέλουσα, τῶν πιστῶν ἐπακούεις τὴν δέησιν, ὅθεν κλῖνον, τῆς μητρικῆς ἀγάπης μυστικῶς, τὸ οὓς καὶ εἰσάκουσον ἡμῶν, τῶν ταπεινῶν ἱκετικῶς, καὶ θερμῶς αἰτουμένων σέ· πᾶσαν ἐχθροῦ μανίαν, σκέδασον σαῖς πρεσβείαις, καὶ τὸν ἁγνὸν φόβον ψυχαῖς, δὸς ἡμῶν Υἱού σου Ἄχραντε.

Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός σου...
Στίχος Ἄκουσον, θυγάτερ...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Ι᾿ 38 καὶ ια᾿ 27).
Δόξα. Τοῖς τῇ Φοβερᾷ σου καὶ θείᾳ Προστασίᾳ, προσπίπτουσι Παρθένε, πταισμάτων δίδου λύσιν.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον.
Στ. Ἐλεῆμον, ἐλέησόν με...
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κόσμου Πλάστην, Ἄχραντε, ἐν σῇ γαστρὶ συλλαβοῦσα, τῶν Ἀγγέλων τάγματα, δόξῃ ὑπερβέβηκας δικαιότατα· ὅθεν ἀναδέδειξαι, τῶν πιστῶν Παρθένε, καταφύγιον ἐν θλίψεσιν, ἀναθεμένων σοι, πᾶσαν τῆς ζωῆς αὐτῶν μέριμναν. Ἔγνωμεν γὰρ οἱ δοῦλοι σου, ὅτι ὑπακούει σοῦ Κύριος· ὅθεν Προστασία, ὑπάρχουσα σῶν τέκνων Φοβερά, ἡμᾶς ἀεὶ περιφύλαττε, μητρικῇ ἀγάπῃ σου.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ὦ Φοβερὰ Προστασία, ἀλλ᾿ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων ὑπάρχουσα, Φοβερὰ Προστασία, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζόμενων ἡ γαλήνη, ἡ μόνη σωτηρία τῶν πιστῶν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
ῦσαι τὰ τέκνα σου Παρθένε, πάσης θλίψεως καὶ συμφορᾶς τοῦ βίου, εὐλογοῦσα ἀεί, χειρῶν ἡμῶν τὰ ἔργα, καὶ δαψιλῶς παρέχουσα, Φοβεράν σου Προστασίαν.
νοιξον πύλας Βασιλείας, Παναμώμητε, τοῖς πόθῳ προσκυνοῦσιν, ἱεράν σου Μορφήν, καὶ αἰτουμένων λύσιν, τοῦ ἄγχους περιστάσεων, καὶ ἰάσεις ἀσθενείας.
Πρόφθασον τοὺς ἀπηλπισμένους, καὶ μὴ ἔχοντας ἐλπίδα Θεοτόκε· σὺ γὰρ εἰ ἀληθῶς, ἐλπὶς τῶν κλονουμένων, ὧν τὰς ψυχὰς ἀνόρθωσον, Φοβερά σου Προστασία.
ᾶνον σὴν χάριν οὐρανόθεν, καὶ ἐκδίωξον τὰ νὲφη ἀθυμίας, ἃ ἐχθρὸς συνωθεῖ, ψυχαῖς τῶν σὲ ὑμνούντων, καὶ γινωσκόντων Πάναγνε, Φοβεράν σε Προστασίαν.

ᾨδὴ η´. Τὸν ἐν ὄρει.
ταν ἔλθῃ, ἡμῖν ἡ σκαιωρία, τότε φάνηθι, προστάτις Παναγία, καὶ φωτὶ μητρικῆς, ἀγάπης σου τὸ σκότος, ταχέως ἀποδίωξον, ἀντεισάγουσα τὴν χάριν.
Σκεύη πάντας, ἀνάδειξον Παρθένε, θείας Χάριτος, τοὺς ὅσοι προσκυνοῦσι, τὴν σεπτήν σου Μορφήν, καὶ ἐξαιτοῦνται λύσιν, παθῶν ψυχῆς καὶ σώματος, Φοβερά σου Προστασία.
Τέκνα πάντες, ἐσμέν σου Θεοτόκε, εἰ καὶ πάντοτε, οὐ πράττομεν Υἱοῦ σου, ἐντολὰς σωστικάς, ἀλλὰ τὴν σὴν εἰκόνα, ἔχομεν καταφύγιον, καὶ ἐντρύφημα καρδίας.
λλη Μῆτερ, τοιαύτη Προστασία, τοῖς τιμῶσί σε, οὐκ ἦν οὐκέτι ἔσται τὸν Θεὸν γὰρ παντός, ἀφράστως τετοκυῖα, εἴληφας χάριν ἄμετρον, καὶ ἀήττητον πρεσβείαν.

ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
γίασον τὰ σώματα καὶ ψυχάς, Φοβερὰ Προστασία τῶν τέκνων σου τῶν ταπεινῶν, τῶν ἀσπαζομένων Μορφὴν τὴν σήν, καὶ ταῦτα μεταποίησον, εἰς Ἁγίου Πνεύματος ἱερά· ἐν ὥρᾳ δὲ ἐσχάτῃ, σύναψον τῷ Νυμφίῳ, ἀδιαῤῥήκτως Παναμώμητε.
Στομάτων οὐκ ἀρκοῦσιν αἶνοι πτωχοί, ἐξειπεῖν ὁρμαθὸν θαυμασίων σου καὶ ἀρετῶν, πλῆθος ἀριθμήσαι ὑπερφυῶν, δι᾿ ὧν κατακεκόσμησαι, παρὰ τοῦ Δεσπότου Κόρη Σεμνή, αἷς στόλισον σὰ τέκνα, εἰς δόξαν τοῦ Κυρίου, καὶ καταισχύνην πολεμήτορος.
άματα παρέχεις παντοδαπά, Φοβερὰ Προστασία τοῖς πάσχουσιν καὶ ἐκ ψυχῆς, τὴν χαριτοπάροχον καὶ φαιδράν, εἰκόνα προσκυνοῦσί σου, ἦν ὥσπερ παλλάδιον ἱερόν, κατέχοντες τιμῶμεν, τὸν σὲ ὑπερβαλλόντως, Θεοκυῆτορ μεγαλύναντα.
γάπης φόβον δίδου ἡμῖν Ἁγνή, ψυχικῶν ὅπως φύγωμεν πτώσεων τὰς ἀτραπούς, καὶ προσκολληθῶμεν τοῦ σοῦ Υἱοῦ, τῷ παμποθήτῳ ἅρματι, καὶ τῆς βασιλείας τῶν οὐρανῶν, μετασχῶμεν ἐν τέλει, μετὰ Ἁγίων Πάντων, ὧν σὺ χοράρχις πέλεις Δέσποινα.

Τό Ἄξιόν ἐστι καὶ τὰ παρόντα Μεγαλυνάρια.
Προστασία κέκληται Φοβερά, Ἄχραντε Παρθένε, ἡ εἰκών σου ἡ ἱερά, τῶν ἐχθρῶν τὰ πλήθη, φοβίζουσα πιστῶν δέ, πληροῦσα εὐφροσύνης, καρδίας Πάναγνε.
Φόβον τοῦ Υἱοῦ σου ἔνθες ἡμῖν, τὸν σωτηριώδη, ἐκδιώκουσα τῶν ψυχῶν, πάντα ἄλλον φόβον, ὅπως πιστῶς τιμῶμεν, εἰκόνα σου ἁγίαν, Παρθένε Δέσποινα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...

Εἰς τὴν Ἀπόλυσιν, Στιχηρὰ Προσόμοια.
Ἦχος β´. Ὅτε ἐκ τὸν ξύλου σε.
τε παραστῶμεν τῷ Κριτῇ, ὅπως ἀποδώσωμεν λόγον, τῶν πεπραγμένων ἡμῖν, τότε ῥῦσαι ἅπαντας, φόβου κολάσεως, Παναμώμητε Δέσποινα, σεπταῖς σου πρεσβείαις, καὶ ἡμῶν προστάτευσον καθικετεύουσα, Ὃν ἐν ταῖς σεπταίς σου ἀγκάλαις, μητρικῶς ἐβάστασας ὅτι, Φοβερὰ Προστάτις πέλεις δούλων σου.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου…

Στίχοι·
Φάνηθι ἀεὶ Φοβερὰ Προστασία,
Μῆτερ, σὴν ἐμφέρειαν ἀσπαζομένοις.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου