Κυριακή 28 Ιουνίου 2015

Παρακλητικός Κανών Ὁσίου ΝΙΚΩΝΟΣ τοῦ ἐν τῷ Ξηρῷ Ὄρει



Παρακλητικός Κανών Ὁσίου ΝΙΚΩΝΟΣ τοῦ ἐν τῷ Ξηρῷ Ὄρει.
Ποίημα Δρ. Χαραλάμπους Μπούσια

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’ (142) Ψαλμός, μεθ’ ὃ τὸ Θεὸς Κύριος μετά τῶν στίχων αὐτοῦ καὶ τὸ ἑξῆς: Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐνθεώτατον βλαστὸν γῆς Ῥωσίδος, ἄνθος βλαστήσαντα Ξηρῷ ἐν τῷ ὄρει, τῆς Βασιλίδος πόλεων ἡδὺ καὶ τερπνόν, σωφροσύνης νήψεως προσευχῆς καὶ νηστείας, Νίκωνα τιμήσωμεν μιμητὴν τῶν Ἀγγέλων, καὶ τὰς αὐτοῦ δεήσεις πρὸς Θεόν, τὸν Ζωοδότην θερμῶς αἰτησώμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...

Ὁ Ν΄ Ψαλμός καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Νίκων Ὅσιε, βλάβης ἐχθίστου ῥῦσαί με. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Νικῆσαι τὸν ἔχθιστον καὶ αὐτοῦ, ἰσχὺν θριαμβεῦσαι, καταξίωσον τοὺς πιστῶς, προσφεύγοντας Νίκων θεοφόρε, ταῖς σαῖς θερμαῖς πρὸς τὸν Κτίστην δεήσεσιν.

δεῖν ἐν σκηνώμασιν οὐρανῶν, Χριστὸν σοὺς ἱκέτας, καταξίωσον Ἀσκητά, Οὗ τὸ κάλλος προσώπου ἀπολαύεις, Νίκων Ὁσίων Πατέρων ἀγλάϊσμα.

Κοσμῆτορ ἐνθέων ἡσυχαστῶν, Ξηροῦ ὄρους κλέος, καὶ ὁμόζητε ἀρετῆς, σεπτοῦ Παταπίου μάκαρ Νίκων, ἡμᾶς συνοίκους σοφίας ἀνάδειξον.

Θεοτοκίον.
ς φάρον τιμῶντές Σε ἀκραιφνοῦς, Ἁγνὴ Θεοτόκε, ταπεινώσεως ἀκλινῶς, ζητοῦμεν τὰς θείας Σου πρεσβείας, πρὸς ταπεινοῦ κτῆσιν Μῆτερ φρονήματος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Νικητήριον αἶνον, σοὶ εὐλαβῶς πλέκομεν, Νίκων εὐσυμπάθητε Πάτερ, ὅτι ἑκάστοτε, ἡμᾶς ὑψόθεν φρουρεῖς, καὶ περισκέπεις τοὺς πόθῳ, ἀνυμνοῦντας ἄσκησιν, σοῦ τὴν θεάρεστον.

δηγὸς ποντουμένων, καὶ ἰθυντὴρ ἄριστος, πέλεις τῶν πιστῶς προσφερόντων, κλῆσιν τὴν θείαν σου, καὶ προσκυνούντων μορφήν, ἐν τῇ Μονῇ Παταπίου, τοῦ σεπτοῦ σὴν πάντιμον, Νίκων μακάριε.

Σωφροσύνης πύξιον, Νίκων σεπτὲ πρόσδεξαι, σοῦ τῶν ἱκετῶν τὰς ἐντεύξεις, καὶ τῷ Παντάνακτι, καὶ φιλανθρώπῳ Θεῷ, αὐτὰς προσάγαγε τάχος, ἵνα χάριν εὕρωμεν, οἱ ἀνυμνοῦντές σε.

Θεοτοκίον.
λαστήριον κόσμου, Μῆτερ Θεοῦ πάναγνε, Σοῦ τὸν θεῖον Τόκον καὶ Κτίστην, κόσμου ἀπέργασαι, ἵλεων πᾶσιν ημῖν, τοῖς μεγαλύνουσι πόθῳ, θαυμασίων πλῆθός Σου, Ἄχραντε Δέσποινα.

Διάσωσον, τοὺς σέ γεραίροντας Νίκων πνευματοφόρε, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ καὶ κακώσεως, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
πίβλεψον, ἐν εὐμενείᾳ...

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Κατὰ τῶν παθῶν τὴν νίκην ἐπιβράβευσον, ἡμῖν τοῖς πιστῶς προσφεύγουσι σῇ χάριτι, σεπτὲ Νίκων Ὅσιε, τοῦ Ξηροῦ ὄρους ἔνοικε, τοῦ Παταπίου τοῖς ἀσκητικοῖς, καμάτοις ἐν Πόλει ἀμιλλώμενος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
πομβρίαις δεήσεων, σοῦ πρὸς τὸν Παντάνακτα Νίκων κάθαρον, ῥύπου πάντας τοὺς ὑμνοῦντάς σε, ὡς ἀσκητικῶν ἀγώνων μέλαθρον.

Βοηθὸν καὶ ἀκέστορα, ἔγνωμέν σε Νίκων ἐν περιστάσεσι, καὶ δεινοῖς τοῦ βίου κλύδωσι, Κωνσταντινουπόλεως ὡράϊσμα.

Λαμπηδὼν ὁσιότητος, ἐν Ξηρῷ τῷ ὄρει ἀσκήσει ἔλαμψας, καὶ ἐφώτισας τοὺς κράζοντας· χαῖρε Νίκων κόσμου καταφύγιον.

Θεοτοκίον.
γνωσίας σκοτόμαιναν, σβέσον τῶν τιμώντων Σε Μητροπάρθενε, καὶ ἀνάτειλον φωτόλαμπρον, ἦμαρ ἐπιγνώσεως τοῖς δούλοις Σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Βύθιον ἔχθρόν, τὸν ζητοῦντα ἀπολέσαι με, κατασύντριψον ῥομφαίᾳ σῶν εὐχῶν, πρὸς τὸν εὔσπλαγχνον Δεσπότην Νίκων ἔνδοξε.

σεπτὴ Μονή, Παταπίου τοῦ θεόφρονος, τὴν σὴν μνήμην ἀνυμνοῦσα ἐν χορῷ, κατασπάζεται μορφήν σου Νίκων Ὅσιε.

Στήριξον ἡμᾶς, ἐν τῇ πίστει Νίκων κράζομεν, κλονουμένους βακτηρίᾳ σῶν εὐχῶν, πρὸς Χριστὸν τὸν πάντας κάμνοντα στηρίζοντα.

Θεοτοκίον.
Εὕροιμεν θερμήν, Σὲ προστάτιν Θεονύμφευτε, ἐν τοῖς κλύδωσι τοῦ βίου τοῖς δεινοῖς, καὶ ἐν πάσαις περιστάσεσι Μητρόθεε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Χαρίτωσον, τοὺς ἀεὶ τιμῶντάς σε, ζηλωτὰ τῶν ἀρετῶν Παταπίου, οὗ τὸ ἀλώβητον σκῆνος ἡ μάνδρα, Προδρόμου Πέτρας σεπτῆς μετανοίας σου, ἐφύλαττε Νίκων σεπτέ, ἐν πασῶν Βασιλίδι τῶν πόλεων.

Θεάνθρωπον, ἐκτενῶς ἱκέτευε, ὑπὲρ πάντων τῶν προσφύγων σου Νίκων, τῶν προσκυνούντων μορφήν σου τὴν θείαν, ἐν τῇ Μονῇ Παταπίου τοῦ ἔμφρονος, καὶ τοῦ λειψάνου σου σεπτήν, θήκην χάριτας πᾶσι τὴν βλύζουσαν.

δρῶσί σου, ἐγκρατείας ἔσβεσας, τῶν παθῶν τῶν χαμαιζήλων τὴν φλόγα, βλαστὲ Ῥωσίδος ὁ χθόνα ποτίσας, τοῦ Βυζαντίου διὸ ἱκετεύω σε· κατάσβεσόν μου ζοφερόν, πῦρ παθῶν Νίκων τῶν τυραννούντων με.

Θεοτοκίον.
Συμμέτοχον, τῆς χαρᾶς ἀνάδειξον, τοῦ Υἱοῦ Σου Θεοτόκε Παρθένε, τὸν μεγαλύνοντα πόθῳ τὸ πλῆθος, τῶν θαυμασίων Σου καὶ ἐκδεχόμενον, τὰς Σὰς ἐνθέρμους προσευχάς, καὶ τὴν πρός με Σὴν ἄγρυπνον εὔνοιαν.

Διάσωσον, τοὺς σέ γεραίροντας Νίκων πνευματοφόρε, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ καὶ κακώσεως, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
χραντε...

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἰμάτων σου.
Τῶν θεαυγῶν Ἀσκητῶν ἐγκαλλώπισμα, καὶ θεοφόρων Ὁσίων ὑπόδειγμα, Ξηροῦ τοῦ ὄρους σεπτὸν ἐνδιαίτημα, καὶ νικητὴν κατ’ ἐχθροῦ θεῖον Νίκωνα, πιστῶν ὡς μεσίτην τιμήσωμεν.

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὀσίου Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὀ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... (Ὅρα τὸ εἰς τὴν Λειτουργίαν τοῦ Ἁγίου Ἀντωνίου).
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Νίκων Πάτερ Ὅσιε, ὁ τὰ ἡδέα τοῦ βίου, καὶ τερπνὰ ὡς ἄϋλος, μέροψ καὶ ἀσώματος ἀρνησάμενος, καὶ ζωὴν ἄμεμπτον, ἐν Μονῇ τῆς Πέτρας, τοῦ Προδρόμου βιωσάμενος, κλῖνον εὐήκοον, οὗς τοῖς σὲ πιστῶς μακαρίζουσι, καὶ πόθῳ προσκυνοῦσί σου, τὴν εἰκόνα τὴν θαυματόβρυτον, ἵνα βίου πάντες, διέλθωμεν σεμνῶς τὴν ἀτραπόν, καὶ εἰς σκηνὰς καταντήσωμεν, θεϊκῆς λαμπρότητος.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆς Ῥωσίας τὸ ἄστρον, ἐν Κωνσταντινουπόλει, βολαῖς ἀσκήσεως, καὶ ταπεινοφροσύνης, ἀκτῖσι παμφαέσιν, διαλάμψας ὑμνήσωμεν, πυξίδα ὡς ἀκραιφνοῦς, ζωῆς ἡμῶν πρὸς πόλον.

Οἰκιστὰ θείων δόμων, Νίκων πνευματοφόρε, ὁ ἀμιλλώμενος, ἐν βίῳ Παταπίου, ταῖς ἀρεταῖς μὴ παύσῃ, δυσωπῶν τὸν Παντάνακτα, εὐθῦναι τρίβους ἡμῶν, πρὸς οὐρανῶν ἐπάλξεις.

πελθὼν θεαρέστως, τῆς ἀσκήσεως πόνους, πρὸς ὁλοκλήρωσιν, ἐνίσχυσόν με Νίκων, τὸ στάδιον τοῦ βίου, τοῦ παρόντος πρεσβείαις σου, πρὸς τὸν Θεὸν διελθεῖν, ἀμέμπτως καὶ ἀσπίλως.

Θεοτοκίον.
ῦσαι κακοηθείας, ἐμπαθείας ῥαστώνης, ὀργῆς καὶ θλίψεως, τοὺς δούλους Σου Παρθένε, Ἁγνὴ Θεοκυῆτορ, καὶ ὁδὸν ἐγρηγόρσεως, καὶ ἀπαθείας ἡμῖν, τοῖς Σε ὑμνοῦσι δεῖξον.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
πὲρ τῶν πίστει, ἀσπαζομένων μορφήν σου, ἐν σπηλαίῳ σεπτοῦ Παταπίου, Νίκων μὴ ἐλλίπῃς, Χριστὸν καθικετεύων.

Σωμάτων παῦσον, καὶ τῶν ψυχῶν ἀλγηδόνας, τῇ σῇ χάριτι Νίκων τρισμάκαρ, ὁ ἐν Βυζαντίῳ, ἀσκήσας ἰσαγγέλως.

μφω μοι δίδου, Νίκων ὑγείαν ῥώμην, καὶ ἰσχὺν ἐδαφίσαι τοῦ πλάνου, τὴν ὀφρὺν λιταῖς σου, πρὸς Κύριον ἀπαύστοις.

Θεοτοκίον.
λύος Μῆτερ, παθῶν με κάθαρον τάχος, τῷ ὑσσώπῳ τῶν θείων εὐχῶν Σου, πρὸς τὸν Ζωοδότην, Υἱὸν μονογενῆ Σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μυράλειπτρον ἁγνείας, Νίκων δυσωδίαν, παθῶν ἡμῶν χαμαιζήλων ἀπέλασον, καὶ εὐωδίας με πλῆσον τῆς θείας χάριτος.

πάκουσόν μου Νίκων, καὶ ζωῆς ἀγήρω, πολίτην δεῖξον τὸν ὕμνοις τιμῶντάς σε, καὶ καταφεύγοντα πόθῳ ταῖς σαῖς δεήσεσι.

Χριστὸν ὁ ἀγαπήσας, Νίκων ἐκ μυχίων, τῆς σῆς καρδίας Αὐτὸν καθικέτευε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ μακαριζόντων σε.

Θεοτοκίον.
Μητράναδρε Παρθένε, Κεχαριτωμένη, χαρᾶς καρδίας τῶν δούλων Σου ἔμπλησον, καὶ λυπηρῶν ζόφον σκέδασον τὸν ψυχόλεθρον.

ξιόν ἐστι... καὶ τὰ Μεγαλυνάρια.
Χαίροις Νίκων Ὅσιε Ἀσκητά, ἐν Ξηρῷ τῷ ὄρει ὁ νικήσας τὸν δυσμενῆ, πόνοις νυχθημέροις, εὐχῇ καὶ ταπεινώσει, καὶ νίκης ἀϊδίου, γέρα δρεψάμενος.

Χαίροις ταπεινώσεως λαμπηδών, χαίροις ἀκτησίας καὶ σεμνότητος φῶς τερπνόν, χαίροις ἐναρέτου, διαγωγῆς φαιδρότης, καὶ προσευχῆς ἀόκνου, Νίκων ἀμάρυγμα.

Πόνων Παταπίου τὸν ζηλωτήν, τὸν ἐν τοῦ Προδρόμου, ἐνασκήσαντα τῇ Μονῇ, ὀνομαζομένῃ, τῆς Πέτρας ἐν τῇ πόλει, τῇ Βασιλίδι ὕμνοις, Νίκωνα στέψωμεν.

Μνήμην τὴν ἁγίαν σου καὶ σεπτήν, ἄγουσα ἡ μάνδρα, Παταπίου τοῦ εὐκλεοῦς, Νίκων μεγαλύνει, καμάτων σου τὸ πλῆθος, πρὸς ἀρετὴν θεόφρον, καὶ ὁλοκλήρωσιν.

χανοῦς Ῥωσίας σεπτὲ βλαστέ, καὶ τοῦ Βυζαντίου, ἐνδιαίτημα ἱερόν, Νίκων ὁ ἀσκήσας, ἐν τῷ Ξηρῷ τῷ ὄρει, χαρίτων θείων ῥόδα, εὔοσμα ἤνθησας.

Πρέσβευε ἀπαύστως τῷ Λυτρωτῇ, Νίκων θεοφόρε ὑπέρ πάντων τῶν εὐσεβῶν, κατασπαζομένων, τὴν θείαν σου εἰκόνα, καὶ ἀνυμνούντων πόθῳ, σοῦ τὰ παλαίσματα.

Πᾶσαι τῶν Ἀγγέλων αἰ στρατιαί...

Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Ῥωσίας ἐκβλάστημα ἱερώτατον, ὄμβροις πιᾶναν τὴν χθόνα, ὄρους Ξηροῦ τὴν σεπτήν, τῶν αὐτοῦ ἀσκητικῶν ἱδρώτων μέλψωμεν, Νίκωνα νέον εὐλαβῶς, ὡς νικήσαντα ἐχθρόν, τὸν βέβηλον νυχθημέροις, πόνοις καὶ χάριν λαβόντα, πιστῶν γενέσθαι φύλαξ ἄγρυπνος.

Ἐν τῇ Ἀπολύσει, Τροπάριον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντων, ἀσκουμένων καλλονή, καὶ βροτῶν ἐνθέων φαιδρότης, ὁ νικητὴς κατ’ ἐχθροῦ, μισοκάλου πρόσδεξαι, ἡμῶν τὴν δέησιν, Νίκων θεομακάριστε, καὶ σοῦ τοῖς ἱκέταις, κατ’ ἐχθίστου βράβευε, νίκας ἑκάστοτε, καὶ κατὰ παθῶν χαμαιζήλων, τοῖς ἀσπαζομένοις εἰκόνα, σοῦ τὴν χαριτόβρυτον θειότατε.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου...

Δίστιχον:
Νίκας δώρησαι μοναχῇ Παταπίᾳ,
Κατ’ ἐχθίστου Νίκων Χαραλάμπης κράζει.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου