Τρίτη 30 Ιουνίου 2015

Παράκλησις Ὁσίων ΘΕΟΦΑΝΟΥΣ καί ΠΑΝΣΕΜΝΗΣ.



Παράκλησις Ὁσίων ΘΕΟΦΑΝΟΥΣ καί ΠΑΝΣΕΜΝΗΣ.
Ποίημα Συγκλητικῆς Μοναχῆς

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸ τῶν Ὁσίων ἱερώτατον ζεῦγος, τὸν Θεοφάνην τὸν κλεινὸν καὶ Πανσέμνην, ἀξίως εὐφημήσωμεν ᾀσμάτων ᾠδαῖς, στέφοντες τὴν ἱερὰν αὐτῶν, ἐτησίαν πανήγυριν, καὶ πιστῶς προσπέσωμεν ἐξαιτοῦντες κινδύνων, καὶ ψυχικῶν δεινῶν ἀπαλλαγήν, τούτων πρεσβείαις, θερμαῖς πρὸς τὸν Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´  Ψαλμός.
 λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
σίων δυὰς ἡ πανευκλεής, νοός μου τὸ σκότος καταφώτισον καὶ ψυχῆς, πάρεσιν διάλυσον εὐχαῖς σου, πρὸς τὸν Σωτῆρα τοῦ κόσμου καὶ Κύριον.
δύπνοον ῥόδον τοῦ νοητοῦ, Πάτερ παραδείσου ὦ Θεόφανες τῶν ἐμῶν, παθῶν τὴν δυσώδη ὕλην πᾶσαν, ἀποδιώξας ὀσμῆς σου ἀξίωσον.
Πανσέμνη ἡ λύρα ἡ ἐμμελής, τῆς μεταμελείας μετανοίας μοι λογισμόν, ἔμπνευσον καὶ φόβον τοῦ Δεσπότου, τὸν σωστικὸν τῇ καρδίᾳ μου κράτυνον.
Θεοτοκίον.
Χριστὸν παρθενίας τὸν φυτουργόν, κυήσασα Κόρη καὶ Παρθένος ὥσπερ τὸ πρίν, φανεῖσα Παρθένε Θεοτόκε, ἐν παρθενίᾳ ἡμᾶς διαφύλαξον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Βοηθὸς ἐν τῷ βίῳ δυὰς σεπτὴ φάνηθι, Ὅσιε Θεόφανες μάκαρ, Πανσέμνη ἔνδοξε, καὶ παναλκὴς ἀρωγός, διασκεδάζουσα πᾶσαν, σκευωρίαν δράκοντος τοῦ πολεμοῦντός με.
Θεόφανες Πάτερ τῶν ἀσκητῶν καύχημα, καὶ κατοικητήριον θεῖον, Ἁγίου Πνεύματος, Τούτου τὴν χάριν ἡμᾶς, ἐφελκύσαι δυσώπει, ἐντολὰς φυλάξαντας τοῦ Παντοκράτορος.
Μετανοίας ῥομφαίᾳ  Μῆτερ στεῤῥᾶς ἔτεμες, πάντα τοῦ προτέρου σου βίου, ἡδονῆς σύνδεσμον, καὶ τῷ Νυμφίῳ Χριστῷ, συναρμοσθεῖσα ὁσίως, πρὸς Αὐτόν μου ἴθυνον, τὰ διαβήματα.
Θεοτοκίον.
Μαργαρίτην τὸν θεῖον ἁγνοπρεπῶς Δέσποινα, ἔνδον ἐν κοιλίᾳ Σου Κόρη κυοφορήσασα, εἰς κόσμου σύναψιν, πρὸς τὸν Θεὸν καὶ εἰρήνην, Τοῦτον ἀπεκύησας, Χριστὸν τὸν Κύριον.
Διάσωσον, δυὰς Ἁγία Θεόφανες καὶ Πανσέμνη, ἀπὸ παντοίων πειρασμῶν τοὺς σοὶ καταφεύγοντας, καὶ θείας ἀξίωσον κληρουχίας.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου το ἄλγος.

Αἲτησις, Ἐκφώνησις. Ὃτι Ἐλεήμων

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Δυὰς ἱερὰ Ὁσίων καὶ ὁμότιμος, Ἀγγέλων χοροῖς ἀεὶ ἀγαλλόμενοι, ἐκτενῶς πρεσβεύσατε, τοὺς τὴν μνήμην ὑμῶν γεραίροντας, ζωῆς τῆς αἰωνίου μετασχεῖν, ἐν τῇ ἀγήρῳ μακαριότητι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Διαφύλαξον ἄτρωτον, ξυνωρὶς ἡ ἁγία τὸν σοὶ προστρέχοντα, τῶν βελῶν τοῦ πολεμήτορος, τούτου τὴν καρδίαν καταπλήξαντα.
Μυστικῶς Πάτερ ἔτυχες, τῆς θεοφανείας ἐν τῇ καρδίᾳ σου, ἐξ ἧς λάμψον φῶς ἐν σκότει μου, πικρᾶς καθημένῳ ἀπογνώσεως.
θετοῦντος ἀείποτε, τοῦ Χριστοῦ Πανσέμνη θεῖα ἐντάλματα, μὴ παρίδης τοὺς οἰκέτας σου, ἀλλὰ πρὸς μετάνοιαν ὁδήγησον.
Θεοτοκίον.
Καταπλήττει μου Δέσποινα, τῆς κυοφορίας Σου τὸ μυστήριον, λογισμὸν καὶ τὴν διάνοιαν, πῶς Παρθένος οὔσα Θεὸν ἔτεκες.

ᾨδη ε΄. Φώτισον ἡμᾶς.
ρδευσον ἡμῶν, τὰς καρδίας θείοις νάμασι, παρακλήσεων σεπτῶν θεία δυάς, ὦ Θεόφανες καὶ Πανσέμνη τρισμακάριστοι.
ῦσαι χαλεπῶν, παθημάτων παναοίδιμε, ὡς πλουτήσας ἐκ Θεοῦ τὴν δωρεάν, τοῦ ἰατρεύειν ἀσθενούντων τὰ νοσήματα.
ρως τοῦ Θεοῦ, τὴν καρδίαν καταφλέξας σου, ἀπεμάρανε σαρκὸς τὰς ἡδονάς, ὧν με ῥῦσαι ἐπηρείας πανσεβάσμιε.
Θεοτοκίον.
Μύρον νοητόν, ἀπεκύησας Πανάσπιλε, καὶ ἐπλήρωσας ὀσμῆς θεουργικῆς, πᾶσαν τὴν κτίσιν ἀειπάρθενε Μητρόθεε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
σώματον, ἐν τῷ σώματι ὄντες, καταισχύνατε ἐχθρὸν θεηγόροι, διηνεκῇ, προσευχῇ καὶ νηστείᾳ, καὶ ταπεινώσει ἀμέτρῳ κοσμούμενοι, ὧν ἱκετεύσατε κἀμέ, νικητήριον δύναμιν κτήσασθαι.
Τὸν ἄφθαρτον, ἐκ Κυρίου στέφανον, σῇ ὁσίᾳ κεφαλῇ ἐκομίσω, ἀνθ’ ὧν τερπνῶς ἀπηρνήθης τὴν σχέσιν, καὶ ἀντὶ κόπων ἀμέτρων ὧν ἤνεγκας, Θεόφανες διὸ Αὐτόν, ἐκδυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ς πάνσοφος, ἁμαρτίας τὸν ῥύπον, τῷ βαπτίσματι καὶ ῥείθρῳ τῶν δακρύων, ἀποκαθάρας Πανσέμνη Ὁσία, πάλλευκον κρῖνον ὡράθης καὶ ἄσπιλον, καὶ γέγονας πᾶσι πιστοῖς, μετανοίας πολύτιμον δώρημα.
Θεοτοκίον.
Δυσίατα, τῆς ψυχῆς μου Δέσποινα, πάθη ἴασαι ὡς μόνη τεκοῦσα, τὸν ἰατρὸν τῶν ψυχῶν καὶ σωμάτων, δραστικοτάτῃ ῥοπῇ τῆς πρεσβείας Σου, καὶ τήρησόν με ἀσινῆ, Σὸν ἱκέτην Μαρία Πανάχραντε. 
Διάσωσον, δυὰς Ἁγία Θεόφανες καὶ Πανσέμνη, ἀπὸ παντοίων πειρασμῶν τοὺς σοὶ καταφεύγοντας, καὶ θείας ἀξίωσον κληρουχίας.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις, Ἐκφώνησις. Ὃτι Ἐλεήμων

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
γγέλων χοροῖς ἀεὶ ἐπιποθήσαντες, συνεῖναι σοφοὶ ἀγγελικὴν διήλθετε, πολιτείαν ἔχοντες πρὸς Θεόν, τὸν νοῦν δι’ ἀσκήσεως, καὶ ἀεννάου προσευχῆς, Πανσέμνη Ὁσία καὶ Θεόφανες.

Προκείμενον. Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον (Ματθ. ια΄, 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τὶς ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ’ ἡμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γάρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.
Δόξα. Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Στ.. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σπείραντες μακάριοι, ἐν ἀμετρήτῳ ἀσκήσει, ἀρετῶν τὰ σπέρματα, σταλαγμοῖς δακρύων τε καταρδεύσαντες, στάχυν μυρίπνοον, καρπὸν νεόδρεπτον, τῷ Θεῷ ἑκατοστεύσατε, Πάτερ Θεόφανες, ὁμοῦ σὺν τῇ Πανσέμνῃ, πανόσιοι. Διὸ Κριτὴς ὁ δίκαιος, τοὺς κόπους καθορῶν καὶ παλαίσματα, ὑμᾶς κληρονόμους, ἀφθάρτων ἀγαθῶν καταξιοῖ, καὶ Παραδείσου τὴν οἴκησιν, δωρεῖται ὡς εὔσπλαγχνος.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐφημίας ἐπαίνων ὑπερέκεινα ὄντως ὑμῶν τὰ παλαίσματα, Θεόφανες Ὁσίων, ὁ μέγας θεοδρόμος καὶ Πανσέμνη στερέωμα, ἐπιστρεφόντων Θεῷ, διὰ τῆς μετανοίας.
κμαγεῖον ἁπάσης ἀρετῆς θεοφόρε Θεόφανες γέγονας, καὶ φῶς τοῖς ἐν τῷ σκότει, ἁμαρτίας κειμένοις, καὶ λαμπρὰ καθοδήγησις, καὶ ἀρωγὴ κραταιά, καὶ μέγας ἀντιλήπτωρ.
λοκάρπωσις Μῆτερ τῷ Χριστῷ ἀνετέθης ἀναβοῶσα θερμῶς, τοὺς χρόνους τῆς ἁγνοίας, παρορῶν Πανοικτίρμων, ἁμαρτίας νεότητος, συγχώρησον ὡς Θεός, ἀεὶ εὐλογήμενος.
Θεοτοκίον.
Καταπράϋνον Κόρη τῆς ψυχῆς τρικυμίας τῇ ἐπινεύσει τῆς Σῆς, γαλήνης Θεοτόκε, καὶ σῶσον μελωδοῦντα τῷ Υἱῷ Σου Πανάμωμε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Δοξολογοῦντες, τὴν Παναγίαν Τριάδα, ὑπὲρ πάντων ἡμῶν θεοφόροι, ποιήσατε πρεσβείαν, ὅπως ἐλεηθῶμεν.
Τοῦ Παρακλήτου, εἰσδεδεγμένος τὴν χάριν, ὅλος γέγονας Πάτερ πυρίπνους, Κύριον δοξάζων, εἰς πάντας τοὺς αἰῶνας.
Μῆτερ Πανσέμνη, σεμνεῖον θείας ἀγάπης, τὴν ψυχὴν ἀπειργάσω σεμνοῖς σου, ἤθεσιν Ὁσία, Θεὸν ἱλασκομένη.
Θεοτοκίον.
Κυοφορίᾳ, ὑπὲρ φύσιν Παρθένε, στρατιὰς ἐξέπληξας Ἀγγέλων, ἀνυμνολογούντων, Σὲ Κόρη εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
μότιμοι τῇ δόξῃ, σύνθρονοι Ὁσίων, δυὰς Ἁγία δειχθέντες συμμόρφους ἡμᾶς, Χριστοῦ γενέσθαι τῆς δόξης καθικετεύσατε.
Θεόφανες ὁ φοῖνιξ, τῆς ἀθανασίας, τῆς ἀθανάτου ζωῆς καταξίωσον, τοὺς εὐφημούντας ἀξίως τὴν πολιτείαν σου.
Πανσέμνη ἡ σεμνότης, γυναικῶν Ὁσίων, σέμνυνον πάσας αἰσθήσεις ψυχῆς καὶ τοῦ σώματος, τῶν ἐξαιτούντων τὴν θείαν ἐπικουρίαν σου.
Θεοτοκίον.
Διάνοιξον τὰ σπλάγχνα, τῆς φιλανθρωπίας, τοῦ Σοῦ Υἱοῦ Θεοτόκε πρεσβείᾳ θερμῇ, ὅπως ἐλέους τυχόντες Σὲ μεγαλύνομεν.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις θεοσύναπτε ξυνωρίς, Θεόφανες Πάτερ καὶ Πανσέμνη θεοκλεής· χαίρετε προστάται, τῶν πόθῳ ἐκτελούντων, ὑμῶν τὴν θείαν μνήμην, θεομακάριστοι.
Χαίρετε δυὰς ἡ περικαλλής, ἀμάραντα ἄνθη Βασιλείας τῶν Οὐρανῶν, Πανσέμνη Ὁσία, Θεόφανες παμμάκαρ, πιστῶν ἀδολεσχία ἀκατασίγαστος.
κρογωνιαίῳ λίθῳ Χριστῷ, οἰκοδομηθέντες, πειρασμῶν ταῖς ἐπιφοραῖς, ἀκλινεῖς ὡς πύργοι, ἐμείνατε ἀθλοῦντες, Ὅσιοι ἀναιμάκτως ἐπαγαλλόμενοι.
Φρόνημα νεκρώσαντες τῆς σαρκός, ἀΰλων Ἀγγέλων ὁμοιώθητε τοῖς χοροῖς, Θεόφανες Πάτερ, Πανσέμνη μακαρία, ἀσκητικῶν καμάτων, ῥόδα μυρίπνοα.
Διέγερσις Μῆτερ ἁμαρτωλῶν, ἀπὸ τῆς κακίας ὁ σὸς βίος ὁ θαυμαστός, πρόκειται Πανσέμνη, Θεοῦ τὴν εὐσπλαγχνίαν, τοῖς πέρασιν τρανώσας, καὶ τὴν συγχώρησιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαις εἰς Τὸν σωθῆναι ἡμᾶς.


Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
χος πλ. β'
λησον μς, Κριε, λησον μς, πσης γρ πολογας ποροντες, τατην σο τν κεσαν, ς Δεσπτη, ο μαρτωλο προσφρομεν, λεσον μς.
Δξα...
Κριε, λησον μς, π σο γρ πεποθαμεν, μ ργισθς μν σφδρα, μηδ μνησθς τν νομιν μν, λλ' πβλεψον κα νν, ς εσπλαγχνος, κα λτρωσαι μς κ τν χθρν μν, σ γρ ε Θες μν, κα μες λας σου, πντες ργα χειρν σου, κα τ νομ σου πικεκλμεθα.
Κα νν...
Τς εσπλαγχνας τν πλην νοιξον μν, ελογημνη Θεοτκε, λπζοντες ες σ, μ στοχσωμεν, υσθεημεν δι σο τν περιστσεων, σ γρ ε σωτρηρα το γνους τν χριστιανν.

ερεύς.
λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.


Ἀπολυτίκον τῆς Ὁσίας.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
λασμοῦ τῶν πταισμάτων τυχοῦσα πάνσεμνε, τῷ φέγγει τῆς μετανοίας καταυγασθεῖσα τὸν νοῦν, τῆς ἀσκήσεως ἐφάνης θεῖον σέμνωμα· ὅθεν θαυμάτων δωρεᾶς, σὲ ἠξίωσε Χριστός, Πανσέμνη Ὁσία Μῆτερ, Ὃν δυσώπει τοῦ οἰκτηρῆσαι, ἡμᾶς τοὺς πίστει εὐφημοῦντάς σε.
Ἕτερον. Τῶν Ὁσίων. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
σίως βιώσαντες ἐπὶ τῆς γῆς τὴν ἰσχύν, ἐχθροῦ ἐταπείνωσαν ὁ Θεοφάνης ὁμοῦ, Πανσέμνη ἡ πάνσεμνος· ὅθεν τῆς οὐρανίου, βασιλείας τυχόντες, ἄπαυστον ἱκεσίαν τῷ Θεῷ ἐκτελοῦσι, ὑπὲρ τῶν ἐπιτελούντων αὐτῶν, μνήμην τὴν εὔσημον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς γεραίροντας ὑμῶν, τὴν ἀξιοτίμητον μνήμην, ἀπὸ παντοίων κακῶν, ῥύσασθε δεόμεθα καὶ πάσης θλίψεως, σὺν Πανσέμνῃ Θεόφανες, σύγκληροι Ὁσίων, ἄνθρωποι οὐράνιοι, βλαστοὶ θεόφυτοι, βέλη, τοῦ ἐχθροῦ τὴν καρδίαν, πᾶσαν κατατρώσαντες οὗπερ, τῶν παγιδῶν ἡμᾶς ῥύσασθε.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου,τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου