Παράκλησις
ΕΙΡΗΝΑΡΧΟΥ ΚΥΡΙΟΥ.
Ποίημα Δρ. Χαραλάμπους Μπούσια
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς,
μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό
Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Εἶτα τὸ
Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Εἰρηνάρχῳ Βασιλεῖ καὶ Δεσπότῃ, εὐσεβοφρόνως οἱ πιστοὶ προσιόντες, κραυγάσωμεν·
εἰρήνευσον ἡμῶν τὴν ζωήν, τῶν δοξολογούντων Σε ἀκλινῶς καθ’ ἑκάστην, καὶ
πολέμου σάλπιγγας ὀλεθρίου χειρί Σου, τῇ πανισχύρῳ σίγασον Χριστέ, ἡμῖν εἰρήνην
Σὴν θείαν δωρούμενος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ
Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους
σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Κόπασον πολέμους, Εἰρήναρχε Κύριε. Χ.
ᾨδὴ α΄. Ἦχος
πλ. δ’. Ὑγρὰν διοδεύσας.
Κατάπαυσον μίση τὰ ζοφερά, λαῶν καὶ εἰρήνην, ἐπιβράβευσον Ἰησοῦ, τοῖς πίστει
κραυγάζουσιν· ἐλθέτω, ἐπὶ τῆς γῆς ἡ σεπτὴ Βασιλεία Σου.
Ὁμήγυριν φύλαττε Ἰησοῦ, πιστῶν Ὀρθοδόξων, ἐξ ἐχθίστης ἐπιβουλῆς, ἀρχόντων
δεινῶν ματαιολόγων, φρεναπατῶν καὶ ἀδίκων Εἰρήναρχε.
Παντάναξ καὶ Δέσποτα Ἰησοῦ, εἰρήνης στρατάρχα, καὶ συνέσεως χορηγέ, ἀνδρῶν
ἀσυνέτων καὶ ἀφρόνων, κυριευόντων λαοὺς θράσος πάτησον.
Θεοτοκίον.
Ἀπείρανδρε Μῆτερ τοῦ Ἰησοῦ, το ἄνομον κράτος, καταλύσαντος τοῦ ἐχθροῦ,
βοήθει σοῖς δούλοις καταλῦσαι, προβατοσχήμων ἐχθρῶν τὴν κακότητα.
ᾨδὴ γ΄. Οὐρανίας
ἁψῖδος.
Στηριγμὸς ἀδυνάτον πανευσθενὲς Κύριε, ἄρχων ἀενάου εἰρήνης, καὶ
ἀπροσμάχητον, ὅπλον τῶν Σῶν οἰκετῶν, πολεμουμένων ἀδίκως, πέλεις· ὅθεν Δόξα
Σοι, δίκαιε κράζομεν.
Ὁ ἀνόμων φιλάρχων ὑποκριτῶν φρύαγμα, ὥς ποτε Χριστὲ Φαρισαίων, θλάσας Σοῖς
ῥήμασι, δικαιοκρῖτα ὀφρῦν, θλάσον αὐτῶν καὶ γεέννης, κληρονόμους ποίησον, τάχος
δεόμεθα.
Νικητὴν τροπαιοῦχον ὡς τὸν Δαβὶδ Κύριε, κατὰ Γολιὰθ δεῖξον δῆμον, πάντα
Ὀρθόδοξον, καρτερικῶς τοῦ ἐχθροῦ, φρυαττομένου δολίως, μῆνιν ὑπομένοντα, βάθρον
Νεμέσεως.
Θεοτοκίον.
Πολεμίων ἀδίκων ὑποκριτῶν Δέσποινα, φίλους τῶν λεγόντων εἰρήνης, εἶναι
ἀπέλασον, ὁμίχλην τῆς ἀπειλῆς, Σῇ φωτοφόρῳ ἰσχύϊ, καὶ εἰρήνης ἅπασιν, ἦμαρ
ἀνάτειλον.
Εἰρήνευσον, ζωὴν Σῶν δούλων Εἰρήναρχε Ζωοδότα, καὶ πολέμου τὰς συμφορὰς ταχὺ
ἐξαφάνισον, δυνάμει τῇ θείᾳ Σου Παντοκράτορ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις
τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β΄.
Πρεσβεία θερμή.
Ἡμῶν τὴν ζωὴν Θεάνθρωπε εἰρήνευσον, τῶν πίστει θερμῇ ἀεὶ δοξολογούντων Σε,
καὶ πολέμου κόπασον, τρικυμίαν σθένει τῷ θείῳ Σου, ὁ τοῦ ἀνέμου παύσας τὴν
ὁρμήν, δυνάμει τῶν λόγων Σου Εἰρήναρχε.
ᾨδὴ δ΄. Εἰσακήκοα
Κύριε.
Ὁλικῶς ἀτενίζοντες, Σοῦ τῇ ἀγαθότητι ἀνακράζομεν· πολεμοχαρεῖς ἀφάνισον,
εἰρηνοποιὲ Σῷ σθένει Κύριε.
Λῦσον μῖσος ἀπύθμενον, φθόνον κακοήθειαν τῶν γειτόνων μου, καὶ ἐπιβουλὴν
Θεάνθρωπε, ὅσων δι’ ἀγώνων Σῶτερ κέκτημαι.
Ἐλευθέρωσον Κύριε, ἐν δεσμοῖς δουλείας πικρᾶς τοὺς στένοντας, ἀδελφοὺς ἡμῶν
καὶ λύτρωσαι, ἀπειλῆς ἁλώσεως Σοὺς πρόσφυγας.
Θεοτοκίον.
Μὴ ἐάσῃς με Δέσποινα, ἕρμαιον γενέσθαι τοῦ πολεμήτορος, τοῦ κακίστου
ὑπερόφρυος, φρόνημα ὀρθὸν ποθοῦντος τρῶσαί μου.
ᾨδὴ ε΄. Φώτισον
ἡμᾶς.
Ὅπλισον βροτούς, ὁπλισμῷ ἀγάπης Κύριε, ἵνα πάντας τοὺς ἐχθραίνοντας ἡμᾶς,
εὐσπλαγχνίᾳ φιλαδέλφῳ ἐκνικήσωμεν.
Ὕμνοις ἱεροῖς, ἱκετεύομέν Σε Κύριε, τοὺς πυραύλους ἐξοστράκισον ταχύ,
ἰσχυρῶν τῆς γῆς σκορπίζοντας τὸν ὄλεθρον.
Σῶσον Ἰησοῦ, τοὺς πιστῶς Σοι καταφεύγοντας, ἀπὸ πάσης τοῦ ἐχθροῦ ἐπιδρομῆς,
ἀτυχῶς τοῦ οἴμοι φέροντος Σὸν ὄνομα.
Θεοτοκίον.
Ἔχομεν τὴν Σήν, προστασίαν περιτείχισμα, ἐν πολέμοις καὶ δειναῖς
καταστροφαῖς, Ὀρθοδόξων Θεοτόκε καταφύγιον.
ᾨδὴ στ΄. Τὴν
δέησιν.
Ἱκάνωσον, τὸν λαὸν μαχόμενον, διὰ πίστιν Ἰησοῦ καὶ πατρίδα, ἵνα σεπτὰς θήκας
πάντων προγόνων, μὴ παραδῷ ταῖς παλάμαις Εἰρήναρχε, τῶν ἀλλοφύλων τὴν αὐτῶν,
ἀντικροῦσαι παράνομον ἔφοδον.
Ῥανίδας μου, τῶν δακρύων πρόσδεξαι, ὡς θυμίαμα εὐῶδες Παντάναξ, καὶ μὴ ἐάσῃς
Σοὺς δούλους γενέσθαι, τῶν ἐπιβούλων θειότατε παίγνιον, ἀλλὰ τὴν θλῖψιν τὴν
ἡμῶν, εἰς εἰρήνης χαρὰν μεταποίησον.
Ἡ ἄτρωτος, τῆς εἰρήνης ἔπαλξις, ὁμονοίας καὶ ἀγάπης τὸ στέμμα, ὀροφουργὲ
πάσης κτίσεως Σῶτερ, δικαιοκρῖτα εἰρήναρχε Κύριε, πολέμων κόπασον δεινά, ζοφερὰ
τὰς ψυχὰς ἀποκτείνοντα.
Θεοτοκίον.
Νικήσαντος, τοῦ θανάτου δύναμιν, Θεανθρώπου ἀπειρόγαμε Μῆτερ, εὐλογημένη
παρθένε τὰ γέρα, τῆς νίκης δώρησαι πᾶσι τοῖς δούλοις σου, κατ’ ἐναντίον νοητῶν,
ἀλλὰ καὶ ὑπαρκτῶν ταῖς πρεσβείαις σου.
Εἰρήνευσον, ζωὴν Σῶν δούλων Εἰρήναρχε Ζωοδότα, καὶ πολέμου τὰς συμφορὰς ταχὺ
ἐξαφάνισον, δυνάμει τῇ θείᾳ Σου Παντοκράτορ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα
δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆς Σῆς ἀδύτου εἰρήνης πυρσεύμασι, δεινοῦ πολέμου
ἐκδίωξον ζόφωσιν, Παντάναξ Εἰρήναρχε Κύριε, καὶ ἐπηρμένην ὀφρῦν πολεμήτορος, τῇ
Σῇ καταπάτησον χάριτι.
Προκείμενον. Ἦχος δ΄: Οἱ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.
Στ.: Τὴν εἰρήνην ἀγαπήσατε.
Εὐαγγέλιον, κατὰ Ματθαῖον (Κεφ. δ΄ 23-25, ε΄
1-12).
Τῷ καιρῷ ἐκείνῳ περιῆγεν ὁ Ἰησοῦς ὅλην τὴν Γαλιλαίαν διδάσκων ἐν ταῖς
συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν
νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν
Συρίαν, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, ποικίλαις νόσοις καὶ
βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ
παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς
Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.
Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος, καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ
μαθηταὶ αὐτοῦ, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων· Μακάριοι οἱ
πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. μακάριοι οἱ
πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ
κληρονομήσουσι τὴν γῆν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι
αὐτοὶ χορτασθήσονται. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Μακάριοι
οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι
αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν ικαιοσύνης, ὅτι
αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ
διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ἡμῶν ψευδόμενοι ἕνεκεν ὁμοῦ. Χαίρετε
καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς
προφήτας τοὺς πρὸς ὑμῶν.
Δόξα: Πάτερ, Λόγε, Πνεῦμα...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἰησοῦ Θεάνθρωπε, Παμβασιλεῦ τῆς εἰρήνης, ὁ δι’ ἀγαθότητα, ὑπομείνας θάνατον,
πολυώδυνον, τοὺς χοροὺς στήριξον, τῶν πολεμουμένων, Ὀρθοδόξων τῇ δυνάμει Σου,
τῇ θείᾳ Κύριε, καὶ τοῦ βδελυροῦ πολεμήτορος, ταξιαρχίας σύντριψον, τοῦ
φρυαττομένου καὶ ἄφρονος, ὡς ἂν δοξολογῶμέν Σε, νίκης οἱ ἐγείροντες τρόπαια, ἐν
πεδίῳ μάχης, κατὰ τοῦ παναλόστορος ἐχθροῦ, καὶ τοῦ αὐτοῦ ἐν τοῖς ἔθνεσιν,
ἐκπροσώπου σθένει Σου.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ
τῆς Ἰουδαίας.
Ἀγαθότητος κέρας καὶ εἰρήνης στρατάρχα Θεὲ καὶ Κύριε, εἰρήνευσον τὸν κόσμον,
καὶ τροχιὰν βήμάτων, τοῦ θανάτου μετάτρεψον, εἰς τροχιὰν δαψιλοῦς, πρὸς
πάσχοντας ἀγάπης.
Ῥαντισμῷ εὐλογίας τῆς Σῆς θείας ὑψόθεν ἡμᾶς ἀπόπλυνον, τοῦ βορβορώδους
ῥύπου, πολέμου Παντοκράτορ, καὶ Σοὺς δούλους ἐπίχρισον, ἐλαίῳ διηνεκοῦς, καὶ
ἀσφαλοῦς εἰρήνης.
Χάριν ἅπασιν πέμψον τοῖς προσφέρουσι πόθῳ Σὸν θεῖον ὄνομα, καὶ ῥῦσαι
Ζωοδότα, ἡμᾶς τῆς ἐπηρείας, τοῦ δεινοῦ πολεμήτορος, καὶ τοῦ αὐτοῦ ἐπὶ γῆς, οὐαὶ
ἀντιπροσώπου.
Θεοτοκίον.
Εὐμενῶς τὰς δεήσεις τῶν προσφύγων σου δέξαι Θεογεννήτρια, καὶ μάκτρῳ σῆς
ἀγάπης, ἀπόσμηξον δακρύων, ὀχετοὺς τῶν τὴν λαίλαπα, βιούντων τὴν ζοφεράν,
ἑκάστοτε πολέμου.
ᾨδὴ η΄. Τὸν
Βασιλέα.
Κλαυθμοῦ Σῶν δούλων, ἐμπεριστάτων Χριστέ μου, ἐκ τῆς δίνης ἐπιβαλλομένου,
ἄφρονος πολέμου, ἐπάκουσον ταχέως.
Ὑπὲρ δικαίως, ἀμυνομένων Χριστέ μου, Ὀρθοδόξων ἀνδρῶν καὶ γυναίων, Ἰησοῦ
πολέμει, τῶν Σὲ δοξολογούντων.
Ῥιπὰς ἀγάπης, ἀντὶ ῥιπῶν πολυβόλων, τοὺς Σοὺς δούλους ἀεὶ ἐκτοξεύειν,
ποίησον Χριστέ μου, εἰρήνης ἀρχηγέτα.
Θεοτοκίον.
Τὰ εὐώδη, φιλαδελφίας ἀνθῆσαι, ἐπὶ κάνης τῶν ὅπλων Παρθένε, ἵον μυροβόλον,
ἀξίωσον ἀγάπης.
ᾨδὴ θ΄. Κυρίως
Θεοτόκον.
Εἰρήνευσον τὴν πλάσιν, καὶ συῤῥάξεις παῦσον, λαῶν τῇ Σῇ παρεμβάσει
Θεάνθρωπε, πλήν Σου ἐν γῇ οὐκ ἐχόντων ῥητὴν βοήθειαν.
Χαρᾶς εἰρηνοφόρου, ἀνοιξον ἀγκάλας, τὰς Σὰς βροτοὺς ὑποδέξασθαι Κύριε, τοὺς
ἐν μάχαις πολέμου πανδείνως στένοντας.
Μὴ παύσῃ οὐρανόθεν, νουθετεῖν Θεέ μου, τοὺς ἰσχυροὺς ἵνα βίον ἡσύχιον, σὺν
τούτοις πάντες ἀνύωμεν οἱ ταλαίπωροι.
Θεοτοκίον.
Μαχαίρᾳ πρεσβειῶν σου, σύγκοψον Παρθένε, τῶν ἐπιβούλων τὸ ἄνομον φρύαγμα,
ἡμῶν πατρίδος τῶν πίστει μακαριζόντων σε.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Ἄρχον τῆς εἰρήνης πανευσθενές, τῆς ἀδίκου ῥῦσαι, Σοὺς οἰκέτας ἐπιβουλῆς, καὶ
τῇ Σῇ δυνάμει, πολέμους ὀλεθρίους, κατάπαυσον οἰκτίρμον, Σῶτερ καὶ Κύριε.
Χαίροις τῆς συνέσεως χορηγός, χαίροις τῆς εἰρήνης, ἀρχηγέτης καὶ ἀκραιφνοῦς,
χαίροις συμπαθείας, στρατάρχης πολεμίων, τὸ θράσος ὁ συντρίψας, ὅπλῳ ἀγάπης
Σου.
Σύγκοψον μανίαν ὑποκριτῶν, φεῦ εἰρηνοφίλων, σκορπιζόντων τὸ ζοφερόν, νέφος
τοῦ πολέμου, τῇ οἰκουμένῃ πάσῃ, μαχαίρᾳ Σῆς ἰσχύος, Σῶτερ εἰρήναρχε.
Ὀρθοδόξους στήριξον ἀδελφούς, τοὺς πολεμουμένους, ἀναιτίως Λόγε Θεοῦ, καὶ
καρδίας πλῆσον, αὐτῶν τῆς Σῆς ἀγάπης, καὶ τῆς χαρᾶς τῆς θείας, ἐπιστασίας Σου.
Ὥς ποτε ἐνίσχυσας τὸν Δαβίδ, Γολιὰθ συντρίψαι, καὶ τὸν Νέστορα καθελεῖν, τοῦ
Λυαίου σθένος, τῶν ὀρθοδόξων ἔθνη, δυνάμωσον συντρίψαι, τὸν πολυμήχανον.
Βέλη ἐξοστράκισον τοῦ ἐχθροῦ, τοῦ παγκάκου Σῶτερ, τὰ κινούμενα καθ’ ἡμῶν,
τῶν ὀρθοφρονούντων, καὶ μαχομένων πίστιν, ἀνόθευτον τηρῆσαι, τὴν πανακήρατον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ
Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ.
Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον
Λόγον.
Ἰησοῦ Ζωοδότα Σῶτερ εἰρήναρχε, τοῦ πολεμήτορος ῥῦσαι, ἀδίκου ἐπιβουλῆς, τοὺς
δοξάζοντας τὸ κράτος Σου ἀείποτε, καὶ τὴν εἰρήνην Σου ταχύ, ἐπιβράβευσον
Χριστέ, φιλεύσπλαγχνε Παντεπόπτα, τοῖς δι’ ὀρθὴν δοξασίαν, δεινὰ πολέμου
ὑπομένουσι.
Ἦχος β’. Ὅτε ἐκ
τοῦ ξύλου.
Τῶν πολεμουμένων ἀρωγέ, καὶ ἀδικουμένων προστάτα, Σῶτερ εἰρήναρχε, ἐχθρικῆς
δουλώσεως, κακῶν καὶ θλίψεων, τοῦ δεινοῦ πολεμήτορος, ἐκλύτρωσαι πάντας,
Ὀρθοδόξους κράζομεν, τοὺς Σὲ δοξάζοντας, καὶ τῇ παναλκεῖ Σου δυνάμει,
σπεύδοντας ἐν πάσαις τοῦ βίου, ἀλγειναῖς τῷ ὄντι περιστάσεσι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν
σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου