Τετάρτη 15 Ιουλίου 2015

Παράκλησις ὁσ. ΒΑΡΒΑΡΟΥ τοῦ Μυροβλύτου.



Παράκλησις ὁσ. ΒΑΡΒΑΡΟΥ τοῦ Μυροβλύτου.
Ποίημα Ἀποστόλου Παπαχρήστου


      Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐν ἀσκήσει τὸν Δεσπότην δοξάσαντα, καὶ τῇ ἀθλήσει τὸν Βελίαρ βυθίσαντα, τὸν θεοφόρον Βάρβαρον τιμήσωμεν πιστοί, κράζοντες καὶ λέγοντες· ἐκ δεινῶν καὶ κινδύνων, λύτρωσαι τοὺς δούλους σου καὶ ἐκ νόσων ποικίλων, καὶ ἐκ δαιμόνων βλάβης καὶ φθορᾶς, σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
ρους Νύσσης τὴν δόξαν καὶ τοῦ Τρύφου τὸν ἔφορον, καὶ Ἀκαρνανίας τὸ κλέος, τὸν πανεύφημον Βάρβαρον, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, μιμούμενοι αὐτοῦ τὰς ἀρετάς, τοῖς γὰρ πᾶσιν ἰάσεις βρύει ὡς συμπαθής, τοῖς πρὸς αὐτὸν κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε..

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σὲ Βάρβαρε σέβω, σῶσόν με τάχει. Ἀποστόλου
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνὼν τῇ Τριάδι τῇ παντουργῷ, ὡς Ὅσιον ἅμα καὶ ὡς Μάρτυρα  δυσωπῶ· ὦ Βάρβαρε μάκαρ σαῖς πρεσβείαις, ἐκ τῶν παθῶν καὶ δεινῶν με διάσωσον.
λθὼν ἐν τῷ τόπῳ τῷδε σοφέ, ἀλλόθρησκος πέλων Πάτερ Βάρβαρε καὶ λῃστής, ἡ χάρις ἠλλοίωσέ σε μάκαρ, ἡ τοῦ Θεοῦ, ἥν μοι δίδου πρεσβείαις σου.
Βαβαὶ τῶν θαυμάτων Σου Ἰησοῦ, τοῦ πρώην βλασφήμου τὴν διάνοιαν καὶ τὸν νοῦν, φωτί Σου ἡγίασας διό με, ἐσκοτισμένον τοῖς πάθεσι φώτισον.
Θεοτοκίον.
νύμφευτε Πάναγνε Μαριάμ, Θεὸν τῶν ἁπάντων ἡ τεκοῦσα ὑπερφυῶς, Αὐτὸν ἐκδυσώπει κληρονόμον, τῆς αἰωνίου ζωῆς ἀναδεῖξαί με.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
ωμαλέῳ φρονήματι εἰς Χριστὸν Ὅσιε, σπεύδειν βαπτισθῆναι θρησκείαν ἀποβαλλόμενος, Ἀγαρηνῶν βδελυράν, Θεὸν κἀμὲ ἀγαπῆσαι, ἐκ καρδίας φώτισον Τοῦτον, μακάριε.
Βοηθὸς καὶ προστάτης πέλεις σοφὲ Βάρβαρε, ἐκ θανατηφόρων παθῶν με ἀεὶ λυτρούμενος, καὶ ψυχοφθόρων τε, ὅθεν ᾠδαῖς καὶ ψαλμοῖς τε, σὲ ὑμνῶ γηθόμενος καὶ μακαρίζω σε.
πὸ πάσης ἀνάγκης καὶ συμφορᾶς ἔνδοξε, Βάρβαρε θεόφρον καὶ θλίψεως καὶ κακώσεως, καὶ ἐξ ἀνθρώπων τε, συκοφαντούντων με ῥῦσαι, καὶ ἐξολοθρεῦσαί με ζητούντων, Ὅσιε.
Θεοτοκίον.
ητορεύειν Σε γλῶσσα, οὐκ εὐπορεῖ Δέσποινα, Σοῦ τὰ μεγαλεῖα Παρθένε καὶ τὰ θαυμάσια, ὁ γὰρ ἀχώρητος, ἐν Σοὶ χωρεῖται καὶ σώζει, ὅλον με τόν ἄνθρωπον, ὁ ὤν φιλάνθρωπος.
Διάσωσον, ἐκ συμφορῶν Πάτερ Βάρβαρε τοὺς σοὺς δούλους, καὶ δαιμόνων ἐκ χαλεπῶν καὶ πάσης κακώσεως, ὡς κεκτήμενος πρὸς Θεὸν παῤῥησίαν.
πίβλεψον, ἐν εὐμενείᾳ...

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ἐν Νύσσῃ καὶ ἐν Τρύφῳ τε, καὶ πάσῃ σοφὲ Ἀκαρνανίᾳ πέφηνας, ἐκ κινδύνων πάντων τε καὶ ἐκ παθῶν χαλεπῶν Παμμάκαρ λυτρούμενος, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, ὦ Βάρβαρε θεόφρον ταῖς πρεσβείαις σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
κ τῆς πλάνης με λύτρωσαι, τοῦ ἐχθροῦ καὶ φῶς μοι κατάπεμψον, τοῦ Χριστοῦ παμμάκαρ Βάρβαρε, ὁ διὰ Χριστὸν πάντα ἀφέμενος.
Σοὺς τιμῶ πόνους Ἔνδοξε, τῆς σεπτῆς ἀθλήσεως καὶ παλαίσματα, κατ’ ἐχθρῶν θεόφρον Βάρβαρε, ὅθεν σοι βοῶ ἐκ τούτων ῥῦσαί με.
Εἰ καὶ Βάρβαρος κέκλησαι, ἀλλὰ εὐγενὴς ὑπὲρ πάντας πέφηνας, ὅθεν ῥῦσαι ἐπιθέσεως, τῆς βαρβαρικῆς παθῶν με, Ἔνδοξε.
Θεοτοκίον.
Βουληθεὶς ὁ Φιλάνθρωπος, σῶσαι τὸν πεσόντα Παρθένε ἄνθρωπον, ἐκ Σοῦ ἄνθρωπος ἐγένετο, καὶ εἰς οὐρανοὺς τοῦτον ἀνήγαγεν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
σπερ ἀετός, ὑψιπέτης Πάτερ Βάρβαρε, εἰς οὐρανοὺς ἀναγαγών σου τὸν νοῦν, τῆς κοσμικῆς ἀπάτης, σώζεις τοὺς ἱκέτας σου.
Σὲ ἐκδυσωπῶ, ἐκ δαιμόνων με διάσωσον, τῶν ἐκ μαγείας Πάτερ Βάρβαρε, ὁ ἀποπνίξας τούτους, ῥείθροις τῶν δακρύων σου.
! τῆς σῆς θερμῆς, ἀγαπήσεως πρὸς Κύριον, ζῶν ἐκ λαχάνων Τοῦτον ηὔφρανας, ὅθεν νηστείας, ἐραστήν με δεῖξον Βάρβαρε.
Θεοτοκίον.
Σὲ ἐκδυσωπῶ, Θεοτόκε πολυΰμνητε, ἐξ ἀφορήτων πόνων ῥῦσαί με, τῶν ἐκ τῶν νόσων ἀνιάτων, τυραννούντων με.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Κύριος, προειδώς σου Βάρβαρε, τὴν ψυχὴν ἐκ τῶν βροτῶν σε ἐκλέγει, καὶ ἐκ νεκρᾶς τῶν Ἀράβων θρησκείας, θεὸν ποιῆσαι ἐν χάριτι ἔνδοξε, ᾧ πρέσβευε διηνεκῶς, καὶ ἡμεῖς σὴν χαρὰν ἀπολαύσωμεν.
Νενίκηκας, τὸν ἐχθρὸν Πανεύφημε, σῇ ἀσκήσει καὶ βυθῷ ἀπωλείας, τῇ σῇ σφαγῇ παραδέδωκας ὅθεν, διπλοῖς στεφάνοις Χριστός σε ἐκόσμησε, καὶ δέδωκέ σοι τὴν ἰσχύν, τὰ ἡμῶν θεραπεύειν νοσήματα.
Μηδεὶς ποτέ, ἐνδοιαζέτω ἄνθρωπος, καὶ μηδεὶς ἀμφιβαλλέτω οὐδόλως, ὅτι ἡμῖν, ἰατρός τε καὶ ῥύστης, ἐδόθη πᾶσιν ὁ ἔνδοξος Βάρβαρος, τὰς νόσους τε τὰς χαλεπάς, ἐκ ψυχῶν καὶ σωμάτων ἰώμενος.
Θεοτοκίον.
κύκλωσαν, αἱ τοῦ βίου Δέσποινα, τρικυμίαι με καὶ ζάλαι καὶ θλίψεις, καὶ σὺν αὐτοῖς, τῆς πενίας τὸ βάρος, ἀσθενειῶν τε Ἁγνὴ τὸ ἀνίατον, καὶ δέομαί Σου Ἀγαθή, ἐκ τοῦ σάλου με τούτων διάσωσον.

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν σε Χριστιανοῖς καὶ ἀσφάλειαν, Πάτερ Βάρβαρε καὶ ἀρωγόν σε κεκτήμεθα, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ ῥῦσαι ἐξ ἐχθρῶν ἡμᾶς, καὶ ἀνομβρίας τῶν κακῶν καὶ ὀλεθρίων πολέμων τε, δώρησαι τὴν εἰρήνην, ἴασαι τοὺς νοσοῦντας, σὺ γὰρ εἶ ἡμῶν Πατήρ, πρὸς οὖν τίνα πορευσώμεθα.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μὴ παρίδῃς Ὅσιε, σῶν ἱκετῶν ἱκεσίας, ἀλλ’ εὐσπλάγχνῳ ὄμματι, πάντας ἡμᾶς οἴκτιρον, Πάτερ Βάρβαρε· τοὺς ἐν ἀσθενείαις τε κατατρυχομένους, ἀνιάτοις καὶ ἐν θλίψεσι, δεινοῖς πολέμοις τε λιμῷ τε καὶ λοιμῷ καὶ ἐν καύσωνι, μαγείαις ὀχλουμένους τε καὶ δαιμόνων ἔχθραν μὴ φέροντας, φρενῶν ἐκ τῆς βλάβης, ψυχῆς ἀσθενειῶν τε καὶ παθῶν, ἵνα χαρὰν πάντες ἔχοντες, σὲ ἀεὶ γεραίρωμεν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν κλεινὸν φρουρὸν Τρύφου, Νύσσης ὄρους τὴν δόξαν τε καὶ τὸ καύχημα, τὸν Βάρβαρον τὸν θεῖον τιμῶντες, Κτίστῃ τοῦτον τῷ ἡμῖν δόντι ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
πὸ βλάβης παντοίας, Πάτερ Βάρβαρε, ῥῦσαι τοὺς κινουμένους ἀεί, ἐν γῇ ἤ ἐν θαλάσσῃ, ἐρήμῳ ἤ ἀέρι καὶ βοᾶν σὺν σοὶ πάντοτε, τῷ ζωοδότῃ Χριστῷ, Σωτήρ, εὐλογητὸς εἶ.
Χαίρων ἔφερες Πάτερ σοῦ τὴν τρίπηχυν ἄλυσιν προσκυνῶν τε ἀεί, Τριάδα τὴν Ἁγίαν, τὴν σώσασάν σε πλάνης, καὶ γηθόμενος ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
περτέρα Ἀγγέλων, ἀνωτέρα τε κτίσεως πάσης ὤφθης Σεμνή, Θεὸν σαρκὶ τεκοῦσα, διπλοῦν τῇ φύσει ὄντα καὶ Παρθένος διέμεινας, εὐλογημένη Ἁγνή, ἡμῶν ἡ σωτηρία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
πὸ κακίας, τοῦ ἀρχεκάκου Βελίαρ, Πάτερ Βάρβαρε ῥῦσαι τὴν ψυχήν μου, ἵνα σε γεραίρω, τὸν μέγαν μου προστάτην.
Παρηγορία, τῶν αἰχμαλώτων Παμμάκαρ, καὶ τῶν ὄντων ἐν φυλακαῖς ὑπάρχεις, ὅθεν σε ὑμνοῦμεν, ὦ Βάρβαρε θεόφρον.
ἀντιλήπτωρ, ὁ ἰατρὸς ὁ προστάτης, ὁ ποιμὴν ὁ Πατὴρ ἡμῶν ὑμνείσθω, Βάρβαρος ὁ θεῖος, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σὲ δυσωπῶ, τὴν Παναγίαν Παρθένον, ἐκ θανάτου ῥῦσαι τὴν ψυχήν μου, ἵνα Σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὸν ὄντα μετ’ Ἀγγέλων, καὶ σὺν τῷ Δεσπότῃ, ἀεὶ τιμώμενον ἔνδοξον Βάρβαρον, τῆς καταδίκης ῥυσθῶμεν νῦν δυσωπήσωμεν.
λόφωτος ὑπάρχων, καὶ ὑπὲρ ἡλίου, ἀκτῖνας λάμπων μακάριε Βάρβαρε, τοὺς προσιόντας σοι πίστει οἴκτειρον δούλους σου.

Λαὸς τοῦ Τρύφου, ὕμνοις καὶ Ἀκαρνανίας, καὶ τῆς Ἑλλάδος τιμῶντές σε Ὅσιε, Ὀρθοδοξίᾳ αἰτοῦμεν στήριξον ἅπαντας.
Οὐδεὶς ἐν τῷ ναῷ σου, τῶν προσερχομένων, κατησχυμμένος θεόφρον οὐκ ἐκπορεύεται, ἀλλὰ λαμβάνει τὸ δῶρον χαίρων, ὦ Βάρβαρε.
Θεοτοκίον.
μνοῦμέν Σε Μαρία, Κεχαριτωμένη, οἱ γηγενεῖς τὴν τὸν Κτίστην κυήσασαν, σὺν Ἀσωμάτων χορείαις Σὲ μεγαλύνοντες.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.
Χαίροις αἰχμαλώτων ὁ λυτρωτής, χαίροις ἀσθενούντων ὁ ταχύπορος ἰατρός, χαίροις ὁ στεφάνοις, ἀθλητικοῖς Παμμάκαρ, στεφθεὶς παρὰ Κυρίου, Ὅσιε Βάρβαρε.
σπερ ἐθεράπευσας σὺ ποτέ, τὴν τοῦ Κωνσταντίνου θυγατέρα ἐκ τῆς δεινῆς, νόσου ἀνιάτου, ὦ Βάρβαρε θεόφρον, κἀμοὶ δὸς τὴν ὑγείαν, ὅπως γεραίρω σε.
Χαῖρε Τρύφου πόλις ἡ εὐκλεής, ὄρος Νύσσα χαῖρε καὶ εὐφραίνου πᾶσα ἡ γῆ, τῆς Ἀκαρνανίας, προστάτην κεκτημένη, τὸν Βάρβαρον τὸν θεῖον, δόξα καὶ καύχημα.
κ κινδύνων ῥῦσαι Πάτερ ἡμᾶς, τῶν τῆς γῆς, θαλάσσης καὶ ἀέρος καὶ ποταμῶν, ἐκ φρικτῶν πολέμων, καὶ πονηρῶν ἀνθρώπων, κακίας τε δαιμόνων, Ὅσιε Βάρβαρε.
Τίς οὐ θεραπεύεται προσπεσών, Βάρβαρε παμμάκαρ, τῇ εἰκόνι σου τῇ σεπτῇ, τυφλὸς χωλὸς κωφός τε, παράλυτος μαγείαν, ὁ ἔχων καὶ οἱ πάντες σὲ μακαρίζοντες.
Χαίροις μοναζόντων θεία κρηπίς, δόξα τῶν Μαρτύρων, ὁ στεφάνοις διπλοῖς στεφθείς, καὶ συμβασιλεύων, Χριστῷ εἰς τοὺς αἰῶνας, ὦ Βάρβαρε θεόφρον, σκέπε τοὺς δούλους σου.
σπερ ζωοδόχος Πάτερ πηγή, ὥσπερ Ἰορδάνης ἐκ τοῦ τάφου σου τοῦ σεπτοῦ, ὕδωρ ἀναβλύζει, τὰς νόσους θεραπεῦον, παντοίας τῶν ἀνθρώπων Ὅσιε Βάρβαρε.
Σὺν τῇ Θεοτόκῳ Πάτερ σοφέ, τῷ σεπτῷ Προδρόμῳ, Ἀποστόλοις τοῖς ἱεροῖς, Βάρβαρε, Ἀγγέλοις καὶ πᾶσι τοῖς Ἁγίοις, Χριστὸν ἀεὶ δυσώπει σώζεσθαι ἅπαντας.

Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.

ερεύς. Ὃτι σου ἐστιν…..

Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Ἐκτενής

ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το δι’ εχν·


Προσόμοια. Ἦχος β΄. Ὅτε, ἐκ τοῦ ξύλου.
Πίστει, τοὺς προστρέχοντας τῇ σῇ, σκέπῃ πανσεβάσμιε Πάτερ, ἔνδοξε Βάρβαρε, πάσης περιστάσεως ῥῦσαι πρεσβείαις σου, ἐκ παθῶν ψυχοφθόρων τε, πταισμάτων ἀμέτρων, τοὺ ἐνοχλουμένους τε ὑπὸ δαιμόνων δεινῶν, ἅμα, ἀφορήτου μαγείας, ὅπως εὐγνωμόνως τοῖς ὕμνοις, πάντες σε γεραίρομεν θεσπέσιε.

Πάντας, θεραπεύειν ὦ σοφέ, τούς τε ἀνιάτοις ἐν νόσοις καὶ ἐκ τῆς βλάβης φρενῶν, Βάρβαρε θεσπέσιε, καὶ συνοδεύεις ἀεί, τοὺς ἐν γῇ καὶ θαλάσσῃ τε, κρημνῷ καὶ ἀέρι, σκέπη, ὀρφανῶν ἀδικουμένων σὺ εἶ· ὅθεν σὲ αἰτοῦμεν δυσώπει, καὶ ἐν τῇ ἡμέρᾳ τῆς δίκης, ἅπαντες ῥυσθῶμεν τῆς κολάσεως.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου..

Δι’ Εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου