Παράκλησις Ὁσιομ.
ΙΕΡΟΥΣΑΛΗΜ Βερροίας σύν αὐτῇ.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κεκτημένοι οὐρανόθεν τὴν χάριν, πάντων πληροῦτε
εὐμενῶς τὰς δεήσεις, καὶ τῶν παθῶν ἀπείργετε τὸν τάραχον, Ἱερουσαλὴμ σεμνή, σὺν
τοῖς θείοις υἱοίς σου· ὅθεν τοὺς προστρέχοντας, τῇ σεπτῇ ὑμῶν σκέπῃ,
πειρατηρίων ῥύσασθε δεινῶν, ὡς παῤῥησίαν πρὸς Κύριον ἔχοντες.
Δόξα. Τὸ αὐτό.
Ὡς κεκτημένοι οὐρανόθεν τὴν χάριν, πάντων πληροῦτε
εὐμενῶς τὰς δεήσεις, καὶ τῶν παθῶν ἀπείργετε τὸν τάραχον, Ἱερουσαλὴμ σεμνή, σὺν
τοῖς θείοις υἱοίς σου· ὅθεν τοὺς προστρέχοντας, τῇ σεπτῇ ὑμῶν σκέπῃ,
πειρατηρίων ῥύσασθε δεινῶν, ὡς παῤῥησίαν πρὸς Κύριον ἔχοντες.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών, οὗ ἡ ἀκροστιχίς· Λιταῖς σωθείημεν ἀθλοφόρων. Γερασίμου.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγράν διοδεύσας.
Λαμπτῆρες τῆς θείας Ἀνατολῆς, Ἱερουσαλήμ τε, σὺν τοῖς
τέκνοις σου τοῖς κλεινοῖς, λύσατε παθῶν ἡμῶν τὸν ζόφον, ταῖς φωταυγέσιν ὑμῶν
παρακλήσεσι.
Ἰάσεις πηγάζουσα δαψιλεῖς, ἡ θεία σου κάρα, θεραπεύει
πᾶσαν ψυχήν, Ἱερουσαλὴμ Ὁσιομάρτυς, καὶ τῶν σωμάτων ἰᾶται παθήματα.
Τετρὰς Ἀθλοφόρων πανευκλεῶν, ἀεὶ δυσωπεῖτε, θεαρχίαν
τὴν τριφαῆ, διδόναι ἡμῖν πταισμάτων λύσιν, καὶ ἀναγκῶν πολυτρόπων ἐκλύτρωσιν.
Θεοτοκίον.
Ἀφράστως τεκοῦσα τὸν ποιητήν, φθορὰς μὲ ἁπάσης,
Ἀειπάρθενε Μαριάμ, καὶ ἐκ ψυχοφθόρων νοσημάτων, τῇ Σῇ εὐσπλάγχνῳ ῥοπῇ
ἀποκάθαρον.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἰσχυρῶς καθελόντες, τὸν νοητὸν τύραννον, Ἱερουσαλὴμ
θείοις ἄθλοις, μετὰ τῶν τέκνων σου, τούτου λυτρώσασθε, τῆς χαλεπῆς κακουργίας,
τοὺς θερμῶς προστρέχοντας, ὑμῖν ἑκάστοτε.
Σοῦ τὴν πάντιμον κάραν, ὡς θησαυρὸν ἔχουσα, Ἱερουσαλὴμ
μακάρια, ἡ πόλις Βέῤῥοια, καρποῦται πάντοτε, τὴν ἐξ αὐτῆς προϊοῦσαν, χάριν θεοδώρητον,
ὕμνον σοι ᾄδουσα.
Συμφωνίᾳ καρδίας, μιᾷ ψυχῇ ἤνυσαν, ὑπὲρ Σοῦ οἱ Μάρτυρες
Λόγε, τὰ θεῖα σκάμματα, ὧν ταῖς δεήσεσιν, ἐν ὁμονοίᾳ καὶ πίστει, ἡμᾶς
ἐνδυνάμωσον, ἐμπολιτεύεσθαι.
Θεοτοκίον.
Ὡς πυρίμορφος θρόνος, καὶ λογικὸν σκήνωμα, τοῦ
Παμβασιλέως τῆς δόξης, καὶ Παντοκράτορος, ναόν με ἔργασαι, θεογεννῆτορ Παρθένε,
τῆς Αὐτοῦ λαμπρότητος, ἵνα δοξάζω Σε.
Διάσωσον τετρὰς ἁγίων Μαρτύρων πάσης ἀνάγκης,
Ἰερουσαλήμ τε μετὰ τῶ τέκνων σου, τοὺς ἐξαιτοῦντας τὴν θείαν ὑμῶν πρεσβείαν.
Ἐπιβλέψον ἐν εὐμένεια...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Χριστῷ τῷ Θεῶ, μὴ παύσητε πρεσβεύοντες, ὦ Ἱερουσαλήμ,
μετὰ τῶν θείων τέκνων σου, διδόναι παθῶν ἴασιν, καὶ δεινῶν συμφορῶν
ἀπολύτρωσιν, τοῖς προσιοῦσιν ὑμῖν εὐλαβῶς, καὶ πόθῳ ὑμᾶς ἀεὶ γεραίρουσι.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Θησαυρὸν ὡς θεόσδοτον, Ἱερουσαλὴμ τὴν κάραν σου
ἔχοντες, καὶ πιστῶς ταύτῃ προσπίπτοντες, εὐφροσύνης θείας ἐμπιπλάμεθα.
Ἐκ κινδύνων καὶ θλίψεων, Σέκενδε λυτρώσασθε καὶ
Σεκένδικε, σὺν Κηγόρῳ τοὺς προστρέχοντας, τῇ θερμῇ πρεσβείᾳ ὑμῶν Ἅγιοι.
Ἱλασμὸν ἐξαιτήσασθε, Ἱερουσαλὴμ ἡμῖν σὺν τοῖς τέκνοις
σου, καὶ παθῶν τὴν ἀπολύτρωσιν, τοῖς ὑμῶν γεραίρουσι τὴν ἄθλησιν.
Θεοτοκίον.
Ἡ Θεόν σωματώσασα, καὶ μετὰ τὸν τόκον ἄφθορος μεὶνασα,
Θεοτόκε ἀειπάρθενε, ἐκ φθορᾶς τὸν νοῦν μου ἐλευθέρωσον.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Μάρτυς τοῦ Χριστοῦ, Ἱερουσαλὴμ Πανθαύμαστε, ἐκ θανάτου
ἁμαρτίας χαλεποῦ, τοὺς προστρέχοντας τῇ σκέπῃ σου ἀπάλλαξον.
Ἔχει πρεσβευτάς, ὑμᾶς Βέῤῥοια πρὸς Κύριον, ὢ
τετράριθμοι Τριάδος ἀθληταί· διὰ τοῦτο ὑμῖν σπεύδει μετὰ πίστεως.
Νόσων ψυχικῶν, καὶ σωμάτων ἐκλυτρούμεθα, τῇ πρεσβείᾳ
ὑμῶν Μάρτυρες Χριστοῦ, διὰ τοῦτο εὐλαβῶς ὑμῖν προσπίπτομεν.
Θεοτοκίον.
Ἄχραντε ἁγνή, Θεοτόκε ἀειπάρθενε, τὴν χρανθεῖσάν μου
καρδίαν ἡδοναῖς, ἀποκαθαρὸν τοῖς ῥείθροις τοῦ ἐλέους Σου.
ᾨδὴ στ´. Τὴν δέησιν.
Θαυμάτων, ἀναβλυστάνουσα χάριν, ὡς θεόθεν δοξασθεῖσα
ἄξιως, παῦσον ἡμῶν τὰς ὀδύνας καὶ πόνους, καὶ πειρασμῶν τὰς ἑφόδους ἀνάστειλον,
ὢ Ἱερουσαλὴμ σεμνή, τῇ θέρμῃ σου πρεσβείᾳ πρὸς Κύριον.
Λεόντων, τῶν νοητῶν τὴν μανίαν, καθ’ ἕκαστην καθ’ ἡμῶν
κινουμένων, τῇ κραταιᾷ ὑμῶν ὄντως πρεσβείᾳ, κατασυντρίψατε ἅγιοι Μάρτυρες, καὶ
ἐν εἰρήνῃ ἀληθεῖ, καὶ ἀγάπη ἡμᾶς κυβερνήσατε.
Οἱ θεῖοι, τοῦ Βασιλέως τῆς δόξης, στρατιῶται καὶ
γενναῖοι ὁπλῖται, σὺν τῷ Σεκένδῳ Σεκένδικε μάκαρ, καὶ τῷ Κηγόρῳ ἡμῶν
ἀντιλήπτορες, καὶ Ἱερουσαλὴμ ὁμοῦ, εὐμενῶς τὰς λιτὰς ἡμῶν δέξασθε.
Θεοτοκίον.
Φανεῖσα, τῶν οὐρανῶν πλατυτέρα, τὸν ἀχώρητον ἐν πάσῃ τῇ
κτίσει, ἐν τῇ γαστρί Σου ἐχώρησας Κόρη, καὶ τοῖς ἀνθρώποις ἀφράστως προήγαγες,
στενοχώριας τῶν παθῶν, τοὺς πιστῶς σὲ ὑμνοῦντας ῥυόμενον.
Διάσωσον, τετρὰς ἁγίων Μαρτύρων...
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὡς καθελοῦσα τὸν δόλιον δράκοντα, σὺν τοῖς υἱοῖς μαρτυρίου παλαίσμασιν,
Ἱερουσαλὴμ Παμμακάριστε, ἐκ τῆς αὐτοῦ κακουργίας ἀπάλλαξον, τοὺς πίστει καὶ
πόθῳ τιμῶντάς σε.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ.: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῆ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπὸ τῶν
ἀνθρώπων, ἐπιβαλοῦσι γὰρ ἐφ' ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες
εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ
ὀνόματός μου. Ἀποβήσετε δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν,
μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται
ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ
ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ
ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομα μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ
μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στίχ.: Ἐλεησόν με ὁ
Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Ὅμιλε θεόληπτε, τῶν τετραρίθμων Μαρτύρων, Ἱερουσαλὴμ
σεμνή, Σέκενδε καὶ Κήγορε καὶ Σεκένδικε, πειρασμῶν λύσατε, τὰς ἐπαναστάσεις,
καὶ εἰρήνην ἀστασίαστον, ἡμῖν αἰτήσασθε, καὶ παθῶν παντοίων τὴν ἴασιν, καὶ τῶν
πταισμάτων ἄφεσιν, παρὰ τοῦ τῶν ὅλων δεσπόζοντος, ἡμῖν τοῖς ἐν πίστει,
προστρέχουσιν ὑμῶν τῇ ἀρωγῇ, καὶ τὸν ὑμᾶς στεφανώσαντα, Κύριον δοξάζουσι.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου
τοῦ Τροπαιοφόρου,
Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας,
Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε,
ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὄμβροις θείων χαρίτων, τῆς θερμῆς σου πρεσβείας πρὸς
τὸν Φιλάνθρωπον, τὸ πῦρ τῶν νοσημάτων, καὶ τῶν παθῶν τὴν φλόγα, Ἀθληφόρε
κατάσβεσον, τῶν ἐκζητούντων πιστῶς, τὴν σὴν ἐπιστασίαν.
Ῥῶσιν δίδοσθε θείαν, καὶ ὑγείαν ψυχῆς τε ὁμοῦ καὶ
σώματος, καὶ πᾶσαν εὐεξίαν, καὶ βίου εὐπραγίαν, Ἀθλοφόροι αὐτάδελφοι, τοῖς
ἀνυμνοῦσιν ὑμῶν, τὰς θείας ἀριστείας.
Ὡς ἐν φύσει καὶ πίστει, ἡνωμένοι ἐν πᾶσιν ἅγιοι
Μάρτυρες, ἡμᾶς ἐν ὁμονοίᾳ, βιοῦν καὶ πολιτείᾳ, καθαρᾷ ἀξιώσατε, τοὺς προσιόντας
θερμῶς, ὑμῶν τῇ ἀντιλήψει.
Θεοτοκίον.
Νοῦν μοι σώφρονα δίδου, καὶ κατάνυξιν Κόρη ἐν τῇ καρδίᾳ
μου, ὡς ἄν ἐν μετάνοιᾳ, διέλθω τῆς ζωῆς μου, τὸ ὑπόλοιπον Ἄχραντε, καὶ τῆς
ἀλήκτου χαρᾶς, μετὰ τὸ τέλος τύχω.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Γενοῦ μοι Μάρτυς, καταφυγὴ ἐν ἀνάγκαις, τῷ προστρέχοντι
τῇ σῇ πρεσβείᾳ, Ἱερουσαλήμ, ὡς λιμένι ἀκυμάντῳ.
Ἔργοις ἐνθέοις, κατακοσμεῖσθαι ἐν πᾶσιν, ἀξιώσατε ἡμῶν
τὴν πολιτείαν, τρίστιχε χορεία, Μαρτύρων αὐταδελφων.
Ἀσθενημάτων, ἴασιν δίδοσθε πᾶσι, καὶ ἐκλύτρωσιν
πολυειδῶν κινδύνων, Μάρτυρες Κυρίου, ἡμῖν ἐκδυσωποῦμεν.
Θεοτοκίον.
Σῶσόν με, Κόρη, τῆς ὀλεθρίου μανίας, τοῦ ἀλάστορος τοῦ
κατ’ ἐμοῦ λυττῶντος, καὶ ῥῦσαι τὸν νοῦν μου, τῆς τούτου ἐπηρείας.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ἱλέωσαι τὸν Κτίστην, ἡμῖν μακαρία, ὡς ἂν πταισμάτων τὴν
ἄφεσιν λάβωμεν, καὶ ἐναρέτως ἐν κόσμῳ πολιτευσώμεθα.
Μαρτύρων θεῖον στῖφος, πρὸς τῶν μαρτυρίων, τῶν θεϊκῶν
τὴν ὁδὸν κατευθύνατε, τοὺς τὴν σεπτὴν ὑμῶν ἄθλησιν μακαρίζοντας.
Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦντες, θεοειδεῖς Ἀθληφόροι
τετράριθμοι, ἐκ σκοτασμοὺ παθημάτων ἡμᾶς λυτρώσασθε.
Θεοτοκίον.
Ὑψίστου θεῖε θρόνε, Κεχαριτωμένη, ἐξ ἐννοιῶν ψυχοφθόρων
ἀνύψωσον, πρὸς ἀρετῶν ἀναβάσει τὸν νοῦν μου δέομαι.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις τῶν Μαρτύρων τετρὰς σεπτή, Ἱερουσαλήμ τε, καὶ
Σεκένδικος ὁ κλεινός, Σέκενδε θεόφρον, καὶ Κήγορε τρισμάκαρ, ἡμῶν πρὸς τὴν
Τριάδα, πρέσβεις ἀκοίμητοι.
Ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, μετὰ τῶν υἱῶν σου,
ἀνδρικῶς Ἱερουσαλήμ, καὶ τῆς ἄνω δόξης, σὺν τούτοις ἠξιώθης, μεθ’ ὧν καὶ
εὐμενίζου, ἡμῖν τὸν Κύριον.
Τέσσαρσιν ἐν σώμασιν ἐν μιᾷ, ψυχῇ ἠθληκότες, ἀληθῶς
Ἱερουσαλήμ, μετὰ τῶν υἱῶν σου, ὁμοῦ βραβείων ἴσων, παρὰ τοῦ Ἀθλοθέτου, κατηξιώθητε.
Χαίροις αὐταδέλφων τριὰς σεπτή, παῖδες τοῦ Κυρίου, καὶ
πανθαύμαστοι ἀθληταί, Σέκενδε τρισμάκαρ, Σεκένδικε θεόφρον, καὶ Κήγορε Τριάδος
ὁπλῖται ἄριστοι.
Ῥύσασθε κινδύνων καὶ πειρασμῶν, Ἱερουσαλήμ τε, καὶ
Σεκένδικος ὁ κλεινός, Σέκενδε θεόφρον, καὶ Κήγορε παμμάκαρ, τοὺς τῇ σεπτῇ
πρεσβείᾳ, ὑμῶν προστρέχοντας.
Τοὺς ὑμᾶς τιμῶντας πανευλαβῶς, Ἱερουσαλήμ τε, σὺν τοῖς
τέκνοις σου τοῖς τρισί, πάσης δυσπραγίας, καὶ πόνων καὶ κινδύνων, φυλάττετε
ἀτρώτους, ὑμῶν δεήσεσι.
Πᾶσαι τῶν Ἀγγέλων...
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα...
Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,*
Κύριε, ἐλέησον ἡμᾶς,* πάσης
γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι
τήν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ
ἁμαρτωλοί προσφέρομεν,*
ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν
Χριστιανῶν.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Στῖφος τετραρίθμων Ἀθλητῶν, Ἱερουσαλὴμ μακαρία, μετὰ
τῶν τέκνων σου, Κήγορε Σεκένδικε, καὶ θεῖε Σέκενδε, πάσης βλάβης καὶ θλίψεως,
καὶ πάσης ἀνάγκης, ἀσινεῖς τηρήσατε, ὑμῶν δεήσεσι, πάντας τοὺς πιστῶς
προσιόντας, τῇ σεπτῇ ὑμῶν προστασίᾶ, Μάρτυρες Χριστοῦ ἀξιοθαύμαστοι.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ Εὐχῶν.
Δίστιχον·
Τετράριθμον σύστημα ὑμῖν προστρέχει,
Γεράσιμος αἴτησιν ὑμῖν προσάγων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου