Παράκλησις ΟΣΙΩΝ 99
ΠΑΤΕΡΩΝ ΚΡΗΤΗΣ.
Ἡ μνήμη
αὐτῶν τῇ 7η Ὀκτωβρίου.
Ποίημα Γερασίμου
Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὐψωθείς ἐν τῶ Σταυρῷ.
Τὸν πολυάριθμον χορὸν τῶν Ὁσίων, τῶν ἐκλαμψάντων ἐν τῇ
Κρήτῃ ἐνθέως, θερμῶς καθικετεύσωμεν βοῶντες πρὸς αὐτοὺς· πολυτρόπων θλίψεων καὶ
ποικίλων κινδύνων, ἀσινεῖς τηρήσατε, θεοφόροι Πατέρες, τοὺς ἀδιστάκτῳ πίστει
καὶ στοργῆ, τῆ ἱερᾶ ὑμῶν σκέπῃ προστρέχοντας.
Δόξα.
Ὡς τοῦ Προδρόμου μιμητὴς Ἰωάννη καὶ κοινωνὸς τῶν
χαρισμάτων τοῦ Λόγου, ἐκ τοῦ σεπτοῦ πληρώματος τῆς χάριτος τῆς σῆς, δωρεὰν
πρυτάνευσον ἀρωγῆς σου τὸν πλοῦτον καὶ τῆς προμηθείας σου τὴν θεόσδοτον χάριν,
τοῖς αἰτουμένοις, Πάτερ εὐλαβῶς, τῆς προστασίας σου τὴν ἐπισκίασιν.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε...
Ὁ Ν´
Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς· Πληθύς με σώζοις τῶν ἐν
Κρήτῃ Ὁσίων. Γερασίμου.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πληθὺς πολυώνυμε καὶ σεπτή, τῶν διαλαμψάντων ἐν τῇ
Κρήτῃ ἀσκητικῶς, πολύολβον χάριν οὐρανόθεν, τοῖς πολλαχῶς σε τιμῶσι χορήγησον.
Λαμπτῆρες ἀδύτου μαρμαρυγῆς, διὰ πολιτείας γεγονότες
ἀγγελικῆς, φωτὸς οὐρανίου κληρονόμους, δι’ ἐναρέτου ζωῆς ἡμᾶς δείξατε.
Ἡ ἕνωσις ὄντως ἡ θεαυγής ὑμῶν,
θεοφόροι, διεστώτων συναρμογῇ καὶ σύστασις θείας συμφωνίας, πρόκειται πᾶσι
σαφεῖ ὑποδείγματι.
Θαυμάτων τὴν χάριν πεπλουτηκώς, πάτερ Ἰωάννη, ὡς τῆς
χάριτος θησαυρός, θαυμάστωσον θείας ἀρωγῆς σου, τοῖς σοῖς οἰκέταις τὴν θείαν
ἐνέργειαν.
Θεοτοκίον.
Ὑψίστου ἀνάκτορον ὑψηλόν, ὕψωσον τὸν νοῦν μου, ἐκ
κοπρίας τῆς τῶν παθῶν καὶ πρὸς ἀπαθείας τὰς ὑψώσεις, Θεογγεννῆτορ, ὑψόθεν με
ἴθυνον.
Ὠδὴ γ΄. Οὐρανίας ἀψίδος.
Συνδρομὴ μακαρία, ὡς ἀληθῶς ὤφθητε, Ὅσιοι Πατέρες,
ἐμφρόνως ὁμονοήσαντες, ὅθεν συνδράμετε καὶ πρὸς ὁμόνοιαν θείαν καὶ στεῤῥὰν
ἑνότητα ἡμᾶς ἀγείρατε.
Μετανοίας τὴν τρίβον, τὴν τῆς ζωῆς εἴσοδον, οἷα ὁδηγοὶ
πρὸς τὰ κρείττω ἐξωμαλίσατε, τοῖς προσιοῦσι ὑμῖν, οἱ τὴν στενὴν εὐθυπόρως
ἀτραπὸν ὁδεύσαντες, Πατέρες Ὄσιοι.
Ἐπιβαίνων ὁσίως τοῖς Ἡλιοὺ ἴχνεσιν, ἐρημοπολίτης
ἐδείχθης, θείῳ σου ἔρωτι, ὦ Ἰωάννη σοφέ, ὅθεν κἀμὲ ἐρημίας, πάσης παραβάσεως
ῥῦσαι καὶ σῶσόν με.
Θεοτοκίον.
Σωτηρίας κρηπίδα καὶ ἀσφαλῆ ἄγκυρα, τὴν Σὴν κραταιὰν
προστασίαν πλουτήσας, Δέσποινα, οὐ δειλιάσω ποτέ, τὰς τοῦ ἐχθροῦ πανουργίας,
ἀλλὰ τῇ δυνάμει Σου τούτων ῥυσθήσομαι.
Διάσωσον ἡ τῶν ἐν Κρήτῃ Ὁσίων χοροστασία, ἐκ παντοίων
συμπτωμάτων καὶ θλίψεων, τοὺς ἀφορῶντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἐπίβλεψον...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται ἡμῶν καὶ ἔφοροι ἀκοίμητοι καὶ σκέπη στεῤῥά
καὶ βοηθοὶ θερμότατοι, Πατέρες οὐρανόφρονες, πειρασμῶν γεηρῶν ἀπαλλάξατε, τοὺς
πεποιθότας ὑμῖν ἀτενῶς, πταισμάτων τὴν ἄφεσιν παρέχοντες.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς θερμοὶ ἀντιλήπτορες, τῶν προσκαλουμένων ὑμᾶς
ἑκάστοτε, τὴν λαμπρὰν ὑμῶν προμήθειαν, ἀφ’ ἡμῶν μηδόλως ἀποστήσητε.
Ζωηφόροις δεήσεσι, τὰς θανατηφόρους νόσους νεκρώσατε
καὶ ὑγείαν χορηγήσατε ἡμῖν τὴν κατ’ ἄμφω, παμμακάριστοι.
Οὐρανόθεν προκύψατε, τὰς ἱκετηρίους φωνὰς δεχόμενοι,
τῶν αἰτούντων ἐν ταῖς θλίψεσι, τῆς ὑμῶν προνοίας τὴν χρηστότητα.
Ἱλασμὸς καὶ ἀνάψυξις, ταῖς κεκακωμέναις ὁρμαῖς τοῦ
ὄφεως, γενηθήτω ταῖς πρεσβείαις σου, πάτερ Ἰωάννη ἡ ἐνέργεια.
Θεοτοκίον.
Συμπαθείας με κρείττονος, ἡ τὸν εὐσυμπάθητον Λόγον
τέξασα, Θεοτόκε καταξίωσον, ἵνα μακαρίζω Σε σωζόμενος.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Τίμιος ὑμῶν ἀναδέδεικται ὁ θάνατος, ἀσκηταὶ Χριστοῦ
θεόληπτοι, ὅθεν πάσης ἀτιμίας ἡμᾶς ῥύσασθε.
Ὡς ἑνοειδής συναυλία πλείστοις σώμασι, κοσμικοῖς
πολυσχιδίας ἐμπαθοῦς, πρὸς ἑνότητα ζωῆς ἡμᾶς ἀθροίσατε.
Νέκρωσον ἡμῶν, Ἰωάννη θεοδόξαστε, τὴν ὀργῶσαν ἁμαρτίαν τῆς
σαρκός καὶ θανάτου ψυχικοῦ ἡμᾶς ἐξέγειρον.
Θεοτοκίον.
Ἔλαμψεν ἐκ Σοῦ ὁ Ὑπέρθεος, Πανάμωμε, ἐν μορφῇ τῇ καθ’
ἡμᾶς δίχα τροπῆς καὶ ἐχθροῦ τὴν δυναστείαν ἐτροπώσατο.
Ὠδὴ στ΄. Τὴν δέησιν.
Ναμάτων ζωαρχικῶν πληρούμενοι, οὐρανίου εὐφροσύνης τὴν
δρόσον καὶ τῆς εἰρήνης τὰ ἔνθεα ῥεῖθρα, ποταμηδὸν, θεοφόροι, ἐλβλύσατε, τοῖς
θλιβομένοις ἀπηνῶς, προσβολαῖς τοῦ δεινοῦ κοσμοκράτο-ρος.
Κυμάτων βιωτικῶν τοὺς λαίλαπας καὶ δεινῶν πειρατηρίων
τὴν ζάλην, κυοφοροῦσαν ἡμῖν ἀγωνίας καὶ τὴν ἀπώλειαν ἤδη ὠδίνουσαν, οἷα λιμένες
τῶν πιστῶν, εἰς γαλήνην, Πατέρες, ἀγάγετε.
Ῥημάτων ἐκπληρωταὶ τῆς χάριτος, θεϊκῶν δικαιωμάτων
ἐργάτας καὶ πληρωτὰς ἐνταλμάτων ἀχράντων, ὁλοσχερεῖ διαθέσει ἐργάσασθε, τοὺς
μακαρίζοντας ὑμᾶς, θεοφόροι Πατέρες μακάριοι.
Ἡ χάρις σε τοῦ Σωτῆρος ἔθαλπε, τὴν τοῦ σώματος
γυμνότητα φέρειν, ὅθεν ἡμᾶς νοερῶς γυμνωθέντας, τῇ σωστικῆ σου πρεσβείᾳ
περίθαλψον καὶ ἀρετῶν καταστολαῖς, Ἰωάννη, τοὺς δούλους σου ἔνδυσον.
Θεοτοκίον.
Τὴν ἄστεκτον καὶ ὑπέρθεον φύσιν, δεξαμένη ἐν γαστρί Σου
Παρθένε, δίχα φθορᾶς μετὰ σώματος τίκτεις, ὅν ὁ Πατὴρ πρὸ αἰώνων ἐγέννησεν,
ἀναγεννήσεως καινῆς, ἀξιοῦντα τοὺς Σὲ μακαρίζοντας.
Διάσωσον ἡ ἐν Κρήτῃ Ὁσίων χοροστασία, ἐκ παντοίων
συμπτωμάτων καὶ θλίψεων, τοὺς ἀφορῶντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἄχραντε...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Πολυστέλεχε δῆμε καὶ πάντιμε, καθαρώτατα σκεύη τοῦ
Πνεύματος, οἱ τῶν Ἀγγέλων κοινωνοί, Πατέρες εὐκλεεῖς, ἐν πειρασμοῖς ἀναψυχή καὶ
ἐν ταῖς νόσοις ἰατροί, τοῖς βοῶσι γενήθητε. Σπεύσατε οὐρανόθεν καὶ λύσατε τὴν
μανίαν καὶ τὰς δεινὰς ἐπιφοράς, τὰς καθ’ ἡμῶν τοῦ πολεμήτορος.
Προκείμενον: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται, ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στίχος. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα. Ταῖς τῶν Σῶν Ὁσίων……
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου……
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος.Ἐλέησόν με ὁ Θεός,……
Δῆμε πολυάριθμε, θεοειδὴς συναυλία, ἱερὲ κατάλογε, σύνταγμα ὁμόψυχον καὶ
θεόλεκτον· ἀσκηταὶ Ὅσιοι, μοναστῶν κανόνες, ἐν ἀγάπῃ καὶ χρηστότητι ἡμᾶς
ἑνώσατε, τῆς φιλαδελφίας τὸν σύνδεσμον, τηρεῖν ἀδιαχώριστον καὶ σκανδάλων λύειν
τὰ αἴτια· ἵνα ὁμοφρόνως εὐάρεστοι γενόμενοι Θεῷ, ἐν παῤῥησίᾳ δοξάσωμεν, τὸν
ὑμᾶς δοξάσαντα.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ χορός:
Ἀμήν.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἠθροισμένοι ἐνθέως, τῇ τοῦ λόγου ἀγάπῃ, Πατέρες Ὅσιοι,
συντάξατε νομίμως ἡμᾶς ἐκλελυμένους, ἐπηρείᾳ τοῦ ὄφεως, τοῦ ὁμοφώνως βοᾷν·
Χριστὲ εὐλογητὸς εἶ.
Οἱ τὸ ἄφθαρτον ὕδωρ, ἐκ πηγῶν αἰωνίων, Πατέρες,
βλύζοντες, τὴν φλόγα τῆς ἀπάτης καὶ πῦρ τῆς ἐμπαθείας, ἐν ἡμῖν κατασβέσατε· καὶ
τὰς ἐννοίας ἡμῶν, δροσίσατε ἀΰλως.
Συμφορῶν τὰς ὀδύνας, ἀναγκῶν τὰς ἀνίας, παθῶν τὸν
τάραχον, σαρκὸς τὰς ἀλγηδόνας καὶ τῶν ψυχῶν τὰ βάρη, ἐξ ἡμῶν ἀπελάσατε, τῶν
εὐφημούντων ἡμῶν, Πατέρες, τοὺς ἀγῶνας.
Ἰατὴρ ἀσθενούντων, χορηγὸς ἀπορούντων τῶν ὑπὲρ ἔννοιαν,
πυρσὸς θαλαττευόντων καὶ ὅρμος τῶν ἐν ζάλῃ, Ἰωάννη, γεγένησαι. Διὸ βοήθει
κἀμοί, πάντοθεν βαλλομένῳ.
Θεοτοκίον.
Ὡραιόμορφε Κόρη, ἡ τὸν κάλλει ἀσύγκριτον Υἱὸν τέξασα,
ψυχῆς μου τὰς ἀμόρφους ὡράϊσον ἰδέας καὶ βοῶντά με φώτισον· εὐλογημένη σὺ εἶ,
Θεὸν σαρκὶ τεκοῦσα.
Ὠδὴ η΄. Τὸν Βασιλέα.
Νομίμου βίου καὶ καθαρᾶς πολιτείας, πρὸς ἐγρήγορσιν
ἐγείρατε, Πατέρες, τοὺς κεκαρωμένους ὕπνῳ τῆς ῥαθυμίας.
Γεηπονοῦντες ἁμαρτημάτων τὴν λύσιν, τοῖς προστρέχουσιν
ὑμῶν τῇ ἀντιλήψει, ῥύσασθε Πατέρες, ἡμᾶς τῆς ἐξαπάτης.
Ἐξ ἀφροσύνης καὶ ἐφαμάρτου ἁγνοίας, διασώσατε ἀλύμαντον
τὸν νοῦν μου, γνώσει καὶ φρονήσει φρουροῦντές με, Πατέρες.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, τοῖς τὸ ἔλεος
τὸ σὸν ἐπιζητοῦσι· σὺ γὰρ Ἰωάννη, θαυμάτων βρύεις ῥεῖθρα.
Θεοτοκίον.
Ἀγεωργήτως τὸν ποιητὴν τῶν αἰώνων γεωργήσασα Ὑπερευλογημένη, κατάκαρπόν με
δεῖξον ἐν ἀρεταῖς ἁγίαις.
Ὠδὴ θ’. Κυρίως Θεοτόκον.
Συνόντες, θεοφόροι, τάξεσιν ἀΰλοις, ἐξ ὑλικῶν καὶ ἀΰλων
κακώσεων καὶ πολυπλόκων κινδύνων ἡμᾶς λυτρώσασθε.
Ἰάσεων τὸν πλοῦτον νέμοντα πλουσίως, τὰ ἱερὰ ὑμῶν
λείψανα, Ὅσιοι, ταῖς δωρεαῖς ταῖς ἀῤῥήτοις ἡμᾶς πλουτίζουσι.
Μεγίστων χαρισμάτων κατηξιωμένος, ὁ τῶν Ὁσίων κατάλογος
μέγιστος, μεγίστης δόξης μετόχους ἡμᾶς ἀνάδειξον.
Ὁ τῆς χάριτος τῆν κλῆσιν φέρων, Ἰωάννη, χάριτος θείας
ῥανίδα μοι ὄμβρισον καὶ δωρεὰν σεσωσμένον δεῖξόν με, Ὅσιε.
Θεοτοκίον.
Ὑπέρφωτε λυχνία, Κεχαριτωμένη, τῆς μετανοίας τὸ φέγγος
μοι αὔγασον καὶ κληρονόμον με δεῖξον τῆς ἄνω λήξεως.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Τοὺς συνηθροισμένους γνώμῃ στεῤῤᾷ καὶ ὁμοφροσύνῃ
διαπρέψαντας ἀκραιφνεῖ· τοὺς ἐν νήσῳ Κρήτῃ, ὡς εἶς σώμασι πλείστοις, λαμπρῶς
ἀγωνισθέντας, Πατέρας μέλψωμεν.
Χαίροις θεοφόρε παρεμβολή, πανοσία φάλαγξ, ἐκκλησία
ἀσκητική· χαίρετε ἀστέρες ἐνθέου ἁρμονίας, Πατέρες θεοφόροι, Ἀγγέλων σύσκηνοι.
Ζήλῳ ἡσυχίας κατατρωθείς, ὤφθης ἰχνηλάτης τοῦ Προδρόμου
ὡς ἀληθῶς, ὅθεν Ἰωάννη, πράξει καὶ θεωρίᾳ σαφῶς εὐδοκιμήσας, λαμπρῶς δεδόξασαι.
Γύμνωσιν τοῦ σώματος ἐνεγκών, τοῦ ἐχθροῦ τελείως
ἀπεγύμνωσας τὰς βουλάς· ὅθεν γυμνωθέντα, κἀμὲ δι’ ἀγνωσίαν, ἔνδυσον Ἰωάννη,
χιτῶνα χάριτος.
Πόνοις ἰσάγγελου διαγωγῆς, ὄρη τὰ τῆς Κρήτης ἠγιάσατε
μυστικῶς· ἡμῖν δὲ θεοφόροι, ἁγιασμὸν καὶ χάριν, ἐκ τοῦ σεπτοῦ τεμένους ὑμῶν
βραβεύσατε.
Ἤδη συνεστῶτες τοῖς νοεροῖς καὶ τὴν ὑμνῳδίαν
ἀναφέροντες τῷ Θεῶ, πάρεστε, Πατέρες, ἡμῖν ἐν ταῖς ἀνάγκαις καὶ ὥρᾳ τοῦ θανάτου
ἀρωγοὶ ἕτοιμοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς
τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πλήθη ἀναγκῶν καὶ συμφορῶν καὶ ἀλλεπαλλήλων κινδύνων,
ἔφοδοι ἔπνευσαν καὶ περιταράσσουσιν ἡμῶν τὴν ὕπαρξιν καὶ τελείαν ἀπώλειαν ἡμῖν
ἀπειλοῦσιν, ὅθεν διασώσατε τῆς τούτων ῥύμης ἡμᾶς· πύργοι γὰρ ἡμῖν σωτηρίας καὶ
παραμυθία ἐν βίῳ, Ὅσιοι Πατέρες, ἀνεδείχθητε.
Πλήρης συμπαθείας ὧν θερμῆς, πλήρης ἀγαθότητος, Πάτερ,
καὶ ἱλαρότητος, πλήρωσον δεόμεθα τὰς παρακλήσεις ἡμῶν· τῶν πταισμάτων
αἰτούμενος τὴν λύσιν θεόθε, καὶ τὴν ἀπολύτρωσιν ἐπερχομένων δεινῶν· σὺ γὰρ
βοηθὸς, Ἰωάννη, τῶν χειμαζομένων ἐδείχθης καὶ τῶν σὲ τιμώντων πρέσβυς ἄριστος.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου