Παράκλησις Ἀποστόλου
ΙΟΥΔΑ ΘΑΔΔΑΙΟΥ.
Ἡ μνήμη
αὐτοῦ τήν 19ην Ἰουνίου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Συνοδοιπόρος τοῦ Χριστοῦ θεοφόρος, πλουσίαν χάριν παρ’
Αὐτοῦ ἐκκομίσω, τοῦ ἐνεργεῖν παράδοξα Ἰούδα μοι· ὅθεν ταῖς πρεσβείαις σου,
πολυμόρων κινδύνων, ἐκ παντοίων θλίψεων καὶ δαιμόνων μαντείας, φύλαττε ζῶντας
ἅπαντας ἡμᾶς, τοὺς σὲ μεσίτην πρὸς Κύριον ἔχοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν
οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων
κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ
σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´
Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὑ ἡ Ἀκροστοιχίς: Εὔφρανον Θαδδαῖε θείᾳ χάριτί σου, Εὐάγγελον μέλψαντα τὴν ἄθλησίν σου.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐχθρῶν ἀνηκέστων τὰς προσβολὰς δεχόμενος, Ἅγιε, τῇ
θερμῇ σου ἐπισκοπῇ προσβλέπω δεόμενος, ῥυσθῆναι τῆς φοβερᾶς μοι, θεάδελφε,
θλίψεως.
Ὑπάρχων πολύτιμος ἀρωγὸς, δαιμόνων φατρίας καὶ ἁπάσης ἐπιδρομῆς, ἡμᾶς
ἀκεραίους διατήρει, ταῖς σαῖς πρεσβείαις, Θαδδαῖε μοι Ἅγιε.
Φλογίσματα πάθους ὡς ὑετὸς, ἡμῖν κατασβέσας καὶ
χαρίεσαν τὴν ζωὴν ὑπεσχέθης ἅπασι, Θαδδαῖε, αἴτει ἡμῖν τῶν πταισμάτων τὴν
ἄφεσιν.
Θεοτοκίον.
Ῥυσθῆναι ἡμᾶς ἐκ τοῦ πονηροῦ, τῶν πάντων προστάτις, Θεοτόκε, Χριστιανῶν,
προστάτευε ἅπαντας, Δέσποινα, τῶν ἀδυνάτων ψυχὰς προσελθόντων Σοι.
Ὠδὴ γ΄. Οὐρανίας ἀψίδος.
Παθημάτων ποικίλων καὶ φοβερῶν θλίψεων, πάντας
θεραπεύσας, θεόφρων, τούς προσελθόντας σοι· οὕτως ἀπάλλαξον, πάσης φροντίδος
καὶ πόνου, Ἅγιε Θαδδαῖε μοι, τοὺς σὲ δοξάζοντας.
Πῦρ ὁ φθόγγος σου ὤφθη καὶ δαψιλῶς φρίττουσι πάντων τῶν
δαιμόνων τὰ στίφη, δυνάμει μείζονι· ὅθεν κατάστειλον, τὴν τῶν παθῶν ἡμῶν
στήλην, Ἅγιε Ἰούδα μοι, τῇ παρουσίᾳ σου.
Ἀσφαλέστατον τεῖχος καὶ συμπαγὲς ἔρεισμα καὶ ἀναψυχὴ ἐν
ἀνάγκαις καὶ καταστάσεσι γενοῦ, Ἰούδα μοι· τῇ ἀγαθῇ σου καρδίᾳ, σπεύδουσι
ἑκάστοτε, οἱ σὲ δοξάζοντες.
Θεοτοκίον.
Ῥάβδος ὤφθης ἁγία, πάντας Χριστῷ ἄγουσα, ὥσπερ Ἠσαΐας
προεῖπε Ἁγίω Πνεύματι, Κόρη πανένδοξε· διὸ τῇ Σῇ μεσιτείᾳ, τὸ σκιῶδες φώτισον
τῆς διανοίας μου.
Διάσωσον, θαυματουργὲ καὶ θεόπτα πάσης ἀνάγκης καὶ
μαντείας τοῦ πονηροῦ ἀλγομήτορος, τοὺς σὲ τιμῶντες, Θαδαῖε μοι ἀθλοφόρε.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος
κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου το άλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Κακίστου ἐχθροῦ ἐδείχθης ἰσχυρότερος καὶ πάντας, σοφὲ,
κατέπληξας τοῖς ἔργοις σου· καὶ νῦν, μάκαρ, προΐστασο τῶν πιστῶς προσελθόντων
εἰς χεῖρας σου καὶ τὸν Σωτήρα δυσώπει ἀεὶ, διδόναι ἡμῖν
πταισμάτων ἄφεσιν.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θείαν χάριν δεξάμενος, τῇ διακονίᾳ Χριστοῦ
πρεσβεύοντας, ἀπαυγάζεις τὴν ζωὴν ἡμῶν, μάκαρ, μὴ παρίδης πάσης θλίψεως.
Ἀλγηδόνων παθήσεων λύτρωσε, Θαδαῖε μοι, τῇ πρεσβείᾳ
σου, τοὺς προστάτην καὶ μεσίτην σε κεχριμένους, μάκαρ, πρὸς τὸν Κύριον.
Τεθνεώτας σοι ἤγειρας, τῇ ζωοποιῷ ἐλεύσει σου, Ἅγιε·
οὕτω ἀνάστησον, Θαδδαῖε μοι, νεκρωθεῖσαν, μάκαρ, τὴν καρδίαν μου.
Θεοτοκίον.
Ἰησοῦν τὸν πανέντιμον, Ὅν ἀκαταλήπτως, Κόρη, ἐκράτησας, καθικέτευε
χαρίσασθαι τῶν πλημμελημάτων ἡμῖν ἄφεσιν.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔχοντες τὴν σὴν προστασίαν οὐ πτοούμεθα, τῶν δαιμόνων
καθ’ ἡμῶν τὰς προσβολὰς, διὰ τούτο σοι προσφεύγομεν, Ἰούδα μοι.
Ἔλαμψας ὡς φῶς καὶ ἀκτῖσι τῶν θαυμάτων σου, διαλύεις
τὴν σκοτόδινον ἀεὶ τῶν λαθῶν ἡμῶν, Θαδδαῖε μοι λαμπρότατε.
Μέγας βοηθὸς ἠξιώθης ἡμῖν, Ἅγιε, διὰ τοῦτο σοὶ εὐχόμεθα θερμῶς, ἀνελοῦ ἡμᾶς
κακώσεως καὶ θλίψεως.
Θεοτοκίον.
Ἄχραντε Ἀγνὴ, Θεοτόκε Ἀειπάρθενε, ἐξελοῦ ἡμᾶς πολλῶν τε
πειρασμῶν· Σὺ εἷ Μήτηρ τοῦ Θεοῦ ἡμῶν Πανάγαθος.
Ὠδὴ στ΄. Τὴν δέησιν.
Σωμάτων ἔκβαλε πόῤῥω τὰ ἄλγη, τῶν πρὸς σὲ μετὰ σπουδῆς
προσελθόντων καὶ τῶν ψυχῶν ἀσωτείας τὸ βάρος, τὸ καταθλίβον ἡμᾶς ἀνακούφισον,
Θαδδαῖε μοι θαυματουργὲ, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.
Ῥυσθῆναι τοῦ μοχθηροῦ πανουργίας καὶ ἁπάσης ἀπειλῆς καὶ
κακίας καὶ σκληροτάτων ἡμᾶς συμπτωμάτων, Χριστὸν δυσώπει, παμμάκαρ Ἰούδα μοι,
ὅτι ἀρίστην πρὸς Αὐτὸν παῤῥησίαν κρατεῖς, ἁγιώτατε.
Τῶν παθῶν δαψιλῶς, ἀστερόπτα, ἀνεδείχθης ἰατρὸς καὶ
προστάτης, τῶν πληγωμένων θερμὸς ἀντιλήπτωρ καὶ ἐλατὴρ τῶν δαιμόνων, Θαδδαῖε
μοι· προσφεύγοντες πάντες ὑμῖν, ἀρωγὴν καθ’ ἑκάστην προσμένομεν.
Θεοτοκίον.
Σοὶ πάντες ἀναφωνοῦμεν, Παρθένε, καὶ βοήθειαν ἑτοίμην
ζητοῦντες, πάσης ἀνάγκης τῷ βίῳ καὶ πάντες τῇ χάριτί σου ἐνθέως λυτρούμεθα,
Θεοσωτῆρα Μαριάμ· διὰ τοῦτο ἀεὶ Σὲ γεραίρομεν.
Τὴν δέησιν ἐκχεῶ, θεόπτα, πάσης ἀνάγκης καὶ κακίας τοῦ μοχθηροῦ πολεμήτορος
καὶ δυσωπῶ σὲ θεάδελφε, ἀθλοφόρε.
Ἄχραντε Ἁγνή, Θεοτόκε Ἀειπάρθενε, τήν νοσοῦσάν μου τοῖς πάθεσι ψυχήν,
θεραπείας τῇ Σῇ χάριτι ἀξίωσον.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τῆς τῶν αἱμάτων σου.
Τοῖς τῶν θαυμάτων σου, μάκαρ, πυρσεύμασιν, ἀποδιώκεις
παθῶν τὴν ἐπίθεσιν καὶ βρῶσιν καὶ χάριν οὐράνιον καὶ χαρμοσύνην παρέχεις,
Θαδδαῖε μοι, διὸ ἐξυμνοῦμεν σε ἅπαντες.
Προκείμενον: Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καί οἱ
Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Ματθαῖον.
Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ο Ἰησοῦς τοὺς δώδεκα μαθητὰς Αὐτοῦ, ἔδωκεν
αὐτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν
πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς
λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε·
πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ
κηρύσσετε λέγοντες· ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε,
λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε,
δωρεὰν δότε.
Δόξα. Ταῖς τοῦ ᾿Αποστόλου……
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου……
Στίχος. ᾿Ελέησόν με, ὁ Θεός,……
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ῥήμασι ἐκόσμησας τὴν σὴν ζωὴν, φωτοδότα, καὶ πολλοὺς
διέσωσας, λύσσης τοῦ ἀλάστορος τοῦ ἐχθρότατου· ἀφειδῶς πᾶσι νῦν δίδεις τὰς
ἰάσεις, διὰ τοῦτό σοι δεόμεθα, ἴασαι Ἅγιε, τῆς ψυχῆς ἡμῶν τὴν κατήφειαν καὶ
λύτρωσαι τῶν θλίψεων πάντας τούς
εἰς σέ γόνυ
κλίνοντας, εἰρήνην παρέχων ἡμῖν καὶ καλωσύνην ἀγαθὴν, πᾶσι παμμάκαρ
Θαδδαῖε μοι, ταῖς σαῖς ἀντιλήψεσι.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ χορός:
Ἀμήν.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκαθάρτων δαιμόνων σοὶ καθεῖλες, παμμάκαρ, πᾶσαν τὴν
δύναμιν, πᾶσας τὰς μεθοδείας, αὐτῶν τάς ἀλλοτρίους ἐπιτυχῶς κατετρόπωσας, διὸ
παράσχου ἡμῖν τὴν ἰατρείαν ταύτην.
Φωτισμὸν ἡμῖν αἴτει καὶ δεινῶν προβλημάτων τὴν
παλινόρθωσιν· καὶ βίου εὐπραξίαν καὶ πᾶσαν εὐλογίαν ἐκ Θεοῦ, μάκαρ Ἅγιε, τοῖς
προσερχομένοις ἀεὶ τῇ σῇ σεπτῇ πρεσβείᾳ.
Προκοπὴν μετανοίας καὶ καρπούς μοι φανέρωσον, μάκαρ
Ἅγιε, δολείας ἁμαρτίας ἐκβάλλων τὴν ἀπάτην, ὡς προστασίαν ἐδέχθημεν, Θαδδαῖε
μοι ἐκλεκτὲ, Θεοῦ εὐλογητὸς εἷ.
Θεοτοκίον.
Ἐν ἀγκάλαις κρατοῦσα, ὥσπερ νήπιον, Κόρη, τὸν
ἀπερίγραπτον, δεινῶν με τοῦ Βελίαρ διάσωσον ἐν τάχει καὶ Θεῷ μοι συνέδεσε, δι’
ἐναρέτου ζωῆς, Παρθένε Θεοτόκε.
Ὠδὴ η΄. Τὸν Βασιλέα.
Σῶσον με, μάκαρ, ἐκ τοῦ ἐχθροῦ μεθοδείας καὶ διάσωσον
ἀεὶ ἐξ ἁμαρτίας, τὴν καταστραφεῖσαν, Θαδδαῖε μοι, ψυχήν μου.
Ἀπὸ σκυμβάλων καὶ μεθοδείας καὶ πλάνης διαφύλαττε,
Θαδδαῖε ἀλωβήτους, τοὺς ἐπιζητούντας τὴν σήν ἐπιστασίαν.
Σωματικῶν μοι καὶ ψυχικῶν παθημάτων, τήρει ἄτρωτον,
Θαδδαῖε μοι τρισμάκαρ, τοῦ καρκίνου πάθος, ἐν λόγῳ θεραπεύσας.
Θεοτοκίον.
Φώτισον, Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου· σβέσον τά πάθη καὶ τάς
πολλάς ἁμαρτίαις, ἵνα Σὲ δοξάζω τὴν Κεχαριτωμένην.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Θαυμάτων ἐξαισίων, σὲ ὁμολογοῦμεν, μὴ διαλάθῃς παρέχων
εὐδόκιμα, ἑνὶ ἑκάστῳ, Θαδδαῖε μοι, βοηθήματα.
Ὡς θεῖος τοῖς ἀνθρώποις καὶ δεινὸς ἐκφάντωρ,
θαυματουργὲ καὶ ἐξάρχα Θαδδαῖε μοι, ὑπὲρ ἡμῶν τὴν Τριάδα ἀεὶ ἱκέτευε.
Τριάδος νῦν τῷ θρόνῳ παρεστὼς, τρισμάκαρ, εὐχετηρίους
ἀφθόνως προσάγαγε, ὑπὲρ τῶν πάντων δεήσεις τῶν εὐλαβούντων σε.
Θεοτοκίον.
Ἀπάλλαξον τὸν νοῦν μου, Μῆτερ Θεοτόκε, ἐκ λογισμῶν
ἀντιθέτων τοῦ πύθωνος καὶ τὴν καρδίαν μοι, Ἄχραντε, διάσωσον.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χάριν ἀναβλύζεις ζῶσα πηγὴ καὶ τοὺς ἀσθενούντας,
θεραπεύεις ὡς ἰατρός· δίδου ἡμῖν ῥῆσιν, ἀγάπην καὶ ὑγείαν, τρισμάκαρ Θαδδαῖε,
τῇ ἀντιλήψει σου.
Θεῖος ἀνεδείχθης ὡς μαθητὴς, λαμπρότητα βίου, διαφαίνων
ἀπὸ παιδὸς καὶ τοῖς θαύμασί σου, πολλοὺς ζωοποιήσας, ἀξίως ἐφημίσθης, μάκαρ
Ἰούδα μοι.
Χαίροις Ἀποστόλων ὁ ἀδελφὸς καὶ τῶν Βασιλέων,
ἐγκαλλώπισμα ἱερόν· χαίροις τῶν χαρίτων, ἡ ζωηφόρος κρήνη, Ἰούδα μοι τρισμάκαρ,
πάντων βοήθεια.
Νόσους ἰατρεύεις ὀδυνηρὰς καὶ καρκίνου νεῖκος
χαρισάμενος συμπαθῶς, δίδου ἡμῖν χάριν, ἐν βίῳ καὶ ὑγείαν, Θαδδαῖε μοι
παμμάκαρ, τῇ ἀντιλήψει σου.
Δίδου τῇ πρεσβείᾳ σου πρὸς Χριστὸν, τῷ πιστῷ λαῷ σου, ὦ
θεάδελφε ἱερὲ, δύναμιν καὶ πίστιν, ἀγάπην καὶ γαλήνην καὶ πᾶσαν εὐθυμίαν, πρὸς
βίον μείζονα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς
τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἀπολυτίκιον.Ἦχος α΄. Τῆς ἑρήμου
πολίτης.
Θεαδέλφων ταμεῖον καὶ Μνηστῆρα τὸν δεύτερον, τὸν
Θαδδαῖον ἔχοντες προστάτην γηθοσύνως δοξάζομεν· θαυμάτων γὰρ παρέχει δωρεὰς καὶ
πλήττει ἀσθενείας μιαρὰς καὶ καρκίνον ἀπαλλάττει τῆς συνοχῆς, τοὺς εὐσεβῶς αὐτῷ
προστρέχοντας· δόξα οὖν τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα
τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Θεῖος ἀθλοφόρος γεγονὼς καὶ θαυμάτων πλήθη δωρήσας,
μάκαρ Θαδδαῖε μοι, πάσης καταστάσεως καὶ ἀλγηδόνος πικρᾶς καὶ δαιμόνων κακώσεως
καὶ κακοδοξίας καὶ μαγείας λύτρωσαι, τοὺς προσελθόντας σοι· ἔχεις γὰρ πολλὴν
παῤῥησίαν, πρὸς τὸν Βασιλεά τῶν πάντων, ἐκζητῶν ἁπάντων τὰ αἰτήματα.
Ἦχος πλ. δ’.
Δέσποινα
πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί
θλίψεως.
Ἦχος β’.
Τήν πάσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξον ἡμᾶς ὑπό τήν σκέπην Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου