Παράκλησις Παναγίας
ΚΑΘΟΛΙΚΗΣ τῆς ἐν Ρόδῳ.
Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ οἱ πιστοὶ νῦν προσδράμωμεν, καὶ ἀγαλλώμενοι αὐτῆς ἀσπασώμεθα,
Εἰκόνα τὴν ὑπέρτιμον, βοῶντες ἐκ ψυχῆς· Δέσποινα ἐπίβλεψον, ἐφ᾿ ἡμᾶς ἀοράτως,
τοὺς ὁμολογοῦντάς σε, εὐσεβῶς Θεοτόκον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, Καθολικὴ
τῇ θερμῇ ἀντιλήψει σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ
σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους
σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´
Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ
Ἀκροστιχίς ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης Ὠδῆς· «Κυρίλλου».
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Παρθένε Μαρία Καθολική, τοὺς ἐν τῷ Ναῷ σου, καταφεύγοντας εὐλαβῶς, ὡς Μήτηρ
ἀμόλυντος τοῦ Κτίστου, τῆς θεαυγοῦς σου ἀξίωσον χάριτος.
Ἑτοίμη ὡς πέλουσα βοηθός, τῶν προσερχομένων, τῇ Εἰκόνι σου τῇ σεπτῇ, παθῶν
ψυχοφθόρων τρικυμίας, Καθολικὴ Παντευλόγητε λύτρωσαι.
Πανάχραντε Μῆτερ Καθολική, τοὺς κατεστιγμένους, ἡμᾶς πλήθει ἁμαρτιῶν, ἴασαι
φαρμάκῳ σωτηρίῳ, τῆς πρὸς Θεὸν εὐπροσδέκτου πρεσβείας σου.
Κινδύνων ἐκλύτρωσαι χαλεπῶν, τῶν ἀσπαζομένων, τὴν Εἰκόνα σου εὐσεβῶς, ἐν ᾗ
ἀνεκφοίτητος Παρθένε, Καθολικὴ διαμένει ἡ χάρις σου.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἡ Εἰκών σου πηγάζει, Καθολικὴ Δέσποινα, ῥεῖθρα δαψιλῶς ἰαμάτων, τοῖς
προσπελάζουσιν. Ὅθεν αἰτοῦμέν σε, ἀσθενειῶν τῶν κατ᾿ ἄμφω, καὶ ἡμᾶς ἀπάλλαξον,
τοὺς εὐφημοῦντάς σε.
Τοὺς ἐν βίου ἀνάγκαις, Καθολικὴ στένοντας, τὴν ἀναψυχὴν φιλευσπλάγχνως, σὺ
ἐπιβράβευσον, ἐκ τῆς Εἰκόνος σου, τῶν μητρικῶν οἰκτιρμῶν σου, φῶς αὐτοῖς τὸ
ἄϋλον, ἐξανατέλλουσα.
Μητρικαῖς σου πρεσβείαις, πρὸς τὸν Χριστὸν Ἄχραντε, σκέπε καὶ διάσῳζε
πάντας, ἡμᾶς ἐκ θλίψεων· τῇ γὰρ Εἰκόνι σου, Καθολικὴ Θεομῆτορ, εὐσεβῶς
προσπίπτομεν, ὑμνολογοῦντές σε.
Ὑπερεύχου Παρθένε, Καθολικὴ πάντοτε, τῶν καταφευγόντων τῇ θείᾳ, πιστῶς
Εἰκόνι σου, καὶ προσκυνούντων σου, τὸν ἀνερμήνευτον τόκον, δι᾿ οὗ κόσμος
σέσωσται, τῆς παραβάσεως.
Διάσωσον Καθολικὴ Θεομῆτορ Εὐλογημένη, τοὺς τῇ Εἰκόνι σου πίστει
προστρέχοντας, ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου
ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα.Ἦχος β´. Πρεσβεία θερμή.
Παρθένε Ἁγνή, Καθολικὴ Μητρόθεε, Εἰκόνι τῇ σῇ, προσπίπτομεν οἱ ἄθλιοι,
εὐλαβῶς βοῶντές σοι· Παναγία Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,
ὑμνοῦντας τὸ πλῆθος τῶν θαυμάτων σου.
Ὠδὴ δ´. Εἰσακήκοα Κύριε.
Εὐμενῆ ἡμῖν ἔργασαι, τὸν ἐκ σοῦ ἀφράστως ἐνανθρωπήσαντα, μητρικαῖς σου
παρακλήσεσι, ὦ Καθολικὴ Θεοχαρίτωτε.
Φοβερᾶς προστασίας σου, φώτισον τῇ αἴγλῃ τοὺς ἀτενίζοντας, τὴν Μορφήν σου
τὴν ὑπέρλαμπρον, ὦ Καθολικὴ ἐν τῇ Εἰκόνι σου.
Ἰδοὺ Μῆτερ προσπίπτομεν, πίστει τῇ Εἰκόνι σου καὶ κραυγάζομεν· Τὸν Υἱόν σου
ἡμῖν ἔργασαι, ὦ Καθολικὴ Ἁγνὴ εὐῒλατον.
Ῥώμην δίδου ἑκάστοτε, κατὰ τοῦ ἀλάστορος τοῖς φωνοῦσί σου, εὐσεβῶς κλῆσιν
τὴν πάντιμον, ὦ Καθολικὴ Θεομακάριστε.
Ὠδὴ ε´. Φώτισον ἡμᾶς.
Ἒμπλησον χαρᾶς, τὰς ψυχὰς τῶν ἐκβοώντων σοι· Χαῖρε Μῆτερ τοῦ Θεοῦ Καθολική, τῶν Ῥοδίων τὸ ἀκλόνητον προτείχισμα.
Ι῎δε ἐφ᾿ ἡμᾶς, τοὺς ἐν ζάλῃ κινδυνεύοντας, μεριμνῶν
βιοτικῶν Καθολική, καὶ διάσωσον ἡμᾶς ἐξ ἀπογνώσεως.
Τεῖχος ἀῤῥαγές, γενηθήτω ἡ πρεσβεία σου, τοῖς ὑμνοῦσί
σε πιστῶς Καθολική, ὡς ἀνθρώπων ἀπροσμάχητον βοήθειαν.
Ι῎ασαι ψυχῶν, καὶ σωμάτων τὰ συντρίμματα, τῶν τιμώντων
εὐλαβῶς Καθολική, τῆς Μορφῆς σου τὸ ἐξαίσιον ἐκτύπωμα.
Ὠδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Τὴν δέησιν ἐκ ψυχῆς προσάγομεν, τῇ Μητρί σε τοῦ Ὑψίστου
Παρθένε· ἀντιλαβοῦ οὖν ἡμῶν τῶν αἰτούντων, Καθολική σε ἐν βίῳ ἀντίληψιν, καὶ
λύτρωσαι ὡς ἀγαθή, τοῦ ἐχθροῦ τῆς κακίας τοὺς δούλους σου.
Ε᾿πάκουσον τῆς θερμῆς δεήσεως, τῶν ἀθλίων οἰκετῶν σου
Μαρία, καὶ ἐκ κακῶν τὴν ζωὴν ἡμῶν ῥῦσαι, Καθολικὴ τῇ πολλῇ εὐσπλαγχνίᾳ σου, ἐκ
τῆς Εἰκόνος σου ἡμῖν, τοῦ ἐλέους σου ῥεῖθρα ἐκβλύζουσα.
Εἰρήνευσον τὰς ψυχὰς τῶν δούλων σου, κατευνάζουσα παθῶν
τρικυμίας, ἐπισκοπῆς μητρικῆς σου γαλήνη, Καθολικὴ Θεοτόκε Ἀπείρανδρε· σὺ γὰρ
Χριστὸν τὸν ἀρχηγόν, τῆς εἰρήνης ἀφράστως ἐκύησας.
Λυτρώσασθαι ἐκτενῶς ἱκέτευε, τὸν ἐκ σοῦ ὑπερφυῶς
σαρκωθέντα, τοὺς προσιόντας ψυχῆς ταπεινώσει, Καθολικὴ τῇ ἁγίᾳ Εἰκόνι σου, τῆς
συνηθείας τῶν κακῶν, καὶ δουλείας Παρθένε τοῦ χείρονος.
Διάσωσον Καθολικὴ Θεομῆτορ Εὐλογημένη, τοὺς τῇ Εἰκόνι
σου πίστει προστρέχοντας, ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας.
Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα.Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τοὺς ἀπονέμοντας ὅλης ἐκ πίστεως, Καθολικὴ Θεοτόκε Πανύμνητε, τιμὴν τῇ
πανσέπτῳ Εἰκόνι σου, τῇ μητρικῇ εὐσπλαγχνίᾳ σου λύτρωσαι, ἐχθροῦ ἀρχεκάκου τῆς
μήνιδος.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ
με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται
καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς
χάριτος ῥεῖθρα, ἀρδεύοντα
ἅπασαν τὴν κτίσιν
πρὸς ζωογονίαν.
Προκείμενον. Ἦχος δ´.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ
σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. α´
39-49, 56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ
σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εὶσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν
Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε
τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ
ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ
καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου
πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε
τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται
τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει ἡ ψυχή
μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι
ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί
με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα
αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον
αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα
ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Μῆτερ Ἀειπάρθενε, Καθολικὴ Θεοτόκε, τῇ σεπτῇ Εἰκόνι σου, οἱ πιστοὶ
προστρέχομεν, μετὰ πίστεως, καὶ ὑποκλίνοντες, ψυχῶν καὶ σωμάτων, οἱ ἀνάξιοι τὰ
γόνατα, σὲ μακαρίζομεν, τὴν εὐλογημένην Θεόπαιδα, καὶ αἴροντες ἱκέτιδας, χεῖρας
ἐκ βαθέων κραυγάζομεν· Ὄμματι εὐσπλάγχνῳ, ἐπίβλεψον Παρθένε ἐφ᾿ ἡμᾶς, καὶ ταῖς
ψυχαῖς ἡμῶν δώρησον, τὴν εἰρήνην Ἄχραντε.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός: Ἀμήν.
Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μητρικῶν οἰκτιρμῶν σου, δωρεὰς τὰς ἀΰλους, δίδου Παρθένε ἡμῖν, τοῖς
ἐπικαλουμένοις, τὸ θεῖον ὄνομά σου, καὶ Ναῷ ἐν ἁγίῳ σου, ἀθροιζομένοις πιστῶς,
Καθολικὴ Κυρία.
Θαυμαστῶς
ὡραιώθη, τῶν θαυμάτων τῇ αἴγλῃ, ἡ εὐαγής σου Εἰκών, ἐξ ἧς τῆς μητρικῆς σου,
Καθολικὴ ἀγάπης, τὴν ἡμέραν ἀνάτειλον, τοῖς ἐπὶ σὲ ἀσφαλῶς, Παρθένε πεποιθόσιν.
Μυστικῇ εὐωδίᾳ, τῇ ἀεὶ προϊούσῃ, ἐκ τῆς Εἰκόνος τῆς σῆς, ποικίλων ἁμαρτάδων,
Καθολικὴ Παρθένε, τὸ δυσῶδες ἐκδίωξον, ἐκ τῶν ψυχῶν τῶν θερμῶς, σὲ ἐπικαλουμένων.
Λογισμῶν
ἐφαμάρτων, τῇ σφοδρᾷ τρικυμίᾳ, χειμαζομένους ἡμᾶς, διάσωσον ἐν τάχει, καὶ πρὸς
δικαιοσύνης, τὸν λιμένα κατεύθυνον, Καθολικὴ μητρικῶν, εὐχῶν σου πηδαλίῳ.
Ὠδὴ η’. Τὸν Βασιλέα.
Τῇ κυβερνήσει, τῆς μητρικῆς σου εὐνοίας, καθοδήγει πρὸς τὴν κτῆσιν τῶν
ἀρίστων, τοὺς Καθολική σε, θερμῶς παρακαλοῦντας.
Ρ῾ῶσιν παράσχου, Καθολικὴ καὶ ὑγείαν, τοῖς Ναῷ σου τῷ
πανσέπτῳ προσιοῦσι, καὶ ἀνευφημοῦσι, τὸν ἄσπορόν σου τόκον.
Ω῾ς ἀντιλήπτωρ, Καθολικὴ Θεομῆτορ, τῶν καλούντων σου τὴν
κλῆσιν μετὰ δέους, αὐτοῖς σαῖς πρεσβείαις, τὰ αἴσια χορήγει.
Ο῎μβρισον πᾶσι, Καθολικὴ Θεοτόκε, τὴν οὐράνιον πηγὴν τῶν
ἀγαθῶν σου, τοῖς καταφιλοῦσι, τὴν θείαν σου Εἰκόνα.
Ὠδὴ θ´. Κυρίως Θεοτόκον.
Συνήχθημεν προθύμως, πρὸ τῆς σῆς Εἰκόνος, Καθολικῆς καὶ θερμῶς ἱκετεύομεν·
Φρούρει ἡμᾶς ἐν τοῦ βίου, ταῖς περιστάσεσι.
Τὸ θεῖον ἔλεός σου, μηδόλως ἀποστήσῃς, Καθολικὴ ἀφ᾿ ἡμῶν τῶν ὑμνούντων σε,
ἀλλὰ βοήθει καὶ σῷζε, πάντας ὡς εὔσπλαγχνος.
Χαρᾶς καὶ εὐφροσύνης, πλήρωσον Παρθένε, Καθολικὴ τὰς καρδίας τῶν δούλων σου,
τῶν ἀνυμνούντων τὸ πλῆθος, τῶν θαυμασίων σου.
Υ῾πέραγνε Μαρία, Κεχαριτωμένη, Καθολικὴ Θεοτόκε τὴν
ποίμνην σου, ἐκ συμφορῶν ὀλεθρίων, σῷζε πρεσβείαις σου.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις Θεοτόκε Καθολικὴ, τῶν ἀπεγνωσμένων, γλυκυτάτη καταφυγή· χαίροις τοῦ
λαοῦ σου, ἁγία προστασία, καὶ καύχημα τῆς Ῥόδου, περιφανέστατον.
Δεῦτε καὶ προσπέσωμεν οἱ πιστοί, Εἰκόνι τῇ θείᾳ, τῆς Κυρίας Καθολικῆς·
ἀπαύστως γὰρ βλύζει, τὰ ῥεῖθρα τῶν θαυμάτων, καὶ πάθη θεραπεύει, ψυχῆς καὶ
σώματος.
Την τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, μακαρίζομέν
σε, Καθολικὴ Παρθένε, τὴν μητρικὴν στοργήν σου, ἀπεκδεχόμενοι.
Ε῎χοντες Εἰκόνα σου τὴν σεπτήν, ὀχύρωμα θεῖον, καὶ
προπύργιον ἀσφαλές, πάντες ὁμοφώνως, τῇ θαυμαστῇ σου δόξῃ, Καθολικὴ Παρθένε,
τὸν ὕμνον ᾄδομεν.
Ι῞λεως Κυρία Καθολική, γενοῦ τοῖς τιμῶσι, τὴν Εἰκόνα σου
τὴν σεπτήν, ἔνθα καθορᾶται, ὑπέρκαλλος ἡ δόξα, τῆς ἱλαρᾶς μορφῆς σου,
Θεογεννήτρια.
Ρ῾ῦσαι Παναγία Καθολική, θλίψεων παντοίων, καὶ κινδύνων
παντοδαπῶν, τοὺς προσερχομένους, Ναῷ σου ἐν ἁγίῳ, καὶ ἐπικαλουμένους, τὴν
προστασίαν σου.
Χείλη καθαγίασον καὶ ψυχάς, τῶν ἀσπαζομένων, τὴν Εἰκόνα σου εὐλαβῶς, τὴν
θαυμαστωθεῖσαν, Καθολικὴ Παρθένε, σημείοις ἐξαισίοις, καὶ ξένοις θαύμασι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ
Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ἀσπασώμεθα πιστῶς, χείλεσιν ὁμοῦ καὶ καρδίαις, τῆς Παναχράντου Μητρός,
τὴν Εἰκόνα ἅπαντες, τὴν θαυματόβρυτον, καὶ αὐτῇ ἀνακράξωμεν, ἐν ὁμοφροσύνῃ·
Δέσποινα ἐπάκουσον, κραυγῆς τῶν δούλων σου, τῶν ἐν τῷ Ναῷ σου ἑστώτων, καὶ
ἐξαιτουμένων τὴν χάριν, ὦ Καθολικὴ τῆς προστασίας σου.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν
σκέπην σου.
Δέσποινα
πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Ὁ
Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δίστιχον.
Κυρίλλῳ Ῥόδου τῷ οἰκτρῷ Ἐπισκόπῳ,
χορήγει χάριν Καθολικὴ Παρθένε.
Κυρίλλῳ Ῥόδου τῷ οἰκτρῷ Ἐπισκόπῳ,
χορήγει χάριν Καθολικὴ Παρθένε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου