Κυριακή 2 Οκτωβρίου 2016

Παράκλησις ΣΠΗΛΑΙΩΤΩΝ ΑΓΙΩΝ ΤΗΣ ΚΥΠΡΟΥ



Παράκλησις ΣΠΗΛΑΙΩΤΩΝ ΑΓΙΩΝ ΤΗΣ ΚΥΠΡΟΥ.
Ποίημα Δρ. Χαραλάμπους Μπούσια 
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

Ὁ χορός·
Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς ὑπερόπτας τῶν προσύλων ἁπάντων, καὶ ζηλωτὰς τῆς ἐν τῷ πόλῳ εὐκλείας, Ὁσίους ἀνυμνήσωμεν Πατέρας λαμπρῶς, τοὺς σοφῶς ἀσκήσαντας ἐν σπηλαίοις τῆς Κύπρου, κράζοντες· Αἰτήσασθε τὴν διόρθωσιν βίου, καὶ φωτισμὸν τοῖς πίστει ἀκλινεῖ, ἀνευφημοῦσιν ὑμῶν τὰ παλαίσματα.
Δόξα. Τὸ αὐτό.
Τοὺς ὑπερόπτας τῶν προσύλων ἁπάντων, καὶ ζηλωτὰς τῆς ἐν τῷ πόλῳ εὐκλείας, Ὁσίους ἀνυμνήσωμεν Πατέρας λαμπρῶς, τοὺς σοφῶς ἀσκήσαντας ἐν σπηλαίοις τῆς Κύπρου, κράζοντες· Αἰτήσασθε τὴν διόρθωσιν βίου, καὶ φωτισμὸν τοῖς πίστει ἀκλινεῖ, ἀνευφημοῦσιν ὑμῶν τὰ παλαίσματα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών, οὗ ἡ ἀκροστιχίς: «Γαβριὴλ καὶ Νικηφόρον, Ἅγιοι, σκέπετε. Χ

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Γηθόμενοι κράζομεν Ὁρμαθέ, Ὁσίων Πατέρων, ἐν σπηλαίοις καὶ ταῖς ὀπαῖς, τῆς Κύπρου πανσόφως ἀσκησάντων, ὑπὲρ ἡμῶν ἐκδυσώπει τὸν Κύριον.
σκήσεως ἔκτυπον διαυγές, ἰσάγγελε μέροψ, καὶ διάκοσμε Ἀββακούμ, δρυμῶν τιμαλφὲς Καλαμιθάσης, Χριστὸν ἡμῖν σὲ τιμῶσιν ἱλέωσαι.
Βοήθει ἐν δίναις τοῖς εὐσεβῶς, ἐπικαλουμένοις, Ἀναστάσιε ἱερέ, ὑφάντα σὴν χάριν ἣν κατέχεις, ὡς ἀσκητὴς θεοείκελος Ὅσιε.
Θεοτοκίον.
ανίδας ἀπόσμηξον τῶν ἡμῶν, δακρύων Παρθένε, μανδηλίῳ τῶν σῶν εὐχῶν, πρὸς Ὃν ἀπεκύησας ἀφράστως, Λόγον Θεοῦ Παναγία Κυκκώτισσα.
Ὠδή γ’. Οὐρανίας  ἁψῖδος.
ερώτατον σμῆνος, καὶ θεαυγὲς ἄθροισμα, ἐν Ἀρχιμανδρίτᾳ Ὁσίων, οἱ ἁγιάσαντες, ἰδρῶσιν ἀσκητικοῖς, λίθους ὑμῶν τοῦ σπηλαίου, τοὺς ὑμῖν προστρέχοντας καθαγιάσατε.
λιόφωτε μάκαρ, Χριστῷ ἀεὶ πρέσβευε, σὺν τῇ σῇ σεπτῇ συνοδίᾳ, δοῦναι μετάνοιαν, καὶ φωτισμὸν ἀληθῆ, τοῖς ἀνυμνοῦσί σε πόθῳ, ὡς φωτὸς ἀπαύγασμα, τοῦ ὑπὲρ ἔννοιαν.
Λαμπηδὼν ἀπαθείας, καὶ ἀρετῆς πρόβολε, Βάσης Κοιλανίου Βαρνάβα, εὖχος ἀτίμητον, τὴν σκοτομήνην παθῶν, ἡμῶν ἀπέλασον τάχος σαῖς λιταῖς πρὸς Κύριον, τὸν φωτοπάροχον.
Θεοτοκίον.
Κῆπον θείων χαρίτων, σῶν οἰκετῶν Δέσποινα, ποίησον καρδίας τῶν πίστει, καταφευγόντων σοι, καὶ ὡς λειμῶνα Θεοῦ, σὲ πεπλησμένον χαρίτων, ἀνυμνούντων ᾄσμασι, Μῆτερ Κυκκώτισσα.
πλήσατε, ἡμῶν καρδίας οἰκήτορες τῶν σπηλαίων, οἱ ἐν Κύπρῳ ἀσκητικῶς ἐκλάμψαντες Ὅσιοι, χαρᾶς καὶ εἰρήνης, τῆς ἐν τῷ πόλῳ.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Παθῶν ψυχικῶν καὶ νόσων ἀπαλλάξατε, ἡμᾶς ἀσκηταὶ ὀπῶν τῆς γῆς οἰκήτορες, τῶν ἐν Κύπρῳ Ὅσιοι, καὶ ἀεὶ ζηλοῦσθαι τὰ κρείττονα, καὶ οὐρανῶν τὴν ἄληκτον ζωήν, ὑμῶν τοὺς ἱκέτας ἀξιώσατε.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
ναβίβασον Μίκαλλε, Ἀκανθοῦς προστάτα πρὸς θεῖον ἔρωτα, τὰς ψυχὰς ἡμῶν ἀείποτε, τῶν καταφευγόντων τῇ σῇ χάριτι.
ωνᾶ τρισμακάριστε, καὶ Κενδέα φίλε Κυρίου γνήσιε, ἀοράτων ἀποκρούσατε, καθ᾿ ἡμῶν ἐχθρῶν ἑφόδους τάχιστα.
Νόμῳ θείῳ ὑπόταξον, Θύρσε τὰ κινήματα τοῦ σαρκίου μου, καὶ τὸν νοῦν μου ἀναπτέρωσον, πρὸς ἀγάπην θείαν τοῦ Παντάνακτος.
Θεοτοκίον.
λασμὸν ἡμῖν αἴτησαι, καὶ τοῦ ἀνεσπέρου φωτὸς ἐπιλάμψιν, τοῖς προστρέχουσι Κυκκώτισσα, σοῦ ταῖς φωτοβόλοις παρακλήσεσι.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Κύματα δεινῶν, περιστάσεων κατάστειλον, ἀπειλοῦντα τὰς ψυχὰς σῶν ἱκετῶν, Ἡσαΐα Κύκκου κτίτορ ἐνθεώτατε.
τῶν ὀφθαλμῶν, Φωτεινὴ σεμνὴ ἰάτειρα, Καρπασῖτις ἀγλαὴ σῶν ἱκετῶν, κόρας ἄνοιξον ζητεῖν Χριστὸν τὸν Κύριον.
Φέγγει σῶν εὐχῶν, Εὐφημιανὲ τὴν ζόφωσιν, χαμαιζήλων ἀποδίωξον παθῶν, σῶν προσφύγων Λύσης κλέϊσμα περίδοξον.
Θεοτοκίον.
μβρισον ἡμῖν, γλυκασμὸν παραμυθίας σου, τρυχομένοις ἐν τοῦ βίου συμφοραῖς, Ἐλεοῦσα χαρμονὴ πιστῶν Κυκκώτισσα.
ᾨδὴ στ´. Τὴν δέησιν.
ανίδας μου, ποταμῖτα Ὅσιε, Ἰωάννη ἐν χειμάῤῥῳ Μερσίνῃ, ὁ ἰσαγγέλως ἀσκήσας δακρύων, σμῆξον τῷ μάκτρῳ Χριστοῦ παῤῥησίας σου, ἵνα ἐκθύμως ἀνυμνῶ, ἰσουράνιόν σε ὥσπερ ἄνθρωπον.
ἔνθεος, Ἀναρίτας πρόμαχος, θαυμαστὲ Ὀνησιφόρε χαρίτων, φωτοειδέστατε οἶκε πρὸς δόμους, ἀφθίτου δόξης κατεύθυνον ἅπαντας, τοὺς ὡς πολίτην οὐρανῶν, σὲ ὑμνοῦντας καὶ πρέσβυν πρὸς Κύριον.
Νεόφυτε, ὁ βιώσας ἔγκλειστος, ἐν σπηλαίῳ λαξευθέντι ἐν πέτρᾳ, παρὰ τὴν Πάφον, ἁγνοὺς σοὺς ἱκέτας, τήρει ἀεὶ τοὺς πιστῶς προσπελάζοντας, αὐτῷ καὶ τάφον εὐλαβῶς, προσκυνοῦντας σὸν θεῖον καὶ πάνσεπτον.
Θεοτοκίον.
Συνέτισον, τοὺς σοὺς δούλους Δέσποινα, καὶ ὑπόδειξον ἡμῖν σωφροσύνης, ὁδὸν ἀπάγουσαν πρὸς σωτηρίαν, Θεοκυῆτορ Παρθένε Κυκκώτισσα, ἵνα σὴν πρός με ταχινήν, ἀρωγὴν μεγαλύνω καὶ πρόνοιαν.
πλήσατε, ἡμῶν καρδίας οἰκήτορες τῶν σπηλαίων, οἱ ἐν Κύπρῳ ἀσκητικῶς ἐκλάμψαντες Ὅσιοι, χαρᾶς καὶ εἰρήνης, τῆς ἐν τῷ πόλῳ.
χραντε, διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων Σου.
Οἱ γῆς ὀπῶν καὶ σπηλαίων οἰκήτορες, ἐν νήσῳ Κύπρῳ ἐκλάμψαντες Ὅσιοι, Χριστὸν δυσωπεῖτε ἀείποτε, καθυποδεῖξαι ἡμῖν τὴν ἀπάγουσαν, πρὸς θεία σκηνώματα δίοδον.
Εἶτα τὸ Α´ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ ἦχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Στίχ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Εὐαγγέλιον κατὰ Λουκᾶν. (Κεφ. στ΄, 17- 23).
Ζήτει τῇ ιζ΄(17) Ἰανουαρίου:
Τ καιρῷ ἐκείνῳ ἔστη Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...

Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων…..
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…...

Προσόμοιον.
Ἦχος β´. Ὅλην ἀποθέμενοι.
Στίχος: Ἐλέησόν με ὁ Θεός,……..
Σπηλαιῶται Ὅσιοι, ἐν ταῖς ὀπαῖς καὶ σπηλαίοις, Κύπρου οἱ ἀσκήσαντες, καὶ εὐαρεστήσαντες τῷ Παντάνακτι, ἀγωγῇ κρείττονι, νυχθημέροις πόνοις, ἀγρυπνίᾳ καὶ στερήσεσι, μὴ διαλίπητε, τοῦ Χριστοῦ ἀπαύστως δεόμενοι, δωρήσασθαι μετάνοιαν, ἄφεσιν πταισμάτων καὶ λύτρωσιν, τοῖς ὑμῶν ὑμνοῦσι, πρὸς θέωσιν καμάτους τοὺς σεπτούς, οὕσπερ μιμούμενοι ἔτλητε, Ἠλίου τὸν ἔνδοξον.
ερεύς.
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                               
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κατὰ πάσης μανίας, τοῦ ἀλάστορος ῥώμην μοι δίδου Ὅσιε, Σῳζόμενε Γαλάτας, θησαύρισμα, καὶ νοῦν μου, πρὸς Θεοῦ φόβον ἴθυνον, ἵνα παθῶν προσβολάς, ἐκκρούσωμαι ὁ τάλας.
Εὐτυχίου τῆς Νήσου, ὡραΐσματος μέλποντες κατορθώματα, βοῶμεν· Πρὸς κρειττόνων, διέγειρον τὴν κτῆσιν, τὰς ψυχὰς ἡμῶν Ὅσιε, καὶ ῥαθυμίας δεινῆς, ἐκδίωξον τὸν ζόφον.
Ποταμὲ θαυμασίων, ῥύπου κάθαρον πάντας ἡμᾶς Σῳζόμενε, Ποταμιᾶς ὁ ῥείθροις, ἱδρώτων ἁγιάσας, χθόνα ἵνα τιμῶμέν σε, ὡς ἀρετῆς καὶ εὐχῆς, ἀκόλουθον ἐν βίῳ.
Θεοτοκίον.
Εὐσυμπάθητε Μῆτερ, Ἐλεοῦσα Παρθένε ἡμῶν αἰσθήσεων, ἀσφάλισον πεντάδα, τῶν σὲ μεγαλυνόντων, ὡς ἁγνείας ὑπόδειγμα, καὶ τοῦ ἐχθροῦ σαῖς λιταῖς, ἀπόκρουσον ἑφόδους.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς ἀπαθείας, Τίμων ἀνάκτορον θεῖον, ἐμπαθείας ἡμᾶς ὑπερτέρους, δεῖξον σπηλαιώτα, τοὺς σὲ ὑμνολογοῦντας.
νίσχυσόν με, τῆς ἀρετῆς διανύειν, τὰ γυμνάσματα Νόμων φωσφόρε, σὺν τῷ πανιέρῳ, Βηχιανῷ τῷ θείῳ.
φθάρτου δόξης, ἡμᾶς ἀξίωσον πάτερ, Θεοσέβιε σὺν Ἐπικτήτῳ, τῷ σοφῷ καὶ Παύλῃ, τῇ ἐν Αἰγιαλούσῃ.
Θεοτοκίον.
Γῆθεν σοὺς δούλους, πρὸς οὐρανίους ἐπάλξεις, κλέος Κύκκου σεμνὴ Ἐλεοῦσα, ἕλκυσον τοὺς πόθῳ, σὲ ἀνυμνολογοῦντας.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
άσεις Ἰλαρίων, Σῷζον ἐν Πάφῳ, Κασσιανὲ τῆς Γλυφίας βλυστάνετε, σὺν Θεοδώρῳ τοῖς πόθῳ ὑμῖν προστρέχουσιν.
Δημητριανός τε, καὶ Ἀλαμάνος, προσωνυμούμενος θεῖος Γεώργιος, σὺν Ἐπικτήτῳ μεσῖται ἡμῶν ὑπάρχετε.
θύνατε τοὺς πόδας, τῶν Κυπρίων πάντων, πρὸς οὐρανῶν τὴν νομὴν τὴν σωτήριον, τῶν οἰκητόρων Σπηλαίων σεπτὴ ὁμήγυρις.
Θεοτοκίον.
Χρηστότητος ταμεῖον, Κεχαριτωμένη, ἠθῶν χρηστῶν φρυκτωροὺς τοὺς οἰκέτας σου, τοὺς σοὶ πιστῶς προσιόντας δεῖξον Κυκκώτισσα.
ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις θεοσύλλεκτε ὁρμαθέ, τῶν ἐν τοῖς σπηλαίοις, νήσου Κύπρου καὶ ταῖς ὀπαῖς, ἀσκητῶν Ὁσίων, ἀγῶσι νυχθημέροις, εἰς ὕψος ἐπαρθέντων, ἄῤῥητον νήψεως.
Χαίροις Ἡλιόφωτε θαυμαστέ, κλέϊσμα Ὁσίων, Ἐπαφρόδιτε ἱερέ, σὺν τῷ Εὐσθενίῳ, καὶ τῷ Αὐξουθενίῳ, Κορώνης ὄρους δῆμε, θεοειδέστατε.
μπνουν στηλογράφημα ἀρετῆς, Ἀββακοὺμ τρισμάκαρ, σκέπε πάντας τοὺς εὐλαβῶς, κατασπαζομένους, ἐν τῷ Φτερικουδίῳ, τὴν θήκην σῶν λειψάνων, καὶ θεῖον τάφον σου.
Τῆς Μεσαορίας τὸν θησαυρόν, εὐλαβῆ ὑφάντην, καὶ ἰσάγγελον ἀσκητήν, μέλψωμεν ἐκθύμως, ὡς ποταμὸν θαυμάτων, ἀναβοῶντες· Χαῖρε, Ἀναστάσιε.
Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, ἐν Ἀρχιμανδρίτας, τῷ σπηλαίῳ τῷ ἱερῷ, λείψανα πατέρων, Ὁσίων μυροβόλα, ὀσμὴν ἀθανασίας, τὰ ἀποπνέοντα.
Βάσης τῶν σπηλαίων τὸν οἰκιστήν, θεαυγῆ Βαρνάβαν, ἐνδιαίτημα προσευχῆς, καὶ Θεοῦ σοφίας, τὸν σύνοικον ἐν ὕμνοις, καὶ ᾄσμασιν εὐήχοις, ἀνευφημήσωμεν.
Θεῖον Ἐπιφάνιον οἱ πιστοί, τὸν ἐν τῇ Ἀξύλου ἐνασκήσαντα θαυμαστῶς, σὺν τῷ Ἀλεξάνδρῳ, καὶ γεραρῷ Χαρέτῃ, ὡς χάριτος πυξίον ἐγκωμιάσωμεν.
Τὸν σκληραγωγίᾳ καὶ προσευχῇ, ἐν τῷ Ἰουτίω, Καρπασίας σαρκὸς ὁρμάς, παύσαντα ἐκθύμως, τιμήσωμεν οἱ πάντες, Αὐξέντιον Ὁσίων, ὡς ἀκροθίνιον.
Χάριν τοὺς λαβόντας παρὰ Θεοῦ, θεραπεύειν νόσους Χριστωνύμων τὰς χαλεπάς, μέλψωμεν ἀσμένως, Βηχιανὸν τὸν θεῖον, καὶ Νόμωνα Ὁσίων, ἄστρα ὡς πάμφωτα.
Χαίροις ἡσυχίας ἐραστής, προσευχῆς νηστείας καὶ ἀμέμπτου διαγωγῆς, ἐραστὴς θεόφρον, Γεώργιε Σεμνείου, τοῦ σοὶ φερωνυμοῦντος, ῥύστης καὶ πρόμαχος.
Τὸν ἱεροφάντορα τὸν σεπτόν, Χύτρων γεγηθότες, εὐκλεῆ Δημητριανόν, ἀρετῆς ὡς βάθρον, καὶ φρέαρ θαυμασίων, ἀκένωτον Κυπρίων, δῆμοι τιμήσωμεν.
Τὸν ἐν Κυρήνειᾳ ἀσκητικῶς, λάμψαντα πατέρα, θεοφόρον καὶ θαυμαστόν, στέψωμεν τοῖς ὕμνων, λειρίοις ὡς ὁσίας, διαγωγῆς πυξίον, θεῖον Ἐπίκτητον.
Λύσης τὸν φωστῆρα τὸν παμφαή, λάμψαντα ἐν κόσμῳ, θεαυγῆ Εὐφημιανόν, ἀρετῶν ἀκτῖσι ,καὶ ἀστραπαῖς θαυμάτων, ὡς τῶν αὐτοῦ προσφύγων, πρόμαχον μέλψωμεν.
Χαίροις Ἡσαΐα θεοειδές, ἐν τοῦ Τροόδους, ἐρημίαις ἀσκητικῶς, θεωθεὶς καὶ Μάνδραν, ἀξιωθεὶς ἐγεῖραι, Κυρία Κυκκωτίσσῃ, τῇ Θεομήτορι.
Τρίβον διανύσας ἀσκητικήν, καὶ εὐαρεστήσας, πολιτείᾳ σου τῇ σεμνῇ, τῷ Θεῷ τῶν ὅλων, Θεόδωρε ἐδείχθης, προστάτης Ἰδαλίου, καὶ θεῖον καύχημα.
Τὸν βοσκὸν προβάτων τὸν εὐλαβῆ, ἐν τῇ Ἀρσινόῃ, διαλάμψαντα προσευχῇ, ἐγκρατείᾳ νήψει, καὶ φιλανθρώπῳ δράσει, ὑμνήσωμεν ἀσμένως, νῦν Θεοσέβιον.
Χαίροις Ἱεράρχα τὴν στολήν, τῆς Ἱεραρχίας ἀνταλλάξας δι᾿ εὐτελοῦς, τριβωνίου Θύρσε, κοσμῆτορ Καρπασίας, ἐν σμικρῷ σπηλαίῳ ἀσκήσας ἄριστα.
ρετῶν παντοίων τὴν κορυφήν, καὶ θαυμάτων βρύσιν πολυχεύμονα ἐκτενῶς, μέλψωμεν τὸν μέγαν, τῆς πίστεως φωστῆρα, καὶ οἰκιστὴν τῆς Πάφου, νῦν Ἱλαρίωνα.
Χαίροις ἐρημίτα θαυματουργέ, παρὰ τὰς ὄχθας τοῦ χειμάῤῥου ἀγγελικόν, βίον διανύσας, Μερσίνη Ἰωάννη, σπηλαιωτῶν Ὁσίων, ἔμπνουν θησαύρισμα.
Χαίροις πνευματέμφορε Ἰωνᾶ, φίλε τοῦ Κενδέου, καὶ ὁμόζηλε τῶν αὐτοῦ, παλαισμάτων μάκαρ, νεκρὸν ἀναστῆσας, καὶ ὕδωρ διεὐχῆς σου, βλύσας γλυκύτατον.
ρημίας ἔνθεον ἐραστήν, καὶ τῆς ἡσυχίας τὸν θεόπνουν ὑφηγητήν, τὸν ἐν τῇ Γλυφίᾳ, ἀσκήσαντα ἐν ὕμνοις, Κασσιανὸν τὸν θεῖον, ἀνευφημήσωμεν.
Πάφου καὶ Αὐγόρου τὸν ἱερόν, πολιστὴν ὡς πύργον, ἀδιάσειστον ἀρετῶν, καὶ θαυμάτων ξένων, παλάτιον Κενδέαν, τὸν σπηλαιώτην ὕμνοις, πάντες τιμήσωμεν.
Εὖχος πολυτίμητον Ἀκανθοῦς, Μίκαλλε τρισμάκαρ, ἀσκουμένων ὑφηγητά, καὶ ἐλονοσίας, θεραπευτὰ σοὺς πόνους, τοὺς νυχθημέρους πάντες, ἐγκωμιάζομεν.
γκλειστος εἰς ἄντρον διορυγέν, ὑπὸ σοῦ διῆλθες, σὴν ἐπίγειον βιοτήν, Πάφου ἀντιλῆπτορ, καὶ Κύπρου μέγα κλέος, Νεόφυτε Λευκάρων γόνε περίδοξε.
Χαίροις Ἀναρίτας φρυκτωρός, χαίροις τῶν πνευμάτων, ἀκαθάρτων ὀλετήρ, χαίροις τὰς νόσους, τὰς ζοφερὰς ἐλαύνων, Ὀνησιφόρε πάτερ, σῇ θείᾳ χάριτι.
Τὸν σταυρὸν ἐπ᾿ ὤμων τοῦ Ἰησοῦ, αἵρων μονοτρόπων, ἠκολούθησας ἀτραποῖς, καὶ θαυμάτων φρέαρ, Σῳζόμενε ἐδείχθης, Ποταμιᾶς κοσμῆτορ, καὶ μέγα καύχημα.
Θησαυρὸς Σῳζόμενε τιμαλφής, πέλεις τῆς Γαλάτας, καὶ καμάτων ἀσκητικῶν, ὄλβος ὅθεν πάντες, σὲ ἀνυμνολογοῦμεν, ὡς Ἄγγελον σαρκίον, βρότειον φέροντα.
Χαίροις θεῖε Σῷζον θαυματουργέ, τῶν ἐξανθημάτων καὶ τῶν νόσων θεραπευτά, χαίροις ἀντιλῆπτορ, Ἀσπρογιᾶς τῆς Πάφου, καὶ θεϊκῶν χαρίτων, στῦλε φωτόλαμπρε.
Βάσης Κοιλανίου τὸν ἀσκητήν, καὶ Βαρνάβα θείου τὸν ὁμόζηλον ἐκτενῶς, Τίμωνα ὡς λύχνον, τιμήσωμεν φωσφόρον, σκληραγωγίας ἄκρας, καὶ ταπεινώσεως.
Χαίροις Καρπασῖτις θαυματουργέ, Φωτεινὴ ὀμμάτων, ἡ ἰάτειρα καὶ παθῶν, ζοφερῶν ἡ ῥύστις, κραυγάζοντες πρεσβείας, τὰς σὰς πρὸς τὸν Σωτῆρα, ἀπεκδεχόμεθα.
Παῦλαν ἀνυμνήσωμεν εὐλαβῶς, τῆς Αἰγιαλούσης τὴν ἀσκήτριαν οἱ πιστοί, ὥσπερ ὑπερτέραν, ἁπάντων τῶν προσύλων, ἐν πόλῳ νῦν εὐκλείας, κατασκηνώσασαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..
Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.
Ἀπολυτίκιον Ἦχος πλ. α´.
Τὸν συνάναρχον Λόγον.
Δεῦτε δῆμον θεόλεκτον εὐφημήσωμεν, τῶν ἐν ὀπαῖς καὶ σπηλαίοις, τῆς Κύπρου ἀσκητικῇ, ἀγωγῇ καταντησάντων εἰς τελείωσιν, πνευματοφόρων ἀσκητῶν, ἐκλαμψάντων τηλαυγῶς, ἐν ἔτεσι διαφόροις, θεοπειθεῖς ἱκεσίας, αὐτῶν πρὸς Κύριον αἰτούμενοι.

Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Πρ δ το διεχν·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δέξασθε δεήσεις τῶν πιστῶν, πάντων τῶν ὑμᾶς εὐφημούντων, θεοειδεῖς ἀσκηταί, σπηλαιῶται Ὅσιοι, οἱ ἁγιάσαντες, νῆσον Κύπρον τοῖς χεύμασιν, ὑμῶν τῶν δακρύων, καὶ καθικετεύσατε, Χριστὸν τὸν εὔσπλαγχνον, νίκην δοῦναι κατ᾿ ἀπογόνων, Ἀγαρ Χριστωνύμοις Κυπρίοις, τοῖς ὑμῶν τῇ χάριτι προσφεύγουσα
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δίστιχον.
Νικηφόρον πάνυ, Ἡγούμενον Κύκκου,
σκέπετε, Ὅσιοι, βοᾷ Χαραλάμπης.
Δι’ εὐχῶν……..

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου