Τρίτη 20 Ιουνίου 2017

Παρακλητικός Κανών εἰς τὸν ΟΣΙΟΝ ΘΕΟΦΑΝΗΝ ΕΚ ΝΑΟΥΣΗΣ

Παράκλησις εἰς τὸν ΟΣΙΟΝ ΘΕΟΦΑΝΗΝ ΕΚ ΝΑΟΥΣΗΣ
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.  
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ς τοῦ Σωτῆρος θεοφόρος θεράπων, καὶ κοινωνὸς τῶν θεϊκῶν χαρισμάτων, καὶ τῶν Ὁσίων πάντων ἰσοστάσιος, Ὅσιε Θεόφανες, ἀρωγὸς καὶ προστάτης, φάνηθι τοῖς δούλοις σου, τοῖς πιστῶς σε τιμῶσι, καὶ τῇ σῇ πόλει δίδου δαψιλῶς, τῆς εὐλογίας τῆς σῆς τὰ δωρήματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἡ Θεοφάνους χάρις με σώζοις. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
λίου τῆς δόξης ταῖς ἀστραπαῖς, Θεόφανες Πάτερ, λαμπρυνόμενος νοητῶς, λῦσον τῶν παθῶν μου τὴν ὁμίχλην, τῇ φωταυγεῖ προστασίᾳ σου Ὅσιε.
Θαυμάτων πηγάζουσα δωρεάν, ἡ θεία σου κάρα, θεραπεύει πάθη δεινά· διὸ τῆς ζωῆς μου τὰς ὀδύνας, ἴασαι Πάτερ Θεόφανες δέομαι.
ν σοὶ καυχωμένη ὡς ἀληθῶς, Ναούσης ἡ πόλις, ἐκλυτροῦται πάσης ὀργῆς, τῇ σῇ ἀντιλήψει θεοφόρε, καὶ ἀνυμνεῖ σου θαυμάτων τὰς χάριτας.
Θεοτοκίον.
ἄναρχος Λόγος ὁ τοῦ Θεοῦ, ἐκ Σοῦ σωματοῦται, καὶ ἐν χρόνῳ ὤφθη ἐν γῇ, τὰ χρόνια πάθη ἐξοικίζων, ἐκ τῶν ψυχῶν ἡμῶν Κόρη δι’ ἔλεος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωταυγὲς νέον ἄστρον ὡς ἀληθῶς πέφηνας, Ὅσιε Θεόφανες Πάτερ, βίου λαμπρότητι· ὅθεν ἀπέλασον, τῶν πρεσβειῶν σου τῶ φέγγει, πειρασμῶν καὶ θλίψεων, σκότος ἐπώδυνον.
πὸ πάσης ἀνάγκης καὶ συνοχῆς λύτρωσαι, τοὺς εἰλικρινῶς προσιόντας, τῇ θείᾳ κάρᾳ σου, Πάτερ Θεόφανες, καὶ τὴν τιμῶσάν σε πόλιν, ἀσινῆ διάσωζε, πάσης στενώσες.
Νάμα ἄϋλον θεῖον ζωοποιὸν Ὅσιε, βλῦσον τῇ θερμῇ σου πρεσβείᾳ, ἡμῖν Θεόφανες, καὶ τὴν φλογίζουσαν, σβέσον πικρὰν ἁμαρτίαν, τὴν καταναλίσκουσαν, ἡμᾶς ἑκάστοτε.
Θεοτοκίον.
ρος ἄγιον θεῖον, καὶ ἐμφανὲς πέφηνας, ὡς οἱ θεηγόροι Προφῆται Σὲ προεκήρυξαν· διὸ πλανώμενον, πρὸς ἀπωλείας με ὄρη, ἕλκυσον καὶ σῶσόν με μόνη πανύμνητε.
Διάσωσον, ἐκ πάσης βλάβης Θεόφανες θεοφόρε, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
λέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν  ἡ  Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ πολιοῦχον ἔνθεον, ἡ πόλις σοφὲ Ναούσης κεκτημένη σε, κραυγάζει σοι Θεόφανες· ἀπὸ πάσης ἀνάγκης ἀπάλλαξον, καὶ τῶν ἐν βίῳ δεινῶν συμφορῶν, τοὺς σπεύδοντας Πάτερ τῇ σῇ χάριτι.          
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
πελθὼν τῆς ἀσκήσεως, Ὅσιε Θεόφανες τὰ παλαίσματα, ἐναρέτως πολιτεύεσθαι, ἡμᾶς ἐνδυνάμωσον δεόμεθα.
Σὲ προστάτην καὶ ἔφορον, Ναουσαῖοι ἔχοντες καταφεύγουσι, πάσῃ ὥρᾳ τῇ πρεσβείᾳ σου, καὶ λυτροῦνται πάσης περιστάσεως.
Χάριν ἄφθονον βλύζουσα, ἡ ἁγία κάρα σου ὦ Θεόφανες, ἁγιάζει τὰς ψυχὰς ἡμῶν, καὶ ἰᾶται πάθη τὰ ἀνίατα.
Θεοτοκίον.
γνὸν τήρει με πάναγνε, νῷ ψυχῇ καρδίᾳ καὶ ταῖς αἰσθήσεσι, καὶ μακρὰν ἀπ’ ἐμοῦ δίωξον, τὸν πρὸς τὴν ἀπώλειαν ὠθοῦντά με.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
ύπων ψυχικῶν, ἡμᾶς κάθαρον Θεόφανες, ἐπομβρίαις τῶν θερμῶν σου πρεσβειῶν, καὶ ὀδύνας τὰς τοῦ σώματος θεράπευσον.
δε συμπαθῶς, τοὺς προσπίπτοντας τῇ κάρᾳ σου, καὶ ἐκπλήρου τὰ αἰτήματα ἡμῶν, θαυματόβρυτε Θεόφανες μακάριε.
Σκεῦος ἐκλεκτόν, γεγονὼς τοῦ θείου Πνεύματος, ἐκ τῆς χάριτος μετάδος τῆς αὐτοῦ, ταῖς ψυχαῖς ἡμῶν δεόμεθα Θεόφανες.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, τὴν ῥυπῶσάν μου ἐκκάθαρον ψυχήν, καὶ τὸν νοῦν μου μετανοίᾳ περιτείχισον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
δέξω, θαυμάτων χάριν πλουσίαν, χορηγίᾳ τῇ τοῦ Πνεύματος Πάτερ· ἔνθεν δαιμόνων ἐλαύνεις τὴν ῥύμην, καὶ τοῖς αἰτοῦσι παρέχεις ἑκάστοτε, Θεόφανες θαυματουργέ, τὴν θερμήν σου ἐν πᾶσι βοήθειαν.
Στροβεῖ με, ἀλλεπαλλήλων πνευμάτων, τρικυμία διὰ πλῆθος πταισμάτων, ἀλλ’ ὡς λιμένι τῇ σῇ προστασίᾳ, πίστει προστρέχων βοῶ σοι Θεόφανες· ἱλέωσαί μοι τὸν Κριτήν, καὶ πταισμάτων μοι αἴτει συγχώρησιν.
ς θεῖόν σε, πολιοῦχον γεραίρει, καὶ βοᾷ σοι τῆς Ναούσης ἡ πόλις· ἐκ δυσχερείας καὶ πάσης ἀνάγκης, τὸν σὸν λαὸν διαφύλαττε ἄτρωτον, Θεόφανες θαυματουργέ, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.
Θεοτοκίον.
Ζωῆς με, τῆς ἀθανάτου καὶ θείας, ἡ τεκοῦσα τὸν ἀθάνατον Λόγον, τὸν ἀρχηγὸν τῆς ζωῆς Θεοτόκε, συγκληρονόμον ἀπέργασαι δέομαι, ἀπὸ θανάτου χαλεποῦ, ἁμαρτίας ἁγνὴ ῥυομένη με.
Διάσωσον, ἐκ πάσης βλάβης Θεόφανες θεοφόρε, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν  ἡ  Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Θεοφανεία φωτὸς ὑπὲρ ἔννοιαν, τῆς μυστικῆς ἠξιώθης Θεόφανες· διὸ φωτισμῷ τῆς σῆς χάριτος, τὸν σκοτασμὸν τῶν παθῶν ἡμῶν σκέδασον, αἰτούμενος πᾶσι τὰ κρείττονα.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.:Ἐλέησόν με ὁ Θεός...
ργοις τῆς ἀσκήσεως, καὶ καθαρᾶς πολιτείας, Ὅσιε Θεόφανες, τὸν Χριστὸν ἐδόξασας θείῳ ἔρωτι, καὶ λαμπρᾶς ἔτυχες, παρ’ Αὐτοῦ εὔκλειας· Ὃν ἱκέτευε δεόμεθα, πάσης κακώσεως, καὶ ὀδυνηρῶν περιστάσεων, καὶ νόσων τε καὶ θλίψεων, ῥύεσθαι ἡμᾶς τοὺς τιμῶντάς σε, καὶ διδόναι πᾶσι, τὴν λύσιν τῶν πολλῶν ἁμαρτιῶν, καὶ εὐφροσύνην τὴν κρείττονα, τοῖς ἐν λύπαις στένουσι.
Εὐθύς  ἐκφωνεῖται  ὑπό  τοῦ  Ἱερέως  ἡ  λιτανευτική  ἱκεσία:
Σῶσον  ὁ  Θεός  τόν  λαόν  Σου  καί  εὐλόγησον  τήν  κληρονομίαν  Σου. Ἐπίσκεψαι  τόν  κόσμον  Σου  ἐν  ἐλέει  καί  οἰκτιρμοῖς, ὕψωσον  κέρας  Χριστιανῶν  Ὀρθοδόξων  καί  κατάπεμψον  ἡμῖν  τά  ἐλέη  Σου  τά  πλούσια. Πρεσβείαις  τῆς  Παναχράντου  Δεσποίνης  ἡμῶν  Θεοτόκου  καί  Ἀειπαρθένου  Μαρίας. Δυνάμει  τοῦ  Τιμίου  καί  Ζωοποιοῦ  Σταυροῦ. Προστασίαις  τῶν  Τιμίων, Ἐπουρανίων  Δυνάμεων  Ἀσωμάτων.
κεσίαις  τοῦ  Τιμίου, Ἐνδόξου  Προφήτου  Προδρόμου  καί  Βαπτιστοῦ  Ἰωάννου. Τῶν  Ἁγίων  Ἐνδόξων  καί  Πανευφήμων  Ἀποστόλων. Τῶν  ἐν  Ἁγίοις  Πατέρων  ἡμῶν, Μεγάλων  Ἱεραρχῶν  καί  Οἰκουμενικῶν  Διδασκάλων: Βασιλείου  τοῦ  Μεγάλου, Γρηγορίου  τοῦ  Θεολόγου  καί  Ἰωάννου  τοῦ  Χρυσοστόμου· Ἀθανασίου  καί  Κυρίλλου, Ἰωάννου  τοῦ  Ἐλεήμονος, Πατριαρχῶν  Ἀλεξανδρείας· Νικολάου  Ἐπισκόπου  Μύρων  τῆς  Λυκίας  καί  Σπυρίδωνος Ἐπισκόπου  Τριμυθοῦντος, τῶν  Θαυ ματουργῶν. Τῶν ἁγίων, ἐνδόξων  καί  καλλινίκων  Μαρτύρων. Τῶν  Ἁγίων  ἐνδόξων  Μεγαλο-μαρτύρων  Γεωργίου  τοῦ  Τροπαιοφόρου, Δημητρίου  τοῦ  Μυροβλύτου, Θεοδώρου  τοῦ Τήρωνος  καί  Θεοδώρου  τοῦ  Στρατηλάτου. Τῶν  ἁγίων  Ἱερομαρτύρων  Χαραλάμπους  καί  Ἐλευθερίου. Τῶν  Ὁσίων  καί  Θεοφόρων  Πατέρων  ἡμῶν. Τῶν  Ἁγίων Βλασίου  Ἐπισκόπου  Σεβαστείας, Γερασίμου  τοῦ  ἐν  Κεφαλληνίᾳ  καί  Μακαρίου  Ἀρχιεπισκόπου  Κορίνθου.
(Τοῦ  Ἁγίου  τοῦ  Ναοῦ, ἐφ’ ὅσον  δέν  ἐμνημονεύθη  ἐν  τοῖς  ἄνω). Τῶν  Ἁγίων  καί  Δικαίων  Θεοπατόρων  Ἰωακείμ  καί  Ἄννης. (Τῶν  Ἁγίων  τῆς  ἡμέρας). Καί  Πάντων  Σου  τῶν  Ἁγίων.
κετεύομέν  Σε, Μόνε Πολυέλεε  Κύριε, ἐπάκουσον  ἡμῶν  τῶν  ἁμαρτωλῶν  δεομένων  Σου  καί  ἐλέησον  ἡμᾶς.
Ὁ  χορός: Κύριε  λέησον (12).
       Καί  ἐπισφραγίζει  ὁ  Ἱερεύς  μετά  τῆς  δοξολογικῆς ἐκφωνήσεως:
       λέει  καί  οἰκτιρμοῖς  καί  φιλανθρωπίᾳ  τοῦ  Μονογενοῦς Σου  Υἱοῦ, μεθ’ Οὗ  εὐλογητός  εἶ, σύν  τῷ  Παναγίῳ  καί Ἀγαθῷ  καί  Ζωοποιῷ  Σου  Πνεύματι, νῦν  καί  ἀεί  καί  εἰς  τούς  αἰῶνας  τῶν  αἰώνων.
Ὁ  χορός. μήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
μβρους πάλαι ὑψόθεν ὡς κατήγαγε Πάτερ ἡ θεία κάρα σου, οὕτω καὶ νῦν ἐξ ὕψους, μὴ παύσῃ ὑετίζων, θεοφόρε Θεόφανες, τῆς προστασίας τῆς σῆς, ἡμῖν τὴν ἐπομβρίαν.
ατρείαν ὡς εὗρεν, ὁ ἀπόγονος Ἄγαρ ἐκ τῶν λειψάνων σου, οὕτω τὴν θεραπείαν, παθῶν τῶν πολυτρόπων, οἱ τιμῶντές σε εὕροιμεν, διὰ τῆς σῆς ἀρωγῆς, Θεόφανες παμμάκαρ.
Συσχεθεὶς ἀπορίᾳ, ὁ λαὸς τῆς Ναούσης ἐξ ἐπελθούσης ποτέ, πανώλους λαοφθόρου, εὕρατο σωτηρίαν, τῇ ὀξείᾳ πρεσβείᾳ σου· ὅθεν εὐσήμως τὴν σήν, Πάτερ κηρύττει χάριν.
Θεοτοκίον.
Γαλουχήσασα Κόρη, τὸν ἐκτρέφοντα πάντα τῷ Αὐτοῦ ῥήματι, διάθρεψον τὸν νοῦν μου, πεινῶντά Σου τὴν χάριν, καὶ μακρὰν ἀποδίωξον, τὸν πολεμοῦντα ἀεί, ὑπούλως τὴν ψυχήν μου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
πιληψίας, ὡς τὴν γυναίκα ἐῤῥύσω, οὕτω λύτρωσαι τῆς τοῦ ἐχθροῦ μανίας, τοὺς σὲ εὐφημοῦντας, Θεόφανες τρισμάκαρ.
ῶσιν σωμάτων, ῥῶσιν ψυχῶν Πάτερ δίδου, τοῖς προστρέχουσι τῇ θαυμαστῇ σου κάρᾳ, καὶ τῶν ἐν τῷ βίῳ, δυσχερειῶν τὴν λύσιν.
Αἱμοῤῥαγίας, γυνὴ τὴν ἴασιν εὗρεν, ὡς προσέδραμε τοῖς θείοις σου λειψάνοις· ὅθεν καὶ ἀνύμνει, τὴν χάριν σου θεόφρον.
Θεοτοκίον.
Σῶσόν με Κόρη, τῇ σωστικῇ Σου δυνάμει, τῆς τοῦ δράκοντος πανωλεθρίου πλάνης, καὶ πρὸς σωτηρίας, κατεύθυνόν με τρίβον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
άτρευσον τὸ ἄλγος, Πάτερ τῆς ψυχῆς μου, καὶ ῥαθυμοῦντα τὸν νοῦν μου διέγειρον, πρὸς ἀληθοῦς μετανοίας γνῶσιν Θεόφανες.
Μὴ παύσῃ προστατεύων, Πάτερ τῆς Ναούσης, τῆς πολιοῦχον καὶ θετόν σε ἔφορον, καταπλουτούσης Θεόφανες παμμακάριστε.
Οἱ πίστει ἀφορῶντες, πρὸς τὴν σὴν πρεσβείαν, πάσης ἀνάγκης καὶ βλάβης ῥυσθείημεν, καὶ θεϊκῆς εὐλογίας τύχοιμεν Ὅσιε.
Θεοτοκίον.
μνοῦμέν Σου τὸν τόκον, Κεχαριτωμένη, δι’ οὗ φθορᾶς καὶ θανάτου ἐῤῥύσθημεν· τὸν ἀρχηγὸν τῆς ζωῆς γὰρ κόσμῳ ἐκύησας.
ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Τῶν Ἰωαννίνων θεῖος βλαστός, καὶ Ναούσης μέγας, ἀντιλήπτωρ καὶ ἀρωγός, Θεόφανες πέλεις, ἀγγελικῶς βιώσας, καὶ νέμεις τοῖς αἰτοῦσι, χάριν σωτήριον.
Χαίροις ἐναρέτου ζωῆς κανών, καὶ τῆς ἀπαθείας ὁ πολύτιμος θησαυρός· χαίροις τῶν Ὁσίων, ἰσότιμος ἐν δόξῃ, Θεόφανες παμμάκαρ, ἡμῶν ἀντίληψις.
ζησας ὡς ἄγγελος ἐπὶ γῆς, καὶ παρὰ Κυρίου, ἐδοξάσθης ἐν οὐρανοῖς· ὅθεν καὶ θαυμάτων, τὴν χάριν δεδεγμένος, Θεόφανες πηγάζεις, χάριν ἰάσεων.
Χαίροις τῆς Ναούσης ὁ ἀρωγός, καὶ θείος προστάτης, καὶ μεσίτης πρὸς τὸν Χριστόν, χαίροις θεοφόρε, Θεόφανες θεόφρον, Ἀγγέλων συμπολῖτα καὶ ἰσοστάσιε.
σπερ ἰατρεῖον πνευματικόν, τὴν σεπτήν σου κάραν, κεκτημένοι οἱ εὐσεβεῖς, ἴασιν καὶ χάριν, καὶ θείαν εὐφροσύνην, λαμβάνουσι ἐκ ταύτης, Πάτερ Θεόφανες.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό  Τρισάγιον  καί  τά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
       λέησον  ἡμᾶς, Κύριε,  ἐλέησον  ἡμᾶς, πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες, ταύτην  Σοι  τήν  ἱκεσίαν, ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον  ἡμᾶς.
Δόξα.
       Κύριε  ἐλέησον  ἡμᾶς, ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα  χειρῶν  Σου  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
       Τῆς  εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων, Σύ  γάρ  ἡ  σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το διεχν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, Ὅσιε Θεόφανες Πάτερ, τῇ ἀντιλήψει σου, ῥῦσαι πάσης θλίψεως, καὶ περιστάσεως, καὶ κινδύνων τὸν τάραχον, κόπασον λιταῖς σου, ὡς θεράπων γνήσιος, τοῦ Παντοκράτορος, δίδου δὲ εἰρήνην ὑψόθεν, καὶ πταισμάτων ἄφεσιν αἴτει, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Ὁ  Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου