Παρασκευή 19 Ιανουαρίου 2018

Παρακλητικός Κανών ΑΓΙΩΝ ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ ΚΑΙ ΔΑΜΙΑΝΟΥ ΤΩΝ ΕΚ ΤΗΣ ΡΩΜΗΣ

Ποιηθεὶσα ὑπὸ Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.

Ψαλμὸς ρμβ´ (142).

Κύριε, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὴν δέ­η­σίν μου ἐν τῇ ἀ­λη­θεί­ᾳ σου, εἰ­σά­κου­σόν μου ἐν τῇ δι­και­ο­σύ­νῃ σου. Καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου, ὅ­τι οὐ δι­και­ω­θή­σε­ται ἐ­νώ­πι­όν σου πᾶς ζῶν. Ὅ­τι κα­τε­δί­ω­ξεν ὁ ἐ­χθρὸς τὴν ψυ­χήν μου· ἐ­τα­πεί­νω­σεν εἰς γῆν τὴν ζω­ήν μου. Ἐ­κά­θι­σέ με ἐν σκο­τει­νοῖς ὡς νε­κροὺς αἰ­ῶ­νος, καὶ ἠ­κη­δί­α­σεν ἐπ᾿ ἐ­μὲ τὸ πνεῦ­μά μου, ἐν ἐ­μοὶ ἐ­τα­ρά­χθη ἡ καρ­δί­α μου. Ἐ­μνή­σθην ἡ­με­ρῶν ἀρ­χαί­ων, ἐ­με­λέ­τη­σα ἐν πᾶ­σι τοῖς ἔρ­γοις σου, ἐν ποι­ή­μα­σι τῶν χει­ρῶν σου ἐ­με­λέ­των. Δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου· ἡ ψυ­χή μου ὡς γῆ ἄ­νυ­δρός σοι. Τα­χὺ εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐ­ξέ­λι­πε τὸ πνεῦ­μά μου. Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ, καὶ ὁ­μοι­ω­θή­σο­μαι τοῖς κα­τα­βαί­νου­σιν εἰς λάκ­κον. Ἀ­κου­στὸν ποί­η­σόν μοι τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου, ὅ­τι ἐ­πὶ σοὶ ἤλ­πι­σα. Γνώ­ρι­σόν μοι, Κύ­ρι­ε, ὁ­δὸν ἐν ᾗ πο­ρεύ­σο­μαι, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου. Ἐ­ξε­λοῦ με ἐκ τῶν ἐ­χθρῶν μου, Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου. Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ· ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, ζή­σεις με. Ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἐ­ξά­ξεις ἐκ θλί­ψε­ως τὴν ψυ­χήν μου· καὶ ἐν τῷ ἐ­λέ­ει σου ἐ­ξο­λο­θρεύ­σεις τοὺς ἐ­χθρούς μου· καὶ ἀ­πο­λεῖς πάν­τας τοὺς θλί­βον­τας τὴν ψυ­χήν μου, ὅ­τι ἐ­γώ δοῦ­λός σού εἰ­μι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν. Ἦχος δ´. Ψαλμὸς ριζ´ (117).

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (Ψαλμ. ριζ´ 27,26)
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (Ψαλμ. ριζ´ 1)
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. (Ψαλμ. ριζ´ 10)
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. (Ψαλμ. ριζ´ 10)
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ'. Ὁ ὑψωθεὶς
ς τῶν νοσούντων συμπαθεῖς ἰατεῖρες, καὶ χειρουργοὶ τῶν χαλεπῶν παθημάτων, καὶ τῶν πασχόντων Θεῖοι ἀντιλήπτορες, ἴασιν καὶ λύτρωσιν, καὶ ὑγείαν καὶ ῥῶσιν, ψυχῆς ὅμου καὶ σώματος χορηγεῖτε ἀπαύστως, Κοσμᾶ σοφὲ σὺν τῷ Δαμιανῶ, τοῖς τῇ πρεσβείᾳ ὑμῶν καταφεύγουσι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
ς τῶν νοσούντων συμπαθεῖς ἰατεῖρες, καὶ χειρουργοὶ τῶν χαλεπῶν παθημάτων, καὶ τῶν πασχόντων Θεῖοι ἀντιλήπτορες, ἴασιν καὶ λύτρωσιν, καὶ ὑγείαν καὶ ῥῶσιν, ψυχῆς ὅμου καὶ σώματος χορηγεῖτε ἀπαύστως, Κοσμᾶ σοφὲ σὺν τῷ Δαμιανῶ, τοῖς τῇ πρεσβείᾳ ὑμῶν καταφεύγουσι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Οὐ σιωπήσωμεν πότε Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σύ προΐστασο πρεσβεύουσα, τὶς ἡμὰς ἐρύσατο ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοῦς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλ­μὸς ν´ (50).

­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου. Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με. Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­α­παν­τός. Σοὶ μό­νῳ ἥ­μαρ­τον, καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα. Ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου, καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε. Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου. Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας· τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι. Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι. Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να. Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου, καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον. Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου. Μὴ ἀ­ποῤ­ῥί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ πνεῦ­μά σου τὸ Ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ. Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με. Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι. Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου. Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου. Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις. Θυ­σί­α τῷ Θε­ῷ, πνεῦ­μα συν­τε­τριμ­μέ­νον, καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει. Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ. Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα. Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.
Κανὼν τῶν Ἁγίων φέρων ἀκροστοιχίδαν «Θεῖοι Ἰατροὶ ἰάσασθε μέ. Γερασίμου»
Ὠδὴ α'. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Θεράποντες Θεῖοι τοῦ Λυτρωτοῦ, δυὰς Ἀναργύρων, θεραπείας μὲ ταχινής, τῆς κατὰ ψυχὴ ντε καὶ τὸ σῶμα, τῇ ἀντιλήψει ὑμῶν ἀξιώσατε.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
πλήγην κακία τοῦ δυσμενοῦς, καὶ νόσῳ βαρείᾳ, περιπέπτωκα χαλεπῶς, ἀλλ' ὢ ἰατροὶ τῶν ἀσθενούντων, τῆς ἐπελθούσης μὲ θλίψεως ῥύσασθε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
άσεις παρέχοντες δωρεάν, Κοσμᾶ Θεοφόρε σὺν τῷ Θείῳ Δαμιανῶ, πόνων καὶ δεινῶν ἀρρωστημάτων, τοὺς προσιόντας ὑμῖν ἀπαλλάξατε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
λόφωτον σκήνωμα τοῦ Χριστοῦ, Κεχαριτωμένη, Ἀειπάρθενε Μαριάμ, λάμπρυνον τὸν ζόφον τῆς ψυχῆς μου, ταῖς φωταυγέσι σου χάρισι δέομαι.
Ὠδὴ γ'. Οὐρανίας ἁψῖδος.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
ατροὶ δεδειγμένοι, παρὰ Θεοῦ ἄμισθοι, τοῖς ὀδυνηρὼς τρυχομένοις, πόνοις καὶ ἄλγεσι, Θεῖοι Ἀνάργυροι, τῆς ταλαιπώρου ζωῆς μου, τάς ὀδύνας λύσατε, ὡς συμ-παθέστατοι.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
αμάτων τὰ ῥεῖθρα, οἷα πηγὴ δίκρουνος, ἡ τῶν ἱερῶν Ἀναργύρων, δυὰς αὐτάδελφος, κόσμῳ πηγάζοντες, ἀσθενειῶν πάντα ῥύπον, καὶ παθὼν τὸν βόρβορον, ἀπο-καθαίρετε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
ναργύρως τάς νόσους, τάς τῶν βροτῶν παύοντες, ὡς παρὰ Κυρίου λαβόντες, τὴν χάριν Ἅγιοι, παύσατε δέομαι, τὸ τῆς καρδίας μου ἄλγος, καὶ πρὸς σωτηρίας μέ, τρῖβον ἰθύνατε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Τὸν Σωτηρὰ τοῦ κόσμου, ὑπερφυὼς τέξασα, τὴν ἐκ τῆς ἀρχαίας κατάρας, πληγὴν ἰώμενον, ἡμῶν Πανύμνητε, τῆς ἀσθενούσης ψυχῆς μου, ἴασαι τὸν καύσωνα, τῇ σῇ χρηστότητι.
Διάσωσον τῶν εὐκλεῶν Ἀναργύρων δυὰς ἁγία, πάσης νόσου καὶ ἀσθενείας καὶ θλίψεως, τοὺς καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπῃ.
πιβλέψον ἐν εὐμενίᾳ Πανύμνητε Θεοτόκε ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶ­τα μνη­μο­νεύ­ει ὁ ἱ­ε­ρεύς, δι᾿ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ᾿ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ´­).
Ἐ­λέ­η­σον ἡ­μᾶς ὁ Θε­ὸς κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ Πα­τρὸς καὶ Πα­τρι­άρ­χου ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ (κώ­μῃ, πό­λει, νή­σῳ) ταύ­τῃ.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν δού­λων τοῦ Θε­οῦ, (ὀ­νό­μα­τα).
Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός·
Ἀ­μήν.
Κάθισμα
Ἦχος β'. Πρεσβεία θερμὴ
Παθῶν χαλεπῶν, ἀκέστορες ὀξύτατοι, καὶ πάσης ψυχῆς, πασχούσης ἀνακούφισις, Δαμιανὲ μακάριε καὶ Κοσμᾶ Θεοφόροι Ἀνάργυροι, ἐν ὑγείᾳ ἡμῶν τὴν ζωήν, ἀπτώτω τηρήσατε δεόμεθα.
Ὠδὴ δ'. Εἰσακήκοα Κύριε
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
ῶσιν θείαν καὶ ἴασιν, καὶ ἁμαρτημάτων θεόθεν ἄφεσιν, ἐξαιτήσασθε Ἀνάργυροι, τοῖς συνεχομένοις ἀρρωστή-μασι.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
δυνώμενος πάθεσιν, ὑμῶν τῇ πρεσβείᾳ προστρέχω Ἅγιοι, μὴ παρίδητε Ἀνάργυροι τὸν ταῖς ἁμαρτίαις ἀπολλύμενον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
ατροὶ συμπαθέστατοι, μυστικοῖς φαρμάκοις ὑμῶν τῆς χάριτος, τὴν ἀφόρητόν μου ἄλγησιν, τὴν μαστίζουσαν μὲ θεραπεύσατε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
ατῆρα κυήσασα, τὸν τῶν ὅλων Κτίστην κόσμον ἰώ-μενον,  ἴασαί  μου  τὰ  ἀλγήματα,  Κεχαριτωμένη Μητρο-
πάρθενε.
Ὠδή ε'. Φώτισον ἡμᾶς
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
αμα ἀεί, ἀναβλύζει Θείῳ Πνεύματι, ὁ ναὸς ὑμῶν Ἀνάργυροι κλεινοί, καὶ ἰᾶται πᾶσαν νόσον καὶ πᾶν οἴδημα.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
νωθεν ἡμᾶς, ἐποπτεύοιτε Ἀνάργυροι, ἐξ' ἡμῶν ἀποδιώκοντες ἀεί, τὴν μανίαν τοῦ δολίου πολεμήτορος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
Σῶμα καὶ ψυχήν, ἀσινῆ ἡμῶν τηρήσατε, ἐκ δεινῶν ἀσθενειῶν καὶ συμφορῶν, τῶν προστάτας κεκτημένων ἡμὰς Ἅγιοι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
χραντε Ἁγνή, τὴν χρονθείσάν μου διάνοιαν, μανιώδεσι τοῦ πλάνου προσβολαῖς, ἀποκαθαρὸν τοῖς ῥείθροις τοῦ ἐλέους σου.
Ὠδὴ στ'. Τὴν δέησιν ἐκχέω
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Συντρίμματα, τῶν ψυχῶν ἰάσασθε, καὶ τοῦ σώματος δεινὰς καχεξίας, ὡς δεδεγμένοι πλουσίαν τὴν χάριν, τοῦ θεραπεύειν τάς νόσους Ἀνάργυροι, τῶν προσφωνούντων εὐλαβῶς, τὴν σεπτὴν ὑμῶν κλῆσιν ἑκάστοτε.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Θηρεύσας μέ, ἡδονῆς δελέατι, ἠχμαλώτευσεν ὁ δόλιος δράκων, ἔνθεν ὀδύναι καὶ νόσοι καὶ πόνοι, κρίσει δικαίᾳ ἐπῆλθόν μοι Ἅγιοι, ὧν τῆς βαρείας συνοχῆς, ῥύσασθε μὲ Ἀνάργυροι δέομαι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
κλάμποντες, ὡς φωστῆρες ἄδυτοι, ἰαμάτων τάς ἀκτῖνας τῇ κτίσει, τῶν νοσημάτων διώκετε ζόφον καὶ τῆς ὑγείας τὸ φῶς διαυγάζετε, Ἀνάργυροι Θαυματουργοί, τοῖς τῇ σκέπῃ ὑμῶν καταφεύγουσι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Μητράναδρε, Μαριὰμ Θεονυμφε, ἡ τὸν Θεὸν ἀνερμηνεύτως τεκούσα, τὴν χαλεπὴν τοῦ νοός μου σκοτίαν, τῇ φωταυγεί σου διάλυσον χάριτι, καὶ ἴθυνον μὲ πρὸς τὸ φῶς, τῶν σεπτὼν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν.
Διάσωσον τῶν εὐκλεῶν Ἀναργύρων δυὰς ἁγία, πάσης νόσου καὶ ἀσθενείας καὶ θλίψεως, τοὺς καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπῃ.
χραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Εἶ­τα μνη­μο­νεύ­ει ὁ ἱ­ε­ρεύς, δι᾿ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ᾿ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ´­).
Ἐ­λέ­η­σον ἡ­μᾶς ὁ Θε­ὸς κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ Πα­τρὸς καὶ Πα­τρι­άρ­χου ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ (κώ­μῃ, πό­λει, νή­σῳ) ταύ­τῃ.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν δού­λων τοῦ Θε­οῦ, (ὀ­νό­μα­τα).
Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός·
Ἀ­μήν.

Κοντάκιον
Ἦχος β'. Τοῖς τῶν αἱμάτων
Τῶν ἰαμάτων τὴν χάριν δεξάμενοι, τοὺς ἀνιάτως νοσοῦντας ἰάσασθε, Κοσμᾶ καὶ Δαμιανὲ ἔνδοξοι, ἁμαρτημάτων τὴν λύσιν αἰτούμενοι, τοῖς πίστει ὑμῖν καταφεύγουσι.
Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ
Στίχος: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ, ἐθαυμάστωσεν αὐτοῦ ὁ Κύριος
Ε Υ Α Γ Γ Ε Λ Ι Ο Ν
Ἐκ τοῦ κατὰ Ματθαῖον (Ι'. 1, 5-8)
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς, λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραηλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες: Ὅτι ἤγγικεν ἡ βασίλεια τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαριζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα σοι Κύριε δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
Ταῖς τῶν Ἀναργύρων, πρεσβαίαις Ἐλεήμων, ἐξαλεῖψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβαίαις Ἐλεήμων, ἐξαλεῖψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Ἦχος πλ.β'. Ὅλην ἀποθέμενοι.
Στίχος: Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου…
ῶσιν τε καὶ ἴασιν, τοῖς ἐν ὀδύναις καὶ λύπαις, συμπαθῶς παρέχοντες, Ἅγιοι Ἀνάργυροι Θείῳ Πνεύματι., ἀλγεινῶν ῥύσασθε, ἡμᾶς παθημάτων, καὶ κινδύνων ἀπαλλάξατε, καὶ πάσης θλίψεως, καὶ ἀρρωστημάτων δεόμεθα, τοὺς τὴν ὑμῶν ἀντίληψιν, ἐπιβοωμένους ἑκάστοτε, καὶ πταισμάτων λύσιν, αἰτήσασθε ἡμῖν παρὰ Θεοῦ, ὡς τῶν πιστῶν πρέσβεις ἄριστοι, πρὸς Χριστὸν μακάριοι.

Ὁ ἱ­ε­ρεύς·
Σῶ­σον ὁ Θε­ὸς τὸν λα­όν σου, καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου· ἐ­πί­σκε­ψαι τὸν κό­σμον σου ἐν ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς· ὕ­ψω­σον κέ­ρας Χρι­στι­α­νῶν Ὀρ­θο­δό­ξων, καὶ κα­τά­πεμ­ψον ἐφ᾿ ἡ­μᾶς τὰ ἐ­λέ­η σου τὰ πλού­σι­α, πρε­σβεί­αις τῆς πα­να­χράν­του Δε­σποί­νης ἡ­μῶν Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας, δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ Σταυ­ροῦ· τῇ χά­ρι­τι τοῦ πα­να­γί­ου καὶ ζω­ο­δό­χου Τά­φου· προ­στα­σί­αις τῶν τι­μί­ων, ἐ­που­ρα­νί­ων δυ­νά­με­ων Ἀ­σω­μά­των· ἱ­κε­σί­αις τοῦ τι­μί­ου, ἐν­δό­ξου, προ­φή­του, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου· τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων Ἀ­πο­στό­λων· τοῦ ἁ­γί­ου, ἐν­δό­ξου καὶ πα­νευ­φή­μου Ἀ­πο­στό­λου Ἰ­α­κώ­βου τοῦ Ἀ­δελ­φο­θέ­ου καὶ πρώ­του Ἱ­ε­ράρ­χου τῶν Ἱ­ε­ρο­σο­λύ­μων· τῶν ἐν ἁ­γί­οις Πα­τέ­ρων ἡ­μῶν με­γά­λων Ἱ­ε­ραρ­χῶν καὶ οἰ­κου­με­νι­κῶν δι­δα­σκά­λων, Βα­σι­λεί­ου τοῦ Με­γά­λου, Γρη­γο­ρί­ου τοῦ Θε­ο­λό­γου καὶ Ἰ­ω­άν­νου τοῦ Χρυ­σο­στό­μου, Ἀ­θα­να­σί­ου καὶ Κυ­ρίλ­λου, Ἰ­ω­άν­νου τοῦ Ἐ­λε­ή­μο­νος, πα­τρι­αρ­χῶν Ἀ­λε­ξαν­δρεί­ας, Νι­κο­λά­ου τοῦ ἐν Μύ­ροις, Σπυ­ρί­δω­νος ἐ­πι­σκό­που Τρι­μυ­θοῦν­τος, Νε­κτα­ρί­ου Πεν­τα­πό­λε­ως, τῶν θαυ­μα­τουρ­γῶν· τῶν ἁ­γί­ων ἐν­δό­ξων με­γα­λο­μαρ­τύ­ρων Γε­ωρ­γί­ου τοῦ τρο­παι­ο­φό­ρου, Δη­μη­τρί­ου τοῦ μυ­ρο­βλύ­του, Θε­ο­δώ­ρου τοῦ Τή­ρω­νος, Θε­ο­δώ­ρου τοῦ Στρα­τη­λά­του, Μη­νᾶ τοῦ θαυ­μα­τουρ­γοῦ, καὶ ἱ­ε­ρο­μάρ­τυ­ρος Χα­ρα­λάμ­πους· τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων Μαρ­τύ­ρων· τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων Πα­τέ­ρων ἡ­μῶν· (τοῦ Ἁ­γί­ου τοῦ Να­οῦ, ἐφ᾿ ὅ­σον δὲν ἐ­μνη­μο­νεύ­θη ἐν τοῖς ἄ­νω)· τῶν ἁ­γί­ων ἐν­δό­ξων θε­ο­στέ­πτων με­γά­λων βα­σι­λέ­ων καὶ Ἰ­σα­πο­στό­λων Κων­σταν­τί­νου καὶ Ἑ­λέ­νης· τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης, (τῶν ΑΓΙΩΝ ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ ΚΑΙ ΔΑΜΙΑΝΟΥ ΤΩΝ ΕΚ ΤΗΣ ΡΩΜΗΣ) καὶ πάν­των σου τῶν ἁ­γί­ων· ἱ­κε­τεύ­ο­μέν σε, μό­νε πο­λυ­έ­λε­ε Κύ­ρι­ε, ἐ­πά­κου­σον ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν δε­ο­μέ­νων σου καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

Οἱ χο­ροὶ ἐ­ναλ­λὰξ τό· Κύ­ρι­ε, ἐ­λέ­η­σον, τε­τρά­κις ἀ­νὰ τρίς.

Ὁ ἱ­ε­ρεύς· Ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς, καὶ φι­λαν­θρω­πί­ᾳ τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, μεθ᾿ οὗ εὐ­λο­γη­τὸς εἶ, σὺν τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός· Ἀ­μήν.

Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
κ πηγῶν σωτηρίου, τὸ γλυκύτατον ὕδωρ τὸ τῶν ἰάσεων, πηγάζοντες πλουσίως, τῶν νόσων τὴν πικρίαν, θεραπεύετε Ἅγιοι, ἀποσβεννύντες ἀεί, τῶν λυπηρῶν τῇ φλόγα.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Γεωργήσας τὰ πάθη, ἀρρωστήμασι πλείστοις ἤδη ἐτάζομαι, ἀλλ' ὢ δυὰς ἁγία, τῶν Θείων Ἀναργύρων, τὴν ζωήν μου βελτίωσον, καὶ τῶν πολλῶν μου κακῶν, τὴν ἄνεσιν παρασχού.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
ν ὀδύνῃ τὸν βίον, διὰ πλῆθος κακίας ἀνύω Ἅγιοι, καὶ πέπλησμαι μωλώπων, τῶν ἐκ τῆς ἁμαρτίας, ἀλλ' ὑμεῖς θεραπεύσατε, Ἀνάργυροι θαυμαστοί, τὴν τάλαιναν ψυχήν μου.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
ώμην θείαν μοι δίδου, Θεοτόκε Παρθένε καθικετεύω σέ, ὡς ἂν ποιῶ καὶ πράττω, τὸ θέλημα τὸ Θεῖον, ἐκ δυνάμεως Ἄχραντε, καὶ τῷ Υἱῷ σου Ἁγνή, πιστῶς εὐαρεστήσω.

Ὠδὴ η'. Τὸν Βασιλέα
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
πασαν βλάβην, τὴν καθ' ἡμῶν τοῦ Βελίαρ, ἀποκρούσασθε Ἀνάργυροι ταχέως, καὶ ἡμῶν τὸν βίον, ἀνώδυνον τηρεῖτε.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Σθένος μοι δίδου, κατὰ παθὼν ὀλεθρίων, ὢ αὐτάδελφε δυὰς τῶν Ἀναργύρων, τοῦ πατεῖν ἐπάνω, ὄφεων καὶ σκορπίων.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
δε τὸν πόνον, τῆς ταλαιπώρου ψυχῆς μου, ὢ αὐτάδελφε δυὰς τῶν Ἀναργύρων, καὶ παρασχοὺ ταύτῃ, ὑγείαν οὐρανόθεν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Μὴ διαλίπῃς, Θεοχαρίτωτε Κόρη, περιεποῦσα ὡς Μήτηρ τοῦ Ὑψίστου, τοὺς ὑπερυψούντας, τὴν δόξαν σου τὴν θείαν
Ὠδὴ θ'. Κυρίως Θεοτόκον
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Οἱ κόσμῳ τάς ἰάσεις, νέμοντες ἀπαύστως, θεομακάριστοι Θεῖοι Ἀνάργυροι, ἐκ πάσης νόσου ἀτρώ-τους ἡμὰς φυλάξατε.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
ψώσατε τὸν νοῦν μου, ἐννοιῶν ματαίων, καὶ τὴν ζωήν μου τηρήσατε ἄνοσον, ὡς ἀγαθοί μου προστάται Θεῖοι Ἀνάργυροι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
πὲρ τῶν ἀνυμνούντων, ὑμᾶς Θεοφόροι, διὰ παντὸς δυσωπεῖτε τὸν Εὔσπλαγχνον, πάσης ἀνάγκης ἐν βίῳ ῥύεσθε πάντοτε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
μνοῦμεν σὲ Παρθένε, ὅτι τῷ σῷ τόκῳ, ἐκ τῆς ἀρχαίας κατάρας ἐρρύσθημεν, καὶ τῆς ζωῆς τῆς ἀλήκτου κατηξιώθημεν.
ξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς, μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον, τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον καὶ μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.     
Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βεὶμ καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ, τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν· τὴν ὄν­τως Θε­ο­τό­κον σὲ με­γα­λύ­νο­μεν.
Μεγαλυνάρια
Χαίροις Ἀναργύρων ἡ ξυνωρίς, οἱ τῶν ἀσθενούντων, ἰατῆρες θαυματουργοί, Κοσμᾶ Θεοφόρε, Δαμιανέ τε Θεῖε, τῶν ἀρετῶν τὰ θεῖα ἐνδιαιτήματα.
Πλούτῳ διαπρέποντες ἀγαθῶν, εὐποϊίας ῥεῖθρα, ἀνεδείχθητε συμαθώς, καὶ τάς ἀσθενείας, ἰᾶσθε ἀναργύρως, τῶν χαλεπῶς πασχόντων Θεῖοι Ἀνάργυροι.
Χάριν δεδεγμένοι παρὰ Θεοῦ, δωρεὰν τάς νόσους, θεραπεύετε τῶν πιστῶν, καὶ τῶν βαρυτάτων, παθῶν λυτροῦσθε θᾶττον, τοὺς ἐπικαλουμένους ὑμᾶς Ἀνάργυροι.
φθη ἰατρεῖον πνευματικόν, Πνεύματι Ἁγίῳ, ὁ ναὸς ὑμῶν ὁ σεπτός, ἐν αὐτῷ γὰρ πᾶς τίς, προστρέχων ἐκλυτρούται, δεινῶν ἀρρωστημάτων Θεῖοι Ἀνάργυροι.
Χαίρετε νοσούντων θεραπευταί, καὶ ῥώσεως θείας, καὶ ὑγείας προμηθευταί, χαίρεται διῶκται, πνευμάτων ἀκαθάρτων, Κοσμᾶ Δαμιανέ τε ἀξιοθαυμαστοί.
Πάσης ἀσθενείας πάσης ὀργῆς, φθορᾶς τε καὶ βλάβης, καὶ ἀλγήματος χαλεποῦ, ἀσινεῖς τηρεῖτε, ἡμᾶς θαυματοβρύται τοὺς προσιόντας πόθῳ, ὑμῖν Ἀνάργυροι.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
­γι­ος ὁ Θε­ός, Ἅ­γι­ος Ἰ­σχυ­ρός, Ἅ­γι­ος Ἀ­θά­να­τος, ἐ­λέ­η­σον ἡ­μᾶς. (ἐκ γ´)
Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν, ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.
Κύ­ριε, ἐλέησον. (3)
Δό­ξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πά­τερ ἡ­μῶν, ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου· ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου ὡς ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.
Ὁ ἱ­ε­ρεύς·
Ὅτι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ ἀ­να­γνώ­στης· Ἀμήν.

Οἱ ψάλ­ται τὰ τρο­πά­ρι­α ταῦ­τα.

Ἦ­χος πλ. β´.

­λέ­η­σον ἡ­μᾶς, Κύ­ρι­ε, ἐ­λέ­η­σον ἡ­μᾶς· πά­σης γὰρ ἀ­πο­λο­γί­ας ἀ­πο­ροῦν­τες, ταύ­την σοι τὴν ἱ­κε­σί­αν ὡς Δε­σπό­τῃ, οἱ ἁ­μαρ­τω­λοὶ προ­σφέ­ρο­μεν· ἐ­λέ­η­σον ἡ­μᾶς.
Δό­ξα.
Κύ­ρι­ε, ἐ­λέ­η­σον ἡ­μᾶς, ἐ­πὶ σοὶ γὰρ πε­ποί­θα­μεν. Μὴ ὀρ­γι­σθῇς ἡ­μῖν σφό­δρα, μη­δὲ μνη­σθῇς τῶν ἀ­νο­μι­ῶν ἡ­μῶν· ἀλλ᾿ ἐ­πί­βλε­ψον καὶ νῦν ὡς εὔ­σπλαγ­χνος, καὶ λύ­τρω­σαι ἡ­μᾶς ἐκ τῶν ἐ­χθρῶν ἡ­μῶν· Σὺ γὰρ εἶ Θε­ὸς ἡ­μῶν, καὶ ἡ­μεῖς λα­ός σου· πάν­τες ἔρ­γα χει­ρῶν σου, καὶ τὸ ὄ­νο­μά σου ἐ­πι­κε­κλή­με­θα.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τῆς εὐ­σπλαγ­χνί­ας τὴν πύ­λην ἄ­νοι­ξον ἡ­μῖν, εὐ­λο­γη­μέ­νη Θε­ο­τό­κε· ἐλ­πί­ζον­τες εἰς σέ, μὴ ἀ­στο­χή­σαι­μεν· ῥυ­σθεί­η­μεν δι­ὰ σοῦ τῶν πε­ρι­στά­σε­ων· σὺ γὰρ εἶ ἡ σω­τη­ρί­α τοῦ γέ­νους τῶν Χρι­στι­α­νῶν.
Ἀπολυτίκιον.
Ἦχος πλ. δ'.
γιοι Ἀνάργυροι καὶ Θαυματουργοί, ἐπισκέψασθε τάς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν *.

Εἶτα ἐκετενὴς παρὰ τοῦ Ἱερέως
­λέ­η­σον ἡ­μᾶς ὁ Θε­ὸς κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.
­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ Πα­τρὸς καὶ Πα­τρι­άρ­χου ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.
­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ (κώ­μῃ, πό­λει, νή­σῳ) ταύ­τῃ.
­τι δε­ό­με­θα ὑ­πὲρ τῶν δού­λων τοῦ Θε­οῦ, (ὀ­νό­μα­τα).
­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ δι­α­φυ­λα­χθῆ­ναι τὴν ἁ­γί­αν Ἐκ­κλη­σί­αν (ἢ Μο­νὴν) καὶ τὴν πό­λιν (ἢ κώ­μην, ἢ χώ­ραν, ἢ νῆ­σον) ταύ­την, καὶ πᾶ­σαν πό­λιν καὶ χώ­ραν ἀ­πὸ ὀρ­γῆς, λοι­μοῦ, λι­μοῦ, σει­σμοῦ, κα­τα­πον­τι­σμοῦ, πυ­ρός, μα­χαί­ρας, ἐ­πι­δρο­μῆς ἀλ­λο­φύ­λων, ἐμ­φυ­λί­ου πο­λέ­μου, καὶ αἰφ­νι­δί­ου θα­νά­του· ὑ­πὲρ τοῦ ἵ­λε­ων, εὐ­με­νῆ, καὶ εὐ­δι­άλ­λα­κτον, γε­νέ­σθαι τὸν ἀ­γα­θὸν καὶ φι­λάν­θρω­πον Θε­ὸν ἡ­μῶν, τοῦ ἀ­πο­στρέ­ψαι καὶ δι­α­σκε­δά­σαι πᾶ­σαν ὀρ­γὴν καὶ νό­σον, τὴν καθ᾿ ἡ­μῶν κι­νου­μέ­νην· καὶ ῥύ­σα­σθαι ἡ­μᾶς ἐκ τῆς ἐ­πι­κει­μέ­νης δι­καί­ας αὐ­τοῦ ἀ­πει­λῆς, καὶ ἐ­λε­ῆ­σαι ἡ­μᾶς.
­τι δε­ό­με­θα, ὑ­πὲρ τοῦ εἰ­σα­κοῦ­σαι Κύ­ρι­ον τὸν Θε­ὸν φω­νῆς τῆς δε­ή­σε­ως ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν, καὶ ἐ­λε­ῆ­σαι ἡ­μᾶς.
­πά­κου­σον ἡ­μῶν, ὁ Θε­ός, ὁ Σω­τὴρ ἡ­μῶν, ἡ ἐλ­πὶς πάν­των τῶν πε­ρά­των τῆς γῆς καὶ τῶν ἐν θα­λάσ­σῃ μα­κράν· καὶ ἵ­λε­ως, ἵ­λε­ως γε­νοῦ ἡ­μῖν, Δέ­σπο­τα ἐ­πὶ ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.
Ἐ­λε­ή­μων γὰρ καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεὺς ποι­εῖ ἀ­μέ­σως τὴν Ἀ­πό­λυ­σιν.

Δό­ξα σοι, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.
[Ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν] Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του καὶ πα­να­μώ­μου ἁ­γί­ας αὐ­τοῦ Μη­τρός· δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ Σταυ­ροῦ· τῇ χά­ρι­τι τοῦ πα­να­γί­ου καὶ ζω­ο­δό­χου Τά­φου· προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων δυ­νά­με­ων ἀ­σω­μά­των· ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου προ­φή­του, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου· τῶν ἁ­γί­ων, ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων· τοῦ ἁ­γί­ου ἐν­δό­ξου καὶ πα­νευ­φή­μου Ἀ­πο­στό­λου Ἰ­α­κώ­βου τοῦ Ἀ­δελ­φο­θέ­ου καὶ πρώ­του Ἱ­ε­ράρ­χου τῶν Ἱ­ε­ρο­σο­λύ­μων· τῶν ἁ­γί­ων, ἐν­δό­ξων καὶ καλ­λι­νί­κων μαρ­τύ­ρων· τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων ἡ­μῶν· τῶν ἁ­γί­ων ἐν­δό­ξων θε­ο­στέ­πτων με­γά­λων βα­σι­λέ­ων καὶ Ἰ­σα­πο­στό­λων Κων­σταν­τί­νου καὶ Ἑ­λέ­νης· (τοῦ ἁ­γί­ου τοῦ να­οῦ)· τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης· τοῦ ἁ­γί­ου (τῆς ἡ­μέ­ρας), οὗ καὶ τὴν μνή­μην ἐ­πι­τε­λοῦ­μεν, καὶ πάν­των τῶν ἁ­γί­ων ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Ψάλλομεν τὸ κάτωθι τροπάριον.
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου
υσαὶ νοσημάτων χαλεπῶν, καὶ φθοροποιῶν ἀλγη-δόνων, τῶν Ἀναργύρων δυάς, τοὺς θερμὼς προσ-τρέχοντας, τῇ προστασίᾳ ἡμῶν, ἐνεργεῖα τῆς χάριτος, τῆς ὑμῖν δοθείσης, Κοσμᾶ παναοίδιμε, Δαμιανέ τε σοφέ, ὅπως ἐν ὑγείᾳ τελείᾳ, καὶ εἰρηνικὴ καταστάσει, τὸν ὑμᾶς δοξάσαντα δοξάζωμεν.
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱερεύς:
Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμὰς
Ὁ Χορός: Ἀμήν.

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
ς θεῖοι θεράποντες, καὶ ἰατῆρες βροτῶν, ἀνάργυρον βλύζετε, τὴν θεραπείαν ἡμῖν, Ἀνάργυροι ἔνδοξοι, ὅθεν τοὺς προσιόντας, τῇ σεπτὴ ὑμῶν σκέπη, ῥύσασθε νοσημάτων, καὶ παθὼν ἀνιατῶν, Κοσμᾶ καὶ Δαμιανέ, Ῥώμης βλαστήματα.

Κοντάκιον. Ἦχος β'.
Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, lατροὶ θαυματουργοὶ ἔνδοξοι, Ἀλλὰ τῇ ἡμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση καταβάλλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.

Ἦχος γ'. Θείας Πίστεως
Θείου Πνεύματος τῇ χειρουργίᾳ, θεραπεύετε παντοίας νόσους, σὺν Κοσμᾷ Δαμιανὲ οἱ Ἀνάργυροι, ὁ γὰρ Σωτὴρ ἰατροὺς ὑμᾶς ἔδειξεν, εἰς περιποίησιν πάντων καὶ ἴασιν, ὅθεν ῥύσασθε, παθῶν δυσαχθῶν καὶ θλίψεων, τοὺς πόθῳ τῷ ναῷ ὑμῶν προστρέχοντας.
Κοντάκιον . Ἦχος β'
Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, Ἰατροὶ Θαυματουργοὶ ἔνδοξοι, ἀλλὰ τῇ ὑμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση κατεβάλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν.
Ἔτερο Κοντάκιον
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως
κ τῆς Ἀσιάς, ὥσπερ δυο ἀστέρες, ἑξανατείλαντες, Ἀνάργυροι Θεῖοι, τῇ Οἰκουμένῃ λάμπετε θαυμάτων ταῖς αὐγαῖς, νόσους μὲν ἰώμενοι καὶ δεινὰς καχεξίας, χάριν δὲ παρέχοντες τοῖς πιστοῖς εὐρωστίοις, Δαμιανὲ Θέοφρον καὶ Κοσμᾶ, χειμαζομένων λιμένες πανεύδιοι.
Μεγαλυνάριον
Οἴαπερ θεράποντες Ἰατροί, ψυχῶν καὶ σωμάτων, ἀσθενείας ὀδυνηράς, ἰάσασθε τάχος, ἀρρήτῳ ἐπισκέψει, ἡμῶν Θαυματοβρύται, σοφοὶ Ἀνάργυροι.
ΕΤΕΡΟΝ ΑΠΟΛΥΤΙΚΙΟΝ (ΚΑΙ ΚΟΝΤΑΚΙΟΝ) ΑΓΙΩΝ ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ ΚΑΙ ΔΑΜΙΑΝΟΥ ΤΩΝ ΕΚ ΤΗΣ ΡΩΜΗΣ (1 ΙΟΥΛΙΟΥ).
Ἦχος δ'. Ταχὺ Προκατάλαβε
ς Θεῖοι θεράποντες, καὶ ἰατῆρες βροτῶν, ἀνάργυρον βλύζετε τὴν θεραπείαν ἡμῖν, Ἀνάργυροι ἔνδοξοι, ὅθεν τοὺς προσιόντας, τῇ σεπτὴ ἡμῶν σκέπη, ῥύσασθε νοσημάτων καὶ παθὼν ἀνιατῶν, Κοσμᾶ καὶ Δαμιανέ, Ῥώμης βλαστήματα.

Κοντάκιον . Ἦχος β'

Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, Ἰατροὶ Θαυματουργοὶ ἔνδοξοι, ἀλλὰ τῇ ὑμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση κατεβάλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου