Τρίτη 16 Ιανουαρίου 2018

Παρακλητικός Κανών ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΗΣ ΤΗΣ ΘΕΟΠΡΟΜΗΤΟΡΟΣ

Ες τ νομα το Πατρς, καί το Υο κα το γου Πνεύματος. μήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

Ὁ χορός·
Ἀμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τὴ ἀληθεία σου, εἰσάκουσόν μου ἐν τὴ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισεν μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτησα. Διαπέτασα  πρὸς σὲ τὰς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἂπ΄ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον. Ἀκουστὸν ποίησον μοὶ τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισὸν μοὶ κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾗρα τὴν ψυχήν μου. Ἐξελοὺ με ἐκ τῶν ἐχρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξον μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμί.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ
ἑκατέρων τῶν χορῶν.

Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσαν μέ, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ θεοφόρῳ ἐκτενῶς νῦν προσέλθωμεν, οἱ ταπεινοὶ ὡς ἀληθῶς καὶ προσπέσωμεν, ἐν κατανύξει κράζοντες θερμὼς ἐκ ψυχῆς, ?ννὰ πολυΰμνητε, σπλαχνισθεῖσα σοῖς δούλοις' πάσης ἡμὰς λύτρωσαι, προσβολῆς ἐναντίας, καὶ ἀπειλῇς δεινῶν παντοδαπὼν εἰς σὲ γὰρ πάντες, ἀεὶ ἐγκαυχώμεθα.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ' σούς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν' (50)
λέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξαλεῖψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τάς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθεὶς ἐν τοῖς λόγοις σου, καὶ νικήσεις ἐν τῷ κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεὶς μὲ ὑσσώπω, καὶ καθαρισθήσομαι πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τάς ἀνομίας μου ἐξαλεῖψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψεις μὲ ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σοῦ, καὶ πνεύματι ἠγεμονικὸ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥυσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντε-τριμμένην καὶ τεταπεινωμένην, ὁ Θεός, οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ἀρχόμεθα τοῦ κανόνος, λέγοντες ἐν ἑκάστῳ τροπαρίω: Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν.

Ὠδή α'. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας.
πιβλέψον ἄνωθεν εὐμενῶς προμῆτορ Κυρίου, καὶ ἐπόμβρησον δαψιλώς, τὰ ῥεῖθρα τοῦ θείου σοῦ ἐλέους, τοῖς προσιούσι θερμὼς ἐν τῇ σκέπῃ σου.
Παθῶν ἀκαθέκτων τὴν χαλεπὴν κατεύνασον ζάλην, καὶ παντοίων ἐπιφορῶν, τὴν ῥύμην ἀνάστειλον θέοφρον, σαῖς πρὸς Θεὸν ἱεραῖς παρακλήσεσιν.
ν νόσοις σὲ εὕροιμεν ἰατρόν, φιλάγαθε Ἄννα, καὶ ἐν θλίψεσι πλατυσμόν, καὶ πύργον ἰσχῦος ἐν ἀνάγκαις, καὶ ἐν κινδύνοις ταχεῖαν ἀντίληψιν.
Θεοτοκίον.
πίσκεψαι Δέσποινα συμπαθῶς, τοὺς πίστει καὶ πόθῳ, σὲ ὑμνούντας ἀνελλιπῶς, καὶ πᾶσι παρασχοὺ σωτηρίαν' καὶ φωτισμὸν καὶ εἰρήνην καὶ ἔλεος.

Ὠδὴ γ'. Οὐρανίας ἄψῖδος.
Συμφορῶν καὶ κινδύνων, καὶ ἀναγκῶν ἔνδοξε, καὶ ἀνιαρῶν ἐπαλλήλων, καὶ περιστάσεων, πάντας διάσωσον, τούς τῳ σεπτώ σου τεμένει, πόθῳ προσεδρεύοντας, καὶ σὲ γεραίροντας.
ξ ἑφόδου παντοίας, βαρβαρικῆς πάνσεμνε καὶ δαιμονικὴς ἐπηρείας, καὶ ἐπιθέσεως, κακοποιούντων ἀνδρῶν, ῥυσαὶ τὴν ποίμνην σου ταύτην, τὴν ἐκ διαθέσεως, σὲ μεγαλύνουσαν.
Νοσημάτων παντοίων καὶ ἀλγεινῶν λύτρωσαι, τοὺς εἰλικρινῶς αἰτουμένους, τὴν σήν, ἀντίληψιν, ?ννα φιλεύσπλαγχνε' ὅσα γὰρ θέλεις ἀνύεις, ὡς προμήτωρ ἔνθεος, τοῦ Παντοκράτορος.
Θεοτοκίον.
ἐλπὶς ἢ βεβαία, τῶν γηγενῶν ?χραντε, καὶ ἡ ὀξυτάτη καὶ μόνη ἡμῶν βοήθεια, ῥυσαὶ δεόμεθα, τῆς πολυπλόκου κακίας, τοῦ δολίου δράκοντος, τοὺς σὲ δοξάζοντας.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σοῦ, σῶφρον ?ννα, ὅτι πάντες πρὸς σὲ θερμώς, ἀεὶ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν ἡμῶν πρέσβυν.
πιβλέψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, δι’ οὖς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς μεθ’ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·  Ἀμήν.
Μετὰ δὲ τὴν ἐκφώνησιν, τὸ ἑπόμενον·Κοντάκιον
Ἦχος β'. Τὰ ἄνῳ ζητῶν.
Πρεσβείαν τὴν σήν, ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦντες ἀεί, οἱ δοῦλοι σοῦ πανεύφημε, ἐκτενῶς βοῶμέν σοι, θεοδόξαστε ?ννα προφθάσον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη προμήτωρ τοῦ ποιήσαντος.
Ὠδὴ δ'. Εἰσακήκοα Κύριε.
Συνεχόμενοι πάντοθεν, καὶ δεινοῖς παντοίοις κλυδωνιζόμενοι, βοηθείας τῆς σῆς τύχοιμεν, ?ννα οἱ προστρέχοντες τῇ σκέπῃ σου.
Τάς βουλὰς διασκέδασον, τῶν ὠρυομένων κατὰ τῆς ποίμνης σου, καὶ ματαίωσον δεόμεθα, τάς αὐτῶν ἐλπίδας Ἄννα πάνσεμνε.
Μὴ παρίδῃς θεόληπτε, τοὺς προσκαλουμένους σὲ εἰς βοήθειαν ἀλλὰ τάχυνον τοῦ ῥύσασθαι, τῆς παρενοχλούσης ἡμὰς θλίψεως.
Θεοτοκίον.
Συμφορῶν καὶ κακώσεων, καὶ ἐπερχομένων δεινῶν συμπτώσεων, καὶ ποικίλων παραπτώσεων, Θεοτόκε σῷζε τοὺς ὑμνούντας σέ.
Ὠδή ε'. Φώτισον ἡμᾶς.
ασαι ἡμῶν, τῶν σωμάτων τὰ συντρίμματα, καὶ τοῦ νοὸς τάς ἐκτροπὰς ἀγαθή, καὶ διανοίας διασκέδασον τὴν ζόφωσιν.
Αἴτησαι ἡμῖν, ἑπταισμένων τὴν συγχώρησιν, ἐλευθερίαν πολυτρόπων δεινῶν καὶ εἰρηναίαν παμμακάριστε κατάστασιν.
Πάσης ἀπειλῆς, καὶ παντοίας ἐλευθέρωσον, θέοφρον Ἄννα δυσχερείας ἡμᾶς, ὅπως ὑμνῶμεν ἀεὶ τὰ μεγαλεῖα σοῦ.
Προστῆθι ἁγνή, τοῖς πιστῶς σὲ λιτανεύουσι, καὶ ἀσιγήτως σὲ γεραίρουσι, καὶ ὀρθοδόξως Θεοτόκον καταγγέλλουσιν.
Ὠδὴ ς'. Τὴν δέησιν
Μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύουσα, προνοοῦσά τε ἀεὶ καὶ φρουροῦσα πρὸς σὲ καὶ γὰρ παναοίδιμε Ἄννα, διὰ παντὸς ἀφορῶμεν οἱ δοῦλοι σοῦ' παντοίας οὖν ἐπιφοράς, ἀνωτέρους ἡμᾶς διατήρησον.
κ πάσης ἡμὰς ἀεὶ περισῷζε, συνοχῆς τε καὶ παντοίας ὀδύνης, καὶ χαλεπῆς ἐλευθέρωσον βλάβης, ψυχῆς ὅμου τε καὶ σώματος ἔνδοξε' ἰσχύεις γὰρ ὡς ἀληθῶς, ὡς προμήτωρ τοῦ πάντα ἰσχύοντος.
κ σάλου τῆς τῶν παθῶν ὀχλήσεως, καὶ δεινῆς ἡμὰς θεόληπτε Ἄννα, τῶν πονηρῶν λογισμῶν καταιγίδος, πρὸς γαληνότατον ὅρμον προσόρμισον, προνοία σου τῆς ἀγαθῆς, ἀγαθοῦ τε Δεσπότου προμήτορος.
Θεοτοκίον.
ς πάντων τὴν δεσποτείαν ἔχουσα, οἵα μήτηρ τοῦ τῶν πάντων Δεσπότου, δίδου ἡμῖν ἐγκλημάτων τὴν λύσιν, καὶ παθημάτων Ἁγνὴ ἀπολύτρωσιν, κινδύνων τε ἀπαλλαγήν, καὶ Θεοῦ βασιλείας οἰκείωσιν.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σοῦ σῶφρον Ἄννα, ὅτι πάντες πρὸς σὲ θερμὼς ἀεὶ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν ἡμῶν πρέσβυν.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Εἶτα μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, δι’ οὖς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς μεθ’ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·  Ἀμήν.
Μετὰ δὲ τὴν ἐκφώνησιν, τὸ ἑπόμενον·
Προστασία τῶν πιστῶν ἀκαταμάχητε, μεσιτεία πρὸς Θεὸν ἀμετακίνητε, μὴ παρίδῃς σῶν οἰκετῶν ἱκέσιον φωνήν, ἀλλ' ἐπιβλέψον ὡς συμπαθής, εἰς τὴν ταπείνωσιν ἡμῶν, τῶν πιστῶς προστρεχόντων σοι, σῴζουσα ἐκ κινδύνων, καὶ σκέπουσα ἐκ παντοίων, πειρατηρίων χαλεπῶν, ?ννα πάνσεμνε τοὺς δούλους σοῦ.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Ἀγαλλιάσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στίχ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.

ΕΥΑΓΓΕΛΙΟΝ ΕΚ ΤΟΥ ΚΑΤΑ ΛΟΥΚΑΝ
Εἶπεν Ὁ Κύριος οὐδεὶς λύχνον ἅψας, καλύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν ἀλλ? ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. Οὐ γάρ ἐστι κρυπτόν, ὁ οὗ φανερὸν γενήσεται οὐδὲ ἀπόκρυφον, ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. Βλέπετε οὖν πως ἀκούετε ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ? αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ Μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. Καὶ ἀπηγγέλθη αὐτῷ. λεγόντων ἡ Μήτηρ σου καὶ οἱ ἀδελφοὶ σοῦ ἑστήκασιν ἔξω, ἰδεῖν σὲ θέλοντες. Ὁ δὲ ἀποκριθείς, εἶπε πρὸς αὐτούς. Μήτηρ μου καὶ ἀδελφοί μου οὔτοι εἶσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες, καὶ ποιοῦντες αὐτόν.
Δόξα, ἦχος β'.
Ταῖς τῆς σῆς Προγόνου, πρεσβείαις, ἐλεῆμον, ἐξαλεῖψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, ἐλεῆμον, ἐξαλεῖψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Εἶτα. Ἐλέησον μὲ ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξαλεῖψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Μὴ παρίδῃς ἔνδοξε, τὴν ἀνυμνούσαν σὲ πίστει, καὶ πόθῳ γεραίρουσαν, καὶ ἀδιαλείπτως σὲ μεγαλύνουσαν, ἱερὰν ποίμνην σου, ἀλλ' αὐτὴν Θέοφρον, ἀκοιμήτῳ προστασίᾳ σου, περιχαράκωσον, καὶ διαπαντὸς περιτείχισον, καὶ πάσαις ἀνεπιβατόν, ταῖς ἀντικειμέναις δυνάμεσιν, ἀνάδειξον ταύτην, πανεύφημε προμῆτορ τοῦ Χριστοῦ? ἐν σοὶ γὰρ αὔτη κρατύνεται, καὶ αὐχεῖ καὶ σῴζεται.

Ὁ Ἱερεύς·
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρο-νομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, Νικολάου του εκ Νάξου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῆς Ἁγίας Μητρός ἡμῶν Ἄννης, ἦς τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων· Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.
Ὁ χορὸς· Κύριε, ἐλέησον  (ιβ).
Ὁ Ἱερεύς·
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σοῦ Υἱοῦ, μεθ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς· Ἀμήν.
Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πειρασμῶν ἀνηκέστων, συμφορῶν ἀδοκήτων, ?ννα θεοκλητὲ μαστίγων πολυτρόπων, δεινῶν ὀλεθροτόκων, ῥυσαὶ πάντας τοὺς ψάλλοντας? ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Δυσμενείας παντοίας, καὶ δεινῆς προσδοκίας, καὶ πάσης ἔνδοξε, βουλῆς κακομηχάνου, περισῷζε τοὺς πίστει, εἰσαεῖ ἀναμέλποντας' ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Ψυχικὴν εὐεξίαν, καὶ σωμάτων τὴν ῥῶσιν, πᾶσι θεόληπτε, παρασχοὺ τοὺς ἐν πίστει, τῷ θείῳ σοῦ τεμένει, προσιούσι καὶ ψάλλουσιν? ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Θεοτόκιον.
Σηπεδόνας ψυχῆς μου, καὶ παθὼν ἀλγηδόνας, θᾶττον ἀφάνισον, καὶ ὅλον μὲ Παρθένε, ῥοπὴ τοῦ σου ἐλέους, σεσῳσμένον ἀνάδειξον, ὅπως ὕμνῳ σου ἀεί, τάς θείας δυναστείας.

Ὠδὴ η'. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Τοὺς ἐκ παντοίων, ἀνιαρῶν τρυχομένους, καὶ δεινοῖς ἀεὶ ἐταζομένους, λύτρωσιν θέοφρον, παρασχοὺ εἰς αἰῶνας.
Τῆς τῶν δαιμόνων, πανωλεθρίου μανίας, καὶ ἀνδρῶν ἐχθίστων ἀπηνείας, προφθάσον καὶ ῥυσαί,, τοὺς σοῦς σεμνὴ οἰκέτας.
Τοὺς ἐν ποικίλοις, πειρατηρίοις τοῦ βίου, πολυτρόπως πάντοτε θέοφρον, περιστατουμένους, σῷζε εἰς αἰῶνας.
Θεοτοκίον.
Τοὺς πεποιθότας, ἀνενδοιάστως Παρθένε, τῇ πανσωστικῇ σου προστασίᾳ, ἀνεπηρέαστους, συντήρει εἰς αἰῶνας.
Ὠδὴ θ'. Κυρίως Θεοτόκον.
Τοὺς πίστει προσκυνοῦντας, τὴν σεπτὴν σορόν σου, καὶ ἐμφερείας τὸ θεῖον ἐκτύπωμα, σκέπε καὶ φρούρει, καὶ σῷζε Ἄννα φιλάγαθε.
κ θείων ὑψωμάτων, μὴ ἐλλείπης ὅλως, θέοφρον Ἀννα ἡμᾶς ἐποπτεύουσα, καὶ τάς ἰάσεις ἀφθόνως πᾶσι βραβεύουσα.
Μὴ παύσῃ συντηροῦσα ταύτην σοῦ τὴν ποίμνην, ἐκ πολυπλόκων σκανδάλων τοῦ ὄφεως, καὶ ἐξ ἀνθρώπων ἀδίκων, Ἂννα πανθαυμαστέ.
Θεοτοκίον.
λπίς μου γλυκυτάτη, καὶ ἀναψυχή μου, καὶ τῆς ψυχῆς μου χαρὰ Παναγία, χαρὰς ἐκείνης μὲ δεῖξον πάναγνε μέτοχον.

Καὶ εὐθὺς τὸ Ἄξιόν ἐστιν ὡς ἀληθῶς. Εἶτα καὶ τὰ παρόντα μεγαλυνάρια.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἄνναν τὴν Ἁγίαν, τὴν προμήτορα τοῦ Χριστοῦ, τὴν ἀξιωθεῖσαν, γεννήσαι τὴν Παρθένον, τὴν μόνην Θεοτόκον καὶ Παναμώμητον.
Χαρίτων ὡς ἔμπλεως ἀγαθή, χαρίτωσον πάντας τοὺς ἐν πίστει σὲ ἀκλινεῖ, ἀνυμνολογούντας, καὶ πόθῳ προσκυνοῦντας, τῆς θείας κληρουχίας πάντας ἀξίωσον.
Τὸ θεῖον ἀγλάισμα τῶν πιστῶν, δικαίων τὸ κλέος, προπατόρων τὴν καλλονήν, τὴν ἐκλελεγμένην, καὶ κεχαριτωμένην, Προμήτορα τοῦ Λόγου, πάντες τιμή-σωμεν.
Χαίροις χαριτώνυμε ἀληθῶς, χαίροις ἡ Προμήτωρ, τοῦ τῶν ὅλων Δημιουργοῦ, χαίροις ἡ τὰ κάτω, συνάψασα τοῖς ἄνω, τῷ θείῳ τοκετῷ σου, Ἄννα πανόλβιε.
Ταῖς θεοφεγγέσι μαρμαρυγαῖς, ἐκλελαμπρυσμένη, καὶ τοῦ κάλλους τοῦ νοητοῦ, κατεμφορουμένη, Θεο-προμῆτορ Ἄννα, μνημονεῦε τῶν πόθῳ, μνημονευόντων σοῦ.
Τοὺς περιπολούντας διηνεκῶς, τῷ θείῳ ναῷ σου, καὶ ὑμνούντας ἀνελλιπῶς, σοῦ τάς δυναστείας, Προμῆτορ τοῦ Κυρίου, παντοίας ἐπηρείας, πάντας διάσωσον.
Τὸν δεκαεξάριθμον καὶ σεπτόν, δῆμον τῶν Ὁσίων, εὐφημήσωμεν εὐλαβῶς, χαίρετε βοῶντες, τοῦ Ἄθω σεπτὰ κρίνα, καὶ Σκήτης τῆς Προγόνου Χριστοῦ οἱ φοίνικες.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί…

Τὸ Τρισάγιον κτλ. ὡς ἔθος, καὶ ἀπόλυσις.
Ἀσπαζομένης δὲ τῆς Ἁγίας εἰκόνος ψάλλομεν καὶ τὰ παρόντα τροπάρια.

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
Πάντων μνημονεύεις ἀγαθή, τῶν μνημονευόντων σοῦ πόθῳ, καὶ εὐφημούντων σέ, καὶ ἐκλιπαρούντων σὲ Θεοπρομῆτορ θερμώς, καὶ πρὸς σὲ μετὰ πίστεως, ἀεὶ ἀφορώντων, καὶ πρὸς τὴν ἀντίληψιν καταφευγόντων τὴν σὴν πάσης οὖν ἡμὰς ἐπηρείας, νόσων συμφορῶν καὶ κινδύνων, καὶ δεινῶν ἁπάντων ἐλευθέρωσον.
Ἕτερον ὅμοιον.
Πάντες σοὶ προσπίπτομεν πιστῶς, πάντες σὲ θερμὼς δυσωποῦμεν, Ἂννα φιλεύσπλαγχνε, πάντας ἡμὰς λύτρωσαι τῇ μεσιτεία σου, πολυτρόπων κακώσεων, μελλόντων κινδύνων δεινῶν ἐπιθέσεων, καὶ ἀλγηδόνων πικρῶν, καὶ ἀνιαρῶν ἐπαλλήλων, καὶ ἀρρωστημάτων ποικίλων, καὶ πολυειδῶν ἑτέρων θλίψεων.

Ἕτερον ὅμοιον.
Πάσης τῶν ἐθνῶν ἐπιδρομῆς, πάσης τῶν ἐχθρῶν κακουργίας, πάσης στενώσεως, πάσης περιστάσεως, πάσης κακώσεως, πάσης ἄλλης συμπτώσεως, παντοίας ἀνάγκης, ἐκ πάσης τε θλίψεως, καὶ προσβολῆς τοῦ ἐχθροῦ, καὶ ἐκ πολυτρόπων σκανδάλων, καὶ πειρατηρίων τοῦ βίου, ῥυσαὶ τοὺς σοῦς δούλους Ἄννα ἔνδοξε.



Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν... κ.λπ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου