Παρασκευή 19 Ιανουαρίου 2018

Παρακλητικός Κανών ΕΙΣ ΤΑ ΑΓΙΑ ΝΗΠΙΑ ΤΑ ΑΝΑΙΡΕΘΕΝΤΑ ΥΠΟ ΗΡΩΔΟΥ ΕΝ ΒΗΘΛΕΕΜ ΤΗΣ ΙΟΥΔΑΙΑΣ

ΕΚΔΟΣΙΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΑΓΙΩΝ ΝΗΠΙΩΝ ΔΕΡΒΕΝΟΧΩΡΙΩΝ


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.

Ψαλμὸς ρμβ´ (142).

Κύριε, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὴν δέ­η­σίν μου ἐν τῇ ἀ­λη­θεί­ᾳ σου, εἰ­σά­κου­σόν μου ἐν τῇ δι­και­ο­σύ­νῃ σου. Καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου, ὅ­τι οὐ δι­και­ω­θή­σε­ται ἐ­νώ­πι­όν σου πᾶς ζῶν. Ὅ­τι κα­τε­δί­ω­ξεν ὁ ἐ­χθρὸς τὴν ψυ­χήν μου· ἐ­τα­πεί­νω­σεν εἰς γῆν τὴν ζω­ήν μου. Ἐ­κά­θι­σέ με ἐν σκο­τει­νοῖς ὡς νε­κροὺς αἰ­ῶ­νος, καὶ ἠ­κη­δί­α­σεν ἐπ᾿ ἐ­μὲ τὸ πνεῦ­μά μου, ἐν ἐ­μοὶ ἐ­τα­ρά­χθη ἡ καρ­δί­α μου. Ἐ­μνή­σθην ἡ­με­ρῶν ἀρ­χαί­ων, ἐ­με­λέ­τη­σα ἐν πᾶ­σι τοῖς ἔρ­γοις σου, ἐν ποι­ή­μα­σι τῶν χει­ρῶν σου ἐ­με­λέ­των. Δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου· ἡ ψυ­χή μου ὡς γῆ ἄ­νυ­δρός σοι. Τα­χὺ εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐ­ξέ­λι­πε τὸ πνεῦ­μά μου. Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ, καὶ ὁ­μοι­ω­θή­σο­μαι τοῖς κα­τα­βαί­νου­σιν εἰς λάκ­κον. Ἀ­κου­στὸν ποί­η­σόν μοι τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου, ὅ­τι ἐ­πὶ σοὶ ἤλ­πι­σα. Γνώ­ρι­σόν μοι, Κύ­ρι­ε, ὁ­δὸν ἐν ᾗ πο­ρεύ­σο­μαι, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου. Ἐ­ξε­λοῦ με ἐκ τῶν ἐ­χθρῶν μου, Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου. Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ· ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, ζή­σεις με. Ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἐ­ξά­ξεις ἐκ θλί­ψε­ως τὴν ψυ­χήν μου· καὶ ἐν τῷ ἐ­λέ­ει σου ἐ­ξο­λο­θρεύ­σεις τοὺς ἐ­χθρούς μου· καὶ ἀ­πο­λεῖς πάν­τας τοὺς θλί­βον­τας τὴν ψυ­χήν μου, ὅ­τι ἐ­γώ δοῦ­λός σού εἰ­μι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν. Ἦχος δ´. Ψαλμὸς ριζ´ (117).

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (Ψαλμ. ριζ´ 27,26)
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (Ψαλμ. ριζ´ 1)
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. (Ψαλμ. ριζ´ 10)
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. (Ψαλμ. ριζ´ 10)
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ταῖς τῶν ἁγίων σοῦ Νηπίων πρεσβείαις, τῶν ὡς θυσίαν λογικὴν προσαχθέντων, τῷ ἐκ Παρθένου τόκῳ σου φιλάνθρωπε, λύτρωσαι τοὺς δούλους σοῦ, πολυτρόπων κινδύνων, δίδου δὲ Σωτὴρ ἡμῶν, ὀφλημάτων τὴν λύσιν, καὶ βασιλείας τῆς τῶν οὐρανῶν, ἡμᾶς ἀξίωσον, Δεσπότα Κύριε.
Θεοτόκιον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,  τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.  Εἰ μὴ γὰρ σύ προΐστασο πρεσβεύουσα,  τὶς ἡμὰς ἐρρύσατο  ἐκ τοσούτων κινδύνων,  τὶς δὲ διεφύλαξεν  ἕως νῦν ἐλευθέρους;  Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙ σοῦς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ψαλ­μὸς ν´ (50).

­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου. Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με. Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­α­παν­τός. Σοὶ μό­νῳ ἥ­μαρ­τον, καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα. Ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου, καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε. Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου. Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας· τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι. Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι. Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να. Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου, καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον. Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου. Μὴ ἀ­ποῤ­ῥί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ πνεῦ­μά σου τὸ Ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ. Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με. Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι. Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου. Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου. Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις. Θυ­σί­α τῷ Θε­ῷ, πνεῦ­μα συν­τε­τριμ­μέ­νον, καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει. Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ. Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα. Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

Καὶ ἀρ­χό­με­θα τοῦ Κα­νό­νος.

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἅγια Νήπια πρεσβεύσατε ὑπὲρ ἡμῶν.
σχῦϊ νευρούμενοι θεϊκή, οἱ ἄκακοι Παῖδες, τοῦ Ἡρῴδου τὴν χαλεπήν, ᾔσχυναν κακίαν καὶ αἰτοῦνται, παρὰ Κυρίου ἡμῖν θεῖον ἔλεος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τὴν ἄκακον φύσιν τῶν νεογνῶν, ἐδέξω Οἰκτιρμόν, ὥσπερ ἄμωμον προσφοράν, ἀδίκως σφαγέντων παρ΄Ἡρῴδου, δι΄ὧν γενοῦ καὶ ἡμῖν Σῶτερ ἵλεως.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
γία Παρθένε Μῆτερ Θεοῦ, Ἀγγέλων ἡ δόξα, καὶ ἀνθρώπων καταφυγή, δίδου μετανοίας ἀφορμάς μοι, ἵνα ῥυσθῶ τῶν παγίδων τοῦ ὄφεως.
Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἅγια Νήπια πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ερώτατος δῆμος, νεοσφαγῆ θύματα, οἷα νεομάρτυρες θεῖοι, σοὶ προσηνέχθησαν, Σῶτερ φιλάνθρωπε, ὧν ταῖς λιταῖς ἡμῖν πᾶσι, δίδου τὰ ἐλέη σου, τοίς σοι λατρεύουσι.
Ἅγια Νήπια πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Συντριβεὶς τῇ ἀπάτῃ, τοῦ δυσμενοῦς δράκοντος, Νήπια ἁγνὰ καταφεύγω ὑμῶν τῇ χάριτι, ὡς ἂν ῥυσθῶ τῆς φθορᾶς, ὑμῶν θερμαῖς ἱκεσίαις, πρὸς τὸν προσδεξάμενον, ὑμῶν τὰ αἵματα.
Δόξα Πατρί…
Νηπιόφρονα γνώμην, νοϊ σαθρῷ ἔσχηκα, καὶ ἀπεμακρύνθην Κυρίου, πράττων τὰ ἄτοπα ? Νήπια ἄμωμα, δότε μοι φρόνησιν θείαν, ὡς ἂν τῷ θελήματι, Θεοῦ πορεύσωμαι.
Καὶ νῦν καὶ ἀεί… Θεοτόκιον.
Θεὸν τετοκυῖα, δίχα φθορὰς Ἄχραντε, καὶ μετὰ τὸν ἄσπορον τόκον, παρθένος μείνασα, ῥυσαὶ μὲ Δέσποινα, φθοροποιῶν νοημάτων, καὶ τὸν νοῦν μου πλήρωσον, θείας φρονήσεως.
Διάσωσον ταῖς τῶν ἀκάκων Νηπίων λιταῖς Οἰκτιρμόν, τῆς κακίας τοῦ παλαιοῦ πολεμήτορος, τοὺς ἐκζητούντας, τὸ ἄμετρον ἔλεός σου.
πιβλέψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶ­τα μνη­μο­νεύ­ει ὁ ἱ­ε­ρεύς, δι᾿ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ᾿ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ´­).
­λέ­η­σον ἡ­μᾶς ὁ Θε­ὸς κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.
­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ Πα­τρὸς καὶ Πα­τρι­άρ­χου ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.
­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ (κώ­μῃ, πό­λει, νή­σῳ) ταύ­τῃ.
­τι δε­ό­με­θα ὑ­πὲρ τῶν δού­λων τοῦ Θε­οῦ, (ὀ­νό­μα­τα).
Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός·
Ἀ­μήν.
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Νηπίων πληθύς, ἁγίων πολυαριθμέ, Χριστὸν τὸν Θεόν, τὸν ἐν ἐλέει πλούσιον, διὰ παντὸς πρεσβεύετε, διδόναι ἡμῖν παθῶν λύτρωσιν, καὶ βασιλείας τῆς τῶν οὐρανῶν, τυχεῖν τοὺς ὑμᾶς θερμὼς γεραίροντας.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἅγια Νήπια πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πληθὺς θεία, προσήχθη σοί, τῶν ἀπειροκάκων Νηπίων Κύριε, ὧν τὰ αἵματα δεξάμενος, καθαρὸν ἡμὰς πάσης μολύνσεως.
Ἅγια Νήπια πρεσβεύσατε ὑπὲρ ἡμῶν.
σχὺν θείαν λαμβάνομεν μέλποντες ἐν πίστει ὑμῶν τὴν ἄθλησιν, ἡλικία νηπιάζουσα, ἢν ὑπὲρ Κυρίου ὑπεμείνατε.
Δόξα Πατρί…
σπερ ῥόδα νεόδρεπτα, Νήπια ἁγνὰ ἡμῖν διαπνέετε, τὴν ὀσμὴν τῆς θείας χάριτος, δυσωδίαν πᾶσαν ἀπελαύνουσαν.
Καὶ νῦν καὶ ἀεί… Θεοτόκιον.
Νεκρωθέντα μὲ πάθεσιν, ἐγεῖρον Παρθένε τῇ σὴ χρηστότητι, καὶ μετάνοιάν μοι δώρησαι, κἀν ἐν γηρᾷ Δέσποινα καὶ σῶσον μέ.
Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Ἅγια Νήπια πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σθένωσον ἡμῶν, τὴν διάνοιαν Φιλάνθρωπε, τῶν ἁγίων σοῦ Νηπίων ταῖς λιταῖς, τῶν σφαγέντων παρ΄Ἡρῴδου τοῦ παράφρονος.
Ἅγια Νήπια πρεσβεύσατε ὑπὲρ ἡμῶν.
σπερ προσφοραί, τῷ τεχθέντι οἵα νήπιον, προσηνέχθητε ὢ Νήπια ἁγνά, ἐξαιτοῦνται ἡμῖν πᾶσι τὰ σωτήρια.
Δόξα Πατρί…
Τίμιος ὑμῶν, ἀληθῶς ὤφθη ὁ θάνατος, ἐναντίον τοῦ Παντάνακτος Χριστοῦ, ἀπειρόκακε χορεία νηπιάζουσα.
Θεοτόκιον. Καὶ νῦν καὶ ἀεί…
Ηὔγασας ἡμῖν, φῶς ἀνέσπερον τῷ τόκῳ σου, Θεοτόκε· διὸ σκέδασον καμού, τὴν ὁμίχλην τῶν παθῶν τῇ φωταυγεία σου.
Ὠδὴ ς΄. Τὴν δέησιν.
Ἅγια Νήπια πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ευμάτων, ὑμῶν αἱμάτων τοῖς ῥείθροις, ἀπειρόκακοι καὶ ἅγιοι Παῖδες, ἥ του πανώλους Ἡρῴδου μανία, κατεποντίσθη εἰς τέλος καὶ ὤφθησαν, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, δροσισμὸς ἀφθαρσίας καὶ χάριτος.
Ἅγια Νήπια πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μαρτύρων, ὡς συνημμένοι τοῖς δήμοις, ἀπειρόκακοι καὶ ἅγιοι Παῖδες, διὰ παντὸς σὺν αὐτοῖς δυσωπεῖτε, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον Κύριον, ὡς ἂν πταισμάτων ἱλασμόν, καὶ παθὼν ἀπολύτρωσιν εὕρωμεν.
Δόξα Πατρί…
ν κόλποις, τοῦ Ἀβραὰμ αἰωνίως, ἀγαλλόμενοι μακάριοι Παῖδες, καὶ φωτισμοῦ ἐντρυφῶντες ἀΰλου, ἐκ σκοτασμοὺ παθημάτων λυτρώσασθε, τοὺς μακαρίζοντας ὑμᾶς, ὡς Κυρίου νεοθυτα θύματα.
Θεοτόκιον. Καὶ νῦν καὶ ἀεί…
Σωτηρά, καὶ λυτρωτὴν τετοκυΐα, τῶν ἀνθρώπων Ἀειπάρθενε Κόρη, τὸν Ποιητὴν τῶν ἁπάντων καὶ κτίστην, τῆς κακουργίας τοῦ ὄφεως ῥυσαὶ μέ, καὶ σῶσον μὲ ὡς συμπαθής, τῆς δεινῶς τυραν-νούσης μὲ ἕξεως.
Διάσωσον ταῖς τῶν ἀκάκων Νηπίων λιταῖς Οἰκτιρμόν, τῆς κακίας τοῦ παλαιοῦ πολεμήτο-ρος, τοὺς ἐκζητούντας τὸ ἄμετρον ἔλεός σου.
χραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ΄ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Εἶ­τα μνη­μο­νεύ­ει ὁ ἱ­ε­ρεύς, δι᾿ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ᾿ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ´­).
­λέ­η­σον ἡ­μᾶς ὁ Θε­ὸς κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.
­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ Πα­τρὸς καὶ Πα­τρι­άρ­χου ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.
­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ (κώ­μῃ, πό­λει, νή­σῳ) ταύ­τῃ, τῶν προ­σκυ­νη­τῶν, ἐ­πι­τρό­πων, συν­δρο­μη­τῶν καὶ ἀ­φι­ε­ρω­τῶν τοῦ Πα­να­γί­ου καὶ Ζω­ο­δό­χου Τά­φου καὶ τῆς ἁ­γί­ας Ἐκ­κλη­σί­ας (Μο­νῆς) ταύ­της.
­τι δε­ό­με­θα ὑ­πὲρ τῶν δού­λων τοῦ Θε­οῦ, (ὀ­νό­μα­τα).
Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός·
Ἀ­μήν.

Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
σπερ νεοθυτοι ἄρνες ἐτύθητε, τῷ ἐκ Παρθένου τεχθέντι νεάνιδες, κτανθέντες ἀδίκως μακάριοι, καὶ τοῖς Ἀγγέλοις ὡς Παῖδες συνήφθητε, ἡμῖν τὸν Χριστὸν ἰλεούμενοι.
Προκείμενον.
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.
Στιχ. : Εὐφρανθήσονται δίκαιοι ἐν Κυρίῳ.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον β΄13-23.
ναχωρησάντων τῶν μάγων, ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ΄ὄναρ τῷ Ἰωσὴφ λέγων ˙ Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοὶ˙ μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, καὶ ἢν ἐκεῖ ἕως τῆς τελευτὴς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος. Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἄνειλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὂν ἠκρίβωσε παρὰ τῶν μάγων. Τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος* Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς* «Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὔκ εἰσιν. Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ΄ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων * Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραὴλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν* χρηματισθεὶς δὲ κατ΄ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἦχος β΄.
Δόξα.
Ταῖς τῶν σῶν Νηπίων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στιχ.: Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξαλεῖψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σφάγια ὡς ἄμωμα, τῷ ἐκ Παρθένου τεχθέντι, ἀληθῶς προσήχθητε, τῶν Νηπίων ὅμιλος ὁ μακάριος, καὶ ζωῆς κρείττονος, καὶ ὑπερκοσμίου, σὺν Ἀγγέλοις ἠξιώθητε, μεθ΄ὧν πρεσβεύσατε, τῷ παμβασιλεῖ καὶ Θεῶ ἡμῶν, πταισμάτων δοῦναι ἄφεσιν, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν, τοῖς ὑμνολογούσιν, τὴν ἄθλησιν ὑμῶν τὴν ἱεράν, δι΄ἧς Ἡρῴδου καθείλετε, μένος τὸ ὀλέθριον.
Ὁ ἱ­ε­ρεύς·
Σῶ­σον ὁ Θε­ὸς τὸν λα­όν σου, καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου· ἐ­πί­σκε­ψαι τὸν κό­σμον σου ἐν ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς· ὕ­ψω­σον κέ­ρας Χρι­στι­α­νῶν Ὀρ­θο­δό­ξων, καὶ κα­τά­πεμ­ψον ἐφ᾿ ἡ­μᾶς τὰ ἐ­λέ­η σου τὰ πλού­σι­α, πρε­σβεί­αις τῆς πα­να­χράν­του Δε­σποί­νης ἡ­μῶν Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας, δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ Σταυ­ροῦ· τῇ χά­ρι­τι τοῦ πα­να­γί­ου καὶ ζω­ο­δό­χου Τά­φου· προ­στα­σί­αις τῶν τι­μί­ων, ἐ­που­ρα­νί­ων δυ­νά­με­ων Ἀ­σω­μά­των· ἱ­κε­σί­αις τοῦ τι­μί­ου, ἐν­δό­ξου, προ­φή­του, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου· τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων Ἀ­πο­στό­λων· τοῦ ἁ­γί­ου, ἐν­δό­ξου καὶ πα­νευ­φή­μου Ἀ­πο­στό­λου Ἰ­α­κώ­βου τοῦ Ἀ­δελ­φο­θέ­ου καὶ πρώ­του Ἱ­ε­ράρ­χου τῶν Ἱ­ε­ρο­σο­λύ­μων· τῶν ἐν ἁ­γί­οις Πα­τέ­ρων ἡ­μῶν με­γά­λων Ἱ­ε­ραρ­χῶν καὶ οἰ­κου­με­νι­κῶν δι­δα­σκά­λων, Βα­σι­λεί­ου τοῦ Με­γά­λου, Γρη­γο­ρί­ου τοῦ Θε­ο­λό­γου καὶ Ἰ­ω­άν­νου τοῦ Χρυ­σο­στό­μου, Ἀ­θα­να­σί­ου καὶ Κυ­ρίλ­λου, Ἰ­ω­άν­νου τοῦ Ἐ­λε­ή­μο­νος, πα­τρι­αρ­χῶν Ἀ­λε­ξαν­δρεί­ας, Νι­κο­λά­ου τοῦ ἐν Μύ­ροις, Σπυ­ρί­δω­νος ἐ­πι­σκό­που Τρι­μυ­θοῦν­τος, Νε­κτα­ρί­ου Πεν­τα­πό­λε­ως, τῶν θαυ­μα­τουρ­γῶν· τῶν ἁ­γί­ων ἐν­δό­ξων με­γα­λο­μαρ­τύ­ρων Γε­ωρ­γί­ου τοῦ τρο­παι­ο­φό­ρου, Δη­μη­τρί­ου τοῦ μυ­ρο­βλύ­του, Θε­ο­δώ­ρου τοῦ Τή­ρω­νος, Θε­ο­δώ­ρου τοῦ Στρα­τη­λά­του, Μη­νᾶ τοῦ θαυ­μα­τουρ­γοῦ, καὶ ἱ­ε­ρο­μάρ­τυ­ρος Χα­ρα­λάμ­πους· τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων Μαρ­τύ­ρων· τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων Πα­τέ­ρων ἡ­μῶν· (τοῦ Ἁ­γί­ου τοῦ Να­οῦ, ἐφ᾿ ὅ­σον δὲν ἐ­μνη­μο­νεύ­θη ἐν τοῖς ἄ­νω)· τῶν ἁ­γί­ων ἐν­δό­ξων θε­ο­στέ­πτων με­γά­λων βα­σι­λέ­ων καὶ Ἰ­σα­πο­στό­λων Κων­σταν­τί­νου καὶ Ἑ­λέ­νης· τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης, (των ΑΓΙΩΝ ΝΗΠΙΩΝ ΤΩΝ ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΥΠΟ ΗΡΩΔΟΥ ΕΝ ΒΗΘΛΕΕΜ ΤΗΣ ΙΟΥΔΑΙΑΣ) καὶ πάν­των σου τῶν ἁ­γί­ων· ἱ­κε­τεύ­ο­μέν σε, μό­νε πο­λυ­έ­λε­ε Κύ­ρι­ε, ἐ­πά­κου­σον ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν δε­ο­μέ­νων σου καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

Οἱ χο­ροὶ ἐ­ναλ­λὰξ τό· Κύ­ρι­ε, ἐ­λέ­η­σον, τε­τρά­κις ἀ­νὰ τρίς.

Ὁ ἱ­ε­ρεύς·
Ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς, καὶ φι­λαν­θρω­πί­ᾳ τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, μεθ᾿ οὗ εὐ­λο­γη­τὸς εἶ, σὺν τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός· Ἀ­μήν.

Εἶτα, ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγια Νήπια πρεσβεύσατε ὑπὲρ ἡμῶν.
σπερ θὴρ ὁ Ἡρῴδης, ἐφορμήσας τοὺς Παῖδας πικρὼς ἐθέρισεν, ἀλλ΄οὔτοι ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ σκιρτῶσι, καὶ χορεύουσι ψάλλοντες* Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Δόξα Πατρί…
μακάριος δῆμος, ὁ τῶν ἁγίων Νηπίων πικρὼς σφαττόμενος, συνήφθη τοῖς Ἀγγέλοις, καὶ ἱλασμὸν αἰτεῖται, τοῖς βοῶσιν ἑκάστοτε* Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Θεοτόκιον. Καὶ νῦν καὶ ἀεί…
Νεκρωθεὶς τῇ κακίᾳ, ἁμαρτίας τῇ κλίνῃ ἤδη κατάκειμαι* ἀλλ΄ὢ Θεογεννῆτορ, ὡς τὴν ζωὴν τεκούσα, ἑξανάστησον ψάλλοντα* ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Ὠδὴ η΄. Τὸν Βασιλέα.
Ἅγια Νήπια πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ν τοῖς ὑψίστοις, ὢ ἀπειρόκακοι Παῖδες, ἀγαλλόμενοι ἀεὶ σὺν τοῖς Ἁγίοις, ἅπασιν αἰτεῖσθε, ἡμῖν πταισμάτων λύσιν.
Δόξα Πατρί…
είθροις αἱμάτων, τήν του Ἡρῴδου μανίαν, ἀπεπνίξατε Νηπίων ἡ χορεία, ἡμᾶς δὲ τῇ θείᾳ, εὐφραίνετε νῦν δρόσῳ.
Θεοτόκιον. Καὶ νῦν καὶ ἀεί…
γνὴ Παρθένε, τὴν ἄναγνόν μου καρδίαν, ἀποκαθαρὸν ἐλέους σου, τοῖς ῥείθροις, καὶ τῆς ψυχοφθόρου, ῥυσαὶ μὲ ἀθυμίας.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἅγια Νήπια πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Συνόντες τοῖς Ἀγγέλοις, καὶ Ἁγίων δήμοις, ἡ τῶν ἁγίων Νηπίων ὁμήγυρις, ὑπὲρ ἡμῶν δυσωπεῖτε Χριστὸν τὸν Κύριον.
Ἅγια Νήπια πρεσβεύσατε ὑπὲρ ἡμῶν.
σχὺν ἡμῖν αἰτεῖσθε, κατὰ τῶν δαιμόνων, ὢ καθαρώτατα ἅγια Νήπια, ὡς ἂν ὁσίως Κυρίῳ εὐαρεστήσωμεν.
Ἅγια Νήπια πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μεθέξει Τρισηλίω, ὢ ἅγιοι Παῖδες, ἀγαλλιώμενοι ἤδη καὶ χαίροντες, ἐκ χαλεπῆς ἀθυμίας ἡμᾶς λυτρώσασθε.
Δόξα Πατρί…
Οἱ πᾶσαν τοῦ Ἡρῴδου, λύσαντες κακίαν, ὡς τοῦ Σωτῆρος νεοστεπτοι μάρτυρες, ὑπὲρ ἡμῶν δυσωπεῖτε ἅγια Νήπια.
Καὶ νῦν καὶ ἀεί… Θεοτόκιον.
ψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη* χαῖρε Παρθένε τοῦ κόσμου βοήθεια* χαῖρε ἡμῶν σωτηρία καὶ καταφύγιον.

ξιόν ἐστι ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ θυ­μι­ᾷ ὁ Ἱ­ε­ρεὺς τὸ θυ­σι­α­στή­ρι­ον καὶ τὸν να­όν, ἢ τὸν οἶ­κον ὅ­που ψάλ­λε­ται ἡ Πα­ρά­κλη­σις· καὶ ἡ­μεῖς ψάλ­λο­μεν τὰ πα­ρόν­τα Με­γα­λυ­νά­ρι­α.

Μεγαλυνάρια.
Δῆμος ἀπειρόκακος καὶ σεπτός, ἁγίων Νηπίων, προσηνέχθη μαρτυρικώς, τῇ μετὰ σαρκός σου, γεννήσει Ζωοδότα ? ὧν ταῖς λιταῖς παρασχού, ἡμῖν τὴν χάριν.
ρῴδης λυττήσας ὁ δυσμενής, κατὰ σοῦ Οἰκτιρμόν, χεῖρα ὥπλισε φονικήν, καὶ χορὸν Νηπίων, ἀπέκτεινεν ἀκάκων ? οὖς δόξῃς οὐρανίου, Σῶτερ ἠξίωσας.
κ χειρῶν μητρῴων καὶ ἀγκαλῶν, ὡς θὴρ ἀφαρπάσας, ὁ παράνομος βασιλεύς, ἀνεύθυνα βρέφη, ἀπέκτεινε τῷ ξίφει, ἀλλ΄ὁ Δεσπότης πάντων, ταῦτα ἐδόξασε.
Αἵμασι Νηπίων ἡ Βηθλεέμ, ἀκάκων ἐβάφη, Ἐκκλησία δὲ τοῦ Χριστοῦ, ὡς μάρτυρας τούτους, νεοσφαγεῖς γεραίρει, τὸν ἀθλοθέτην πάντων, Χριστὸν δοξάζουσα.
Χαίροις τῶν Νηπίων θεῖος χορός, ἄμωμοι θυσίαι, καὶ καρπώματα λογικά, οἵ τῳ Ζωοδότη, Χριστῷ προσενεχθέντες, καὶ πᾶσιν ἐξαιτοῦντες, τὸ θεῖον ἔλεος.
Δέξαι ἐπουράνιε βασιλεῦ, τῶν ἁγνῶν Νηπίων, τάς δεήσεις ὑπὲρ ἡμῶν, καὶ παρασχοὺ πᾶσι, τοὺς οἰκτισμούς σου Σῶτερ, καὶ τῆς ἀλήκτου δόξῃς, ἡμᾶς ἀξίωσον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμάς.
Τρισάγιον.
­γι­ος ὁ Θε­ός, Ἅ­γι­ος Ἰ­σχυ­ρός, Ἅ­γι­ος Ἀ­θά­να­τος, ἐ­λέ­η­σον ἡ­μᾶς. (ἐκ γ´)
Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν, ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.
Κύ­ριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δό­ξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πά­τερ ἡ­μῶν, ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου· ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου ὡς ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.
Ὁ ἱ­ε­ρεύς·
Ὅτι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ ἀ­να­γνώ­στης· Ἀμήν.

Οἱ ψάλ­ται τὰ τρο­πά­ρι­α ταῦ­τα.

Ἦ­χος πλ. β´.

­λέ­η­σον ἡ­μᾶς, Κύ­ρι­ε, ἐ­λέ­η­σον ἡ­μᾶς· πά­σης γὰρ ἀ­πο­λο­γί­ας ἀ­πο­ροῦν­τες, ταύ­την σοι τὴν ἱ­κε­σί­αν ὡς Δε­σπό­τῃ, οἱ ἁ­μαρ­τω­λοὶ προ­σφέ­ρο­μεν· ἐ­λέ­η­σον ἡ­μᾶς.
Δό­ξα.
Κύ­ρι­ε, ἐ­λέ­η­σον ἡ­μᾶς, ἐ­πὶ σοὶ γὰρ πε­ποί­θα­μεν. Μὴ ὀρ­γι­σθῇς ἡ­μῖν σφό­δρα, μη­δὲ μνη­σθῇς τῶν ἀ­νο­μι­ῶν ἡ­μῶν· ἀλλ᾿ ἐ­πί­βλε­ψον καὶ νῦν ὡς εὔ­σπλαγ­χνος, καὶ λύ­τρω­σαι ἡ­μᾶς ἐκ τῶν ἐ­χθρῶν ἡ­μῶν· Σὺ γὰρ εἶ Θε­ὸς ἡ­μῶν, καὶ ἡ­μεῖς λα­ός σου· πάν­τες ἔρ­γα χει­ρῶν σου, καὶ τὸ ὄ­νο­μά σου ἐ­πι­κε­κλή­με­θα.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τῆς εὐ­σπλαγ­χνί­ας τὴν πύ­λην ἄ­νοι­ξον ἡ­μῖν, εὐ­λο­γη­μέ­νη Θε­ο­τό­κε· ἐλ­πί­ζον­τες εἰς σέ, μὴ ἀ­στο­χή­σαι­μεν· ῥυ­σθεί­η­μεν δι­ὰ σοῦ τῶν πε­ρι­στά­σε­ων· σὺ γὰρ εἶ ἡ σω­τη­ρί­α τοῦ γέ­νους τῶν Χρι­στι­α­νῶν.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν ἁγίων Νηπίων τὸν θεῖον ὅμιλον, ὧν ὁ Ἡρῴδης φονία χειρὶ ἀπέκτεινεν, ἀνυμνήσωμεν πιστοὶ ὡς θείους Μάρτυρας ? ὅτι προσήχθησαν Χριστῷ, Νηπιάσαντι σαρκί, ὡς ἄμωμα ἱερεῖα, ἐκδυσωπούντα ἀπαύστως, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Εἶ­τα μνη­μο­νεύ­ει ὁ ἱ­ε­ρεύς, δι᾿ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ᾿ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ´­).
­λέ­η­σον ἡ­μᾶς ὁ Θε­ὸς κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.
­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ Πα­τρὸς καὶ Πα­τρι­άρ­χου ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.
­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ (κώ­μῃ, πό­λει, νή­σῳ) ταύ­τῃ.
­τι δε­ό­με­θα ὑ­πὲρ τῶν δού­λων τοῦ Θε­οῦ, (ὀ­νό­μα­τα).
­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ δι­α­φυ­λα­χθῆ­ναι τὴν ἁ­γί­αν Ἐκ­κλη­σί­αν (ἢ Μο­νὴν) καὶ τὴν πό­λιν (ἢ κώ­μην, ἢ χώ­ραν, ἢ νῆ­σον) ταύ­την, καὶ πᾶ­σαν πό­λιν καὶ χώ­ραν ἀ­πὸ ὀρ­γῆς, λοι­μοῦ, λι­μοῦ, σει­σμοῦ, κα­τα­πον­τι­σμοῦ, πυ­ρός, μα­χαί­ρας, ἐ­πι­δρο­μῆς ἀλ­λο­φύ­λων, ἐμ­φυ­λί­ου πο­λέ­μου, καὶ αἰφ­νι­δί­ου θα­νά­του· ὑ­πὲρ τοῦ ἵ­λε­ων, εὐ­με­νῆ, καὶ εὐ­δι­άλ­λα­κτον, γε­νέ­σθαι τὸν ἀ­γα­θὸν καὶ φι­λάν­θρω­πον Θε­ὸν ἡ­μῶν, τοῦ ἀ­πο­στρέ­ψαι καὶ δι­α­σκε­δά­σαι πᾶ­σαν ὀρ­γὴν καὶ νό­σον, τὴν καθ᾿ ἡ­μῶν κι­νου­μέ­νην· καὶ ῥύ­σα­σθαι ἡ­μᾶς ἐκ τῆς ἐ­πι­κει­μέ­νης δι­καί­ας αὐ­τοῦ ἀ­πει­λῆς, καὶ ἐ­λε­ῆ­σαι ἡ­μᾶς.
­τι δε­ό­με­θα, ὑ­πὲρ τοῦ εἰ­σα­κοῦ­σαι Κύ­ρι­ον τὸν Θε­ὸν φω­νῆς τῆς δε­ή­σε­ως ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν, καὶ ἐ­λε­ῆ­σαι ἡ­μᾶς.
­πά­κου­σον ἡ­μῶν, ὁ Θε­ός, ὁ Σω­τὴρ ἡ­μῶν, ἡ ἐλ­πὶς πάν­των τῶν πε­ρά­των τῆς γῆς καὶ τῶν ἐν θα­λάσ­σῃ μα­κράν· καὶ ἵ­λε­ως, ἵ­λε­ως γε­νοῦ ἡ­μῖν, Δέ­σπο­τα ἐ­πὶ ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς. Ἐ­λε­ή­μων γὰρ καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεὺς ποι­εῖ ἀ­μέ­σως τὴν Ἀ­πό­λυ­σιν.

Δό­ξα σοι, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.
[Ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν] Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του καὶ πα­να­μώ­μου ἁ­γί­ας αὐ­τοῦ Μη­τρός· δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ Σταυ­ροῦ· τῇ χά­ρι­τι τοῦ πα­να­γί­ου καὶ ζω­ο­δό­χου Τά­φου· προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων δυ­νά­με­ων ἀ­σω­μά­των· ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου προ­φή­του, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου· τῶν ἁ­γί­ων, ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων· τοῦ ἁ­γί­ου ἐν­δό­ξου καὶ πα­νευ­φή­μου Ἀ­πο­στό­λου Ἰ­α­κώ­βου τοῦ Ἀ­δελ­φο­θέ­ου καὶ πρώ­του Ἱ­ε­ράρ­χου τῶν Ἱ­ε­ρο­σο­λύ­μων· τῶν ἁ­γί­ων, ἐν­δό­ξων καὶ καλ­λι­νί­κων μαρ­τύ­ρων· τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων ἡ­μῶν· τῶν ἁ­γί­ων ἐν­δό­ξων θε­ο­στέ­πτων με­γά­λων βα­σι­λέ­ων καὶ Ἰ­σα­πο­στό­λων Κων­σταν­τί­νου καὶ Ἑ­λέ­νης· (τοῦ ἁ­γί­ου τοῦ να­οῦ)· τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης· τοῦ ἁ­γί­ου (τῶν ΑΓΙΩΝ ΝΗΠΙΩΝ ΤΩΝ ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΥΠΟ ΗΡΩΔΟΥ ΕΝ ΒΗΘΛΕΕΜ ΤΗΣ ΙΟΥΔΑΙΑΣ), ὧν καὶ τὴν μνή­μην ἐ­πι­τε­λοῦ­μεν, καὶ πάν­των τῶν ἁ­γί­ων ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σῶτερ ὁ τεχθεὶς ἐκ τῆς Ἁγνῆς, καὶ Ἀειπαρθένου Μαρίας, δι΄ἀγαθότητα, καὶ ἡμὰς ῥυσάμενος, ἐκ τῆς ἀρχαίας ἄρας, τῶν ἁγίων Νηπίων σοῦ δέχου τάς δεήσεις, ἂς σοι ἀναφέρουσιν, ὑπὲρ ἡμῶν συμπαθῶς ? σύ γὰρ ἐμεγάλυνας ταῦτα καὶ τοῖς τούτων αἵμασι Λόγε, τὴν σὴν Ἐκκλησίαν ἐπορφύρωσας.

Κοντάκιον.
Ἦχος θ΄. Ἐπεφάνης σήμερον.
στὴρ Μάγους ἔπεμψε, πρὸς τὸν τεχθέντα* καὶ Ἡρῴδης ἄδικον, στρατὸν ἀπέστειλε κενῶς, φονοκτονῆσαι οἰόμενος, τὸν ἐν τῇ φάτνῃ, ὡς Νήπιον κείμενον.

Συναξάριον.
Τῇ ΚΘ΄τοῦ μηνὸς Δεκεμβρίου, Μνήμη τῶν Ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, χιλιάδων δεκατεσσάρων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός ελέησον ημάς. Αμήν.


ΔΙ’ ΕΥΧΩΝ....

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου