Κυριακή 4 Οκτωβρίου 2015

Παράκλησις ὁσ. ΞΕΝΟΦΩΝΤΟΣ καί συνοδείας.



Παράκλησις ὁσ. ΞΕΝΟΦΩΝΤΟΣ καί συνοδείας.
Ποίημα Δρ. Χαραλάμπους Μπούσια

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοὺς μονοτρόπων ὑφηγήτορας δεῦτε, ἐν ψαλτηρίῳ καὶ εὐήχῳ σαμβύκῃ, πιστῶς ἀνευφημήσωμεν βοῶντες αὐτοῖς· Ξενοφὼν Ἀρκάδιε Ἰωάννη Μαρία, δένδρα εὐθαλέστατα τῆς ἐρήμου ἀπαύστως, ἐκδυσωπεῖτε ῥύσασθαι ἡμᾶς, ἐξ ἀνηκέστου φθορᾶς τὸν Φιλάνθρωπον.
Δόξα. Τὸ αὐτό.
Τοὺς μονοτρόπων ὑφηγήτορας δεῦτε, ἐν ψαλτηρίῳ καὶ εὐήχῳ σαμβύκῃ, πιστῶς ἀνευφημήσωμεν βοῶντες αὐτοῖς· Ξενοφὼν Ἀρκάδιε Ἰωάννη Μαρία, δένδρα εὐθαλέστατα τῆς ἐρήμου ἀπαύστως, ἐκδυσωπεῖτε ῥύσασθαι ἡμᾶς, ἐξ ἀνηκέστου φθορᾶς τὸν Φιλάνθρωπον.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε...
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
ΞΕΝΟΦΩΝΤΟΣ ΟΙΚΟΝ ΛΙΤΕΤΑΙ ΧΑΡΑΛΑΜΠΗΣ
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ξενίαν παράσχου μοι Ἰησοῦ, ἐν τῇ σωτηρίῳ, Ἐκκλησίας σου κιβωτῷ, καὶ δέξαι με ἄχρι τελευτῆς μου, ἐν τοῖς χωρίοις αὐτῆς ἐργαζόμενον.
νώτισαι ταύτην τὴν πενιχράν, παράκλησιν κλῆμα, εὐθαλέστατον Ξενοφῶν, καὶ βότρυν ἀξίωσόν με φέρειν, ἕργων χρηστότητος ὅπως σωθήσομαι.
Νεκρώσαντες ἅπαν τὸ γεηρόν, Ἀρκάδιε θεῖε, Ἰωάννη καὶ Ξενοφῶν, ὁμοῦ σὺν Μαρίᾳ ἰσαγγέλως, ἐν ἀπροσίτοις ὁπαῖς ἐβιώσατε
Θεοτοκίον.
τρίστηνος δέομαι Μαριάμ, θεόγραπτε τόμε, σωτηρίας τῶν χοϊκῶν, ἐν βίβλῳ ζωῆς κατάγραψόν με, τὸν ἐκζητοῦντα τὴν θείαν πρεσβείαν σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωτοφόρον τετράδα, τῶν ἀρετῶν ἔγνωμεν, Ξενοφῶντα καὶ Ίωάννην, ἅμα Ἀρκάδιον, σὺν τῇ Μαρίᾳ πιστοί, τοὺς ἐν ἐρήμῳ φανέντας, ὡς πλειάδα πάμφωτον, κόσμον αὐγάζουσαν.
Ἀρκάδιε θεῖε, Σαββαϊτῶν καύχημα, καὶ τῶν μοναστῶν Ἰωάννη, τὸ ἀκροθίνιον, πανευκλεὲς ξυνωρίς, Χριστὸν δυσώπει ῥυσθῆναι, ἐκ δεινῶν κολάσεων, σὲ τοὺς γεραίροντας.
Νικηφόρως τὸν βίον, ὦ Ξενοφῶν Ὅσιε, καὶ Μαρία σύμβιε τούτου, ἐπερατώσατε, ἐν οὐρανοῖς δὲ τανῦν, ὐπὲρ ἡμῶν δυσωπεῖτε, τὸν Χριστὸν λυτρώσασθαι, πάντας ἐκ θλίψεων.
Θεοτοκίον.
Τρισμακάριστε Κόρη, παρθενικὸν καύχημα, ἐν ταῖς σαῖς ὠλέναις τὸν κόσμον, Κτίστην ἐβάστασας, διὸ ἐκ βάθους ψυχῆς, δοξολογῶν σε κραυγάζω· ἐξ ἀμπλακημάτων μου, ῥῦσαι καὶ σῶσόν με. 
Διάσωσον, ὦ συνοδεία ὀλβία τοῦ Ξενοφῶντος, σοὺς ἱκέτας ἐκ συμφορῶν κινδύνων καὶ θλίψεων, ὡς χάριν εὑροῦσα παρὰ Κυρίου.
πιβλέψον ἐν εὐμενείᾳ...
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται θερμοί, καὶ πύργοι ἀδιάσειστοι, ἐλέους πηγαί, καὶ ὅρμοι γαληνότατοι, Ξενοφῶν Μαρία τε, Ἰωάννη σεπτὲ καὶ Ἀρκάδιε, ἐκδυσωπεῖτε τὸν Δημιουργόν, ὑμᾶς τοὺς τιμῶντας πόνων ῥύσασθαι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
δυνῶν με ἀπάλλαξον, Ξενοφῶν θεόφρον ψυχῆς καὶ σώματος, ὁ ἑκὼν οἰκήσας ἔρημον, διὰ τὴν ἀγάπην τοῦ Παντάνακτος.
Σαρκικῶν ὦ Ἀρκάδιε, φρονημάτων ὤφθης σαφῶς ἀνώτερος, ὅθεν δεῖξόν με τὸν μέλποντα, σὲ δεινῶν συγχύσεων ὑπέρτερον.
Οὐρανίου φρονήματος, ἐμπλησθεῖσα ἔλιπες πλοῦτον βρότειον, ὅθεν κράζω σοι· οὐράνωσον, καὶ τὸν νοῦν ἡμῶν Μαρία πάνσεμνε.
Θεοτοκίον.
λασμὸς γενηθήτω μοι, ἡ σὴ μεσιτεία Θεογεννήτρια, καὶ δεινῶν κακῶν ἐκλύτρωσις, γένους τῶν μερόπων παραμύθιον.
ᾨδὴ ε΄. Φώτισαν ἡμᾶς.
Κόσμου χαμερπῆ, συνοδεία ἐγκατέλιπες, τοῦ πανσόφου Ξενοφῶντος ὅθεν νῦν, καταξίωσον κἀμὲ φρονεῖ τὰ κρείττονα.
μβρησον κἀμοί, τῆς σῆς χάριτος Ἀρκάδιε, ὑετὸν και ἁμαρτίας μου κλεινέ, ἀποξήρανον ὀμβρήματα πρεσβείαις σου.
Νεῦσον ταῖς ἡμῶν, Ἰωάννη παρακλήσεσι, καὶ ἐκ νόσου κατωδύνου ζοφερᾶς, ἀπολύτρωσαι ἡμᾶς ταῖς σαῖς ἐντεύξεσι.
Θεοτοκίον.
Λάμψον μοι τὸ φῶς, μετανοίας τὸ γλυκύτατον, Θεοτόκε ἡ τὸ ἄστεκτον τὸ φῶς, οἰκουμένης ἀνατείλασα τοῖς πέρασιν.
ᾨδὴ ς΄. Τὴν δέησιν.
σχύϊ, τοῦ Παναγίου Πνεύματος, ἀκηδίας πῦρ κατάσβεσον πάτερ, σοφὲ Ἀρκάδιε τὸ κατακαῖον, τῶν ἱκετῶν σου ψυχῶν τὰ ἐνδότερα, ὁ κατασβέσας τοῖς κρουνοῖς, τῶν δακρύων σου πῦρ ἅπαν βρότειον.
Τῇ χάριτι, Ξενοφῶν θεσπέσιε, τοῦ Χριστοῦ ἀτμίδα πάντα ἡγήσω, καὶ εἰς Αὐτὸν τὸν σὸν νοῦν περιφέρων, τὰς τοῦ βεβήλου διώλεσας φάλαγγας. Διὸ καὶ πάντας βοηθεῖς, μηχανὰς τὰς τοῦ ὄφεως λύσασθαι.
ν κρίσως, τῇ ἡμέρᾳ Ἅγιε, ἀρωγὸς ἡμῖν γενοῦ Ἰωάννη, καὶ ἐκ δικαίας ἡμᾶς καταδίκης, ταῖς σαῖς θερμαῖς ἱκεσίαις ἐκλύτρωσαι, ὀ δι’ ἀγάπην τοῦ Χριστοῦ, ἑκουσίως πολίσας τὴν ἔρημον.
Θεοτοκίον.
Τρυχόμενοι, ὑπὸ νόσων Δέσποινα, ἀνιάτων καὶ παθῶν ἀκαθάρτων, τῇ ἀντιλήψει σου πάντες θαῤῥοῦμεν, καὶ ἐκλαμβάνομεν ἴασιν τάχιστα, ὦ κολυμβήθρα Σιλωάμ, τῆς Καινῆς Διαθήκης τῆς χάριτος.
Διάσωσον, συνοδεία ὀλβία τοῦ Ξενοφῶντος, σοὺς ἱκέτας ἐκ συμφορῶν κινδύνων καὶ θλίψεων, ὡς χάριν εὑροῦσα παρὰ Κυρίου.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον...

Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β΄. Ταχὺ προκατάλαβε..
Εὐμάρειαν ῥέουσαν, καὶ τὰς προσκαίρους τιμάς, ἠρνήθητε χαίροντες, καὶ μοναζόντων χοροῖς, σοφοὶ ἠριθμήθητε. Κύριον δυσωπεῖτε, Ξενοφῶν Ἰωάννη, σὺν θείῳ Ἀρκαδίῳ, καὶ Μαρία ἀπαύστως, δοθῆναι τοῖς εὐσεβέσιν ἄμετρον ἔλεος.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ...
Στίχ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη...
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄, 27-30): Εἶπεν ὁ Κύριος· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου...
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ξενοφῶν Μαρία τε, θεοφιλὲς Ἰωάννη, καὶ κλεινὲ Ἀρκάδιε, βότρυες γλυκύτατοι, θείας χάριτος, ἀσκητῶν πρότυπα, ῥόδα μυρίπνοα, ἐν σπηλαίοις ἐξανθήσαντες, μὴ μὲ ἐάσητε, τὸν ὑμῶν ἱκέτην συνέχεσθαι, τῷ κλύδωνι τῶν θλίψεων, καὶ τῶν ζοφερῶν περιστάσεων, ἀλλὰ δυσωπεῖτε, Χριστὸν τὸν Ζωοδότην καὶ Θεόν, ἐκ χαμαιζήλου λυτρώσασθαι, πόθου με τὸν δείλαιον.
Ὁ Ἱερεύς
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                               

Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Αἴροντες τὸν σταυρὸν ἐπ’ ὤμων, τῆς ἀσκήσεως Πατέρες ἐν ἐρήμῳ, πρὸς νομὰς θεϊκὰς ἀνήλθετε βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
λεως Ξενοφῶν γενοῦ μοι, καὶ καθάρισον ψυχῆς μου σηπεδόνας, ὁ ἀσκήσει στεῤῥᾷ καὶ ἰσαγγέλῳ βίῳ, καθάρας τὸ ἱμάτιον, τῆς ψυχῆς σου ἐν σπηλαίῳ.
Χάριν παρὰ Κυρίου εὗρες, θεραπεύειν τὰ ἐπώδυνα τὰ ἕλκη, τῶν σωμάτων ἡμῶν καὶ τῶν ψυχῶν θεόφρον, τοῦ Ξενοφῶντος σύμβιρ, ὑπερένδοξε Μαρία.
Θεοτοκίον.
χραντε Μῆτερ τοῦ Ὑψίστου, ἐκ βυθοῦ ἐξάγαγέ με ἀπωλείας, καὶ πρὸς ἄκλυστον σὺ ὁδήγησόν με ὅρμον, τῆς μετανοίας ἵνα σε, ἀνυμνῶ εἰς τοὺς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
ανίδας στάξον, ὑπακοῆς τῆ ψυχῇ μου, Ἰωάννη καὶ ἀνύψωσον τὸν νοῦν μου, πρὸς τὰ θεῖα ἅπερ, ἐπόθησας ἐν βίῳ.
μέμπτου βίου, θεοειδὴς συνοδεία, ἀναβάσεις τὰς σεπτὰς ὑπόδειξόν μοι, ἵνα τῆς μερίδος, τῶν σῳζομένων τύχω.
Λύτρωσιν δός μοι, ἐκ ψυχοφθόρων σφαλμάτων, Ξενοφῶν τῷ προσιόντι σοι ἐκ πόθου, καὶ γεραίρόντί σε, ὡς καύχημα ἀζύγων.
Θεοτοκίον.
πεγνωσμένῳ, ἐκ τῶν πολλῶν μου σφαλμάτων, Ἀειπάρθενε γενοῦ μοι ὁδηγία, καὶ πρὸς εὐηθεία, τὰς τρίβους ἴθυνόν με.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μνημόνευε ἀπαύστως, Ξενοφῶν φωσφόρε, τοὺς ὁλοτρόπῳ σπουδῇ σοι προστρέχοντας, καὶ οἷα γνήσιον φίλον Θεοῦ δοξάζοντας.
Περισπασμοῖς ποικίλοις, βλαβεροῖς ὁ τάλας, περιπεσὼν ὦ Ἀρκάδιε δέομαι, σαῖς ἱκεσίαις εἰρήνην ψυχῆς μοι δώρησαι.
λίου λαμπροτέρα, ἡ σὴ πολιτεία, ὦ Ἰωάννη τῶ κόσμῳ ἐξέλαμψε, φωταγωγοῦσα τὰς τρίβους τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Στεφάνοις ἀφθαρσίας, στέψον τοὺς σοὺς δούλους, τοὺς σὲ γεραίροντας Κόρη πανύμνητε, καὶ τὸν Υἱὸν καὶ Θεόν σου ἀεὶ δοξάζοντας.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις αὐταδέλφων δυὰς κλυτή, θεῖε Ἰωάννη, καὶ Ἀρκάδιε θαυμαστέ· χαίροι τε Μαρία, καὶ Ξενοφῶν συνάμα, σεπτὴ ἐκείνων ῥίζα, ἡ ἀγλοαόκαρπος.
Δεῦτε ἀνυμνήσωμεν ἐν χορῷ, τὴν σεπτὴν δυάδα, Ξενοφῶντα τὸν εὐκλεῆ, σὺν τῆ θεοφόρῳ, Μαρίᾳ τῇ συμβίῳ, αὐτοῦ ὥσπερ κανόνας, αὐταπαρνήσεως.
Χαίροις πανσεβάσμιε ξυνωρίς, μάκαρ Ἰωάννη, καὶ Ἀρκάδιε γεραρέ, αὐταδέλφων κλέος, ὡράϊσμα ἐρήμου, καὶ πολισταὶ σπηλαίων, θεοειδέστατοι.
Πᾶσαι τῶν Ἀγγέλων...

Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..
Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ξενοφῶντα τὸν δίκαιον εὐφημήσωμεν, σὺν τῇ συμβίῳ Μαρίᾳ τῇ ταπεινῇ καὶ σεμνῇ, καὶ υἱῶν αὐτοῦ δυάδα τὴν θεόσδοτον, τὸν Ἰωάννην τὸν κλεινόν, καὶ Ἀρκάδιον ὁμοῦ, τοὺς στύλους τῆς εὐσεβείας, οὕς κατέχομεν νῦν ἱκέτας, καὶ πρεσβευτὰς ἡμῶν θερμοὺς πρὸς Θεόν.
Ἐκτενής.

ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το δι’ εχν·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, τῇ ὑμῶν στεῤῥᾷ μεσιτείᾳ, ἐλευθερώσατε, Ξενοφῶν Ἀρκάδιε πανοσιώτατοι, Ἰωάννη Μαρία τε τῆς χάριτος ῥόδα, ἐκ τῆς τοῦ ἀλάστορος δολίας ἐπιβουλῆς, ἵνα ἐν ἀμώμῳ καρδίᾳ, τὰ ὑμῶν λαμπρὰ ἀνυμνοῦμεν, ἐν ἐρήμῳ Ὅσιοι παλαίσματα.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου...

Δι’ Εὐχῶν.