Παράκλησις ὁσ.
ΜΕΛΕΤΙΟΥ τοῦ ἐν Ὑψενῇ Ρόδου.
Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ω῾ς ἐγκρατείας θαυμαστὸς ὑποφήτης, καὶ εὐσεβείας ἱερὸς
μυστολέκτης, παρὰ Χριστοῦ δεδόξασαι, Μελέτιε σοφέ. Ὅθεν τοὺς προστρέχοντας, τῇ
ἁγίᾳ Μονῇ σου, καὶ ἀσπαζομένους σου, τὴν μυρίπνοον κάραν, ὡς συμπαθὴς πρυτάνευε
ἀεί, τὰς δωρεὰς τῆς ἁγίας σου χάριτος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν
οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Α᾿σκήσας ἐν κόσμῳ τὴν ἀρετήν, Μελέτιε Πάτερ, ἐδοξάσθης
ἐν οὐρανοῖς, καὶ πᾶσι τὴν χάριν σου βραβεύεις, τοῖς ἐκτελοῦσιν ἀξίως τὴν μνήμην
σου.
Μελέτιε Πάτερ οἱ εὐσεβεῖς, ἔχοντές σε πύργον, σωτηρίας
πανασφαλῆ, ἐκ πάσης ῥυόμεθα ἀνάγκης, καὶ συμφορᾶς τῇ θερμῇ προστασίᾳ σου.
Τῆς Λάρδου ὁ γόνος ὁ θαυμαστός, καὶ τῆς Ῥοδονήσου,
ἐγκαλλώπισμα τὸ τερπνόν, τοῖς κάμνουσι δίδου εὐρωστίαν, τῇ ἐνεργείᾳ τῆς σῆς
ἀντιλήψεως.
Θεοτοκίον.
Κυρία τῆς κτίσεως Μαριάμ, τῆς κυριευούσης, ἁμαρτίας νῦν
ἐπ᾿ ἐμοί, λῦσον τὸν ζυγὸν τῇ χάριτί σου, ἐλευθερίας μοι χάριν βραβεύουσα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ρ῾ύου πάντας εὐσπλάγχνως, τοὺς εὐλαβῶς πάντοτε, τῇ σῇ
καταφεύγοντας σκέπῃ, Πάτερ Μελέτιε, ἀπὸ κινδύνων πικρῶν, καὶ συστροφῶν
ὀλεθρίων· παῤῥησίας ἔχεις γάρ, ὄντως τὴν δύναμιν.
Δωρεὰς ἰαμάτων, πεπλουτηκὼς Ὅσιε, ἐκ σωματικῶν
ἀλγημάτων, δεῦρο λυτρούμενος, καὶ ψυχικῶν ὀδυνῶν, τοὺς εὐλαβῶς προσιόντας, τῇ
τιμίᾳ Κάρᾳ σου, Πάτερ Μελέτιε.
Η῾ δοθεῖσά σοι χάρις, παρὰ Θεοῦ Ὅσιε, θείας ἐφαπλοῦσα ἀκτῖνας, παθῶν τὴν
ζόφωσιν, διασκεδάζει ἀεί, καὶ φωτισμοῦ πληροῖ πάντας, τοὺς ἀσπαζομένους σου,
πίστει τὰ λείψανα.
Θεοτοκίον.
Υ῾περάμωμε Κόρη, Χριστιανῶν καύχημα, δέξαι τὰς οἰκτράς
μου δεήσεις, ὡς εὐσυμπάθητος, καὶ δός μοι δύναμιν, τῇ μητρικῇ χάριτί σου, κατὰ
τοῦ ἀλάστορος, ἐχθροῦ Θεόνυμφε.
Διάσωσον Πάτερ Μελέτιε, κλέος τῶν μοναζόντων, ἀπ᾿
ὀλεθρίων κινδύνων καὶ θλίψεων, τοὺς τῇ πρεσβείᾳ σου πίστει ἀνακειμένους.
Ε᾽πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸ χαῖρε εἰπών, τῷ κόσμῳ ὡς θεόσοφος, Ὁσίων θερμῶς,
τοῖς τρίβοις ἠκολούθησας, καὶ αὐτῶν Μελέτιε, ἐν Ἐδὲμ τῆς χαρᾶς ἐκοινώνησας·
μεθ᾿ ὧν δυσώπει πάντοτε Χριστόν, δοθῆναι ἡμῖν πταισμάτων ἄφεσιν.
Ὠιδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πολυτρόπων κινδύνων με, καὶ ὀλεθροτόκων ῥῦσαι
συμπτώσεων, παμμακάριστε Μελέτιε, θείᾳ ἐνεργείᾳ τῆς πρεσβείας σου.
Σκοτισθέντας Μελέτιε, τῶν ἁμαρτημάτων μέθῃ σωφρόνισον,
ἡμᾶς Πάτερ τοὺς καλοῦντάς σε, ἐκ πολλῆς ἀγάπης ἀντιλήπτορα.
Τὸν ἐχθρὸν ὑποσκέλισον, τὸν ὑποσκελίζοντα καθ᾿ ἑκάστην
με, Πάτερ Ὅσιε Μελέτιε, ὡς αὐτὸν αἰσχύνας τῇ ἀσκήσει σου.
Θεοτοκίον.
Ρ῾υπτικῇ Μητρπάρθενε, χάριτί σου τέλεον ἀποκάθαρον, τὴν
ψυχήν μου ἱκετεύω σε, καταμολυνθεῖσαν ἁμαρτήμασιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, τοὺς θερμῶς παρακαλοῦντάς σε, μαγγανείας
τοῦ ἀρχαίου πτερνιστοῦ, ὦ Μελέτιε Ὁσίων ἐγκαλλώπισμα.
Ζάλῃ λογισμῶν, ψυχοφθόρων συνεχόμενοι, καταφεύγομεν
Μελέτιε πιστῶς, τῇ γαλήνῃ τῆς θερμῆς σου ἀντιλήψεως.
Σκέπε Ὑψενῆς, τὴν Μονὴν θεῖε Μελέτιε, ὡς δομῆτορ
εὐκλεέστατος αὐτῆς, καὶ ἀκοίμητος προστάτης καὶ ὑπέρμαχος.
Θεοτοκίον.
Ι῞λεων ἡμῖν, τοῖς ἀπαύστως ἁμαρτάνουσι, μητρικῇ σου
παῤῥησίᾳ Μαριάμ, τὸν τεχθέντα ἐξ αἱμάτων σου ἀπέργασαι.
Ὠιδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ψυχῆς μου τὸ εἰδεχθές, εἰς εὐμορφίαν ὑπέρλαμπρον,
ἐνθέοις σου πρὸς Θεόν, εὐχαῖς μεταποίησον, Μελέτιε Ὅσιε, ἵνα σε γεραίρω, ὡς
Ὁσίων ἐγκαλλώπισμα.
Τὰς χεῖράς σου πρὸς Θεόν, τὸν πολυέλεον ὕψωσον, Μελέτιε
θαυμαστέ, αὐτὸν ἱλεούμενος, ἡμῖν τοῖς φωνοῦσί σου, τὴν ἁγίαν κλῆσιν, καὶ
τιμώντων σου τὴν ἄσκησιν.
Κακίας ταῖς ἐμβολαῖς, θλιβόμενόν με ἐλέησον, καὶ δίδου
μοι τοῦ Θεοῦ, τὸ πάνσεπτον θέλημα, ἐργάζεσθαι πάντοτε, διά μετανοίας, ἀληθοῦς
Πάτερ Μελέτιε.
Θεοτοκίον.
Λυχνία ἡ χρυσαυγής, Θεοχαρίτωτε Δέσποινα, τὸ σκότος τῶν
ἐν ἐμοί, παθῶν διασκέδασον, φωτί με αὐγάζουσα, τῆς ἐν σοὶ πλουσίας, ἐνοικούσης
Μῆτερ χάριτος.
Διάσωσον Πάτερ Μελέτιε, κλέος τῶν μοναζόντων, ἀπ᾿
ὀλεθρίων κινδύνων καὶ θλίψεων, τοὺς τῇ πρεσβείᾳ σου πίστει ἀνακειμένους.
Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ε᾿πὶ τῆς γῆς βιοτεύσας ὡς ἄσαρκος, ἐν οὐρανοῖς ἐδοξάσθης
Μελέτιε· διό σε πιστῶς ἱκετεύομεν· Ἐν παῤῥησίᾳ Χριστὸν καθικέτευε, σωθῆναι ἡμᾶς
τοὺς τιμῶντάς σε.
Προκείμενον. Ἦχος δ΄.
Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ.
Μακάριος ἀνήρ ὁ φοβούμενος τὸν
Κύριον.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30)
(Κεφ. ια΄ 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου·
καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει
εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλῦψαι. Δεῦτε πρός με πάντες οἱ
κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς,
καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε
ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν
ἐστιν.
Δόξα. Ταῖς τοῦ σοῦ
Ὁσίου... Καὶ νῦν. Ταῖς
τῆς Θεοτόκου...
Στίχ. Ἐλέησόν με, ὁ Θεός, ……
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μελέτιε Ὅσιε, τῶν μοναζόντων λαμπρότης, τὸ τῆς Λάρδου
βλάστημα, καὶ τῆς Ῥόδου τίμιον, ἐγκαλλώπισμα· τῆς Θεομήτορος, ὁ τῇ εὐδοκίᾳ,
ὑπουργήσας προθυμότατα, καὶ κτίτωρ ἔνθεος, Ὑψενῆς τῆς Μάνδρας γενόμενος, τῆς
καυχωμένης πάντοτε, τοῖς χαριτοβρύτοις λειψάνοις σου, εἰρήνην ἐξαίτει, γαλήνην
καὶ τὸν θεῖον φωτισμόν, τοῖς προσιοῦσιν ἑκάστοτε, τῇ θερμῇ πρεσβείᾳ σου.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός:
Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ε᾿κτενῶς ἐκδυσώπει, τὸν Σωτῆρα τοῦ κόσμου, Πάτερ
Μελέτιε, ὡς εὔσπλαγχνος ῥυσθῆναι, ἁπάσης δυσχερείας, τοὺς πιστῶς ἀνακράζοντας·
Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Α᾿κεσώδυνον Πάτερ, ἐκ λειψάνων σου θείων, πρόεισι
φάρμακον, καὶ πᾶσαν ἀμπλακία, ψυχῶν τε καὶ σωμάτων, θεραπεύει Μελέτιε, γνήσιε
δοῦλε Χριστοῦ, τῶν πίστει προσιόντων.
Ο῾ Θεὸς ἵλαθί μοι, τῷ ἀθλίῳ σου δούλῳ, ὡς πολυεύσπλαγχνος· προσάγω σοι γὰρ
πρέσβυν, θερμότατον τὸν νέον, ἐν Ὁσίοις Μελέτιον, τὸν διὰ σὲ ἐπὶ γῆς, βιώσαντα
ἀξίως.
Θεοτοκίον.
Λάμπρυνόν μου Παρθένε, τῆς ψυχῆς τὸν χιτῶνα, τὸν
θεοΰφαντον, τὸν καταμολυνθέντα, ἀπείρου πονηρίας, τοῖς δεινοῖς ἀτοπήμασι, ἵνα
ὑμνῶ σε ἀεί, τὴν Κεχαριτωμένην.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὰς ἀσθενοῦσας, τῇ ἁμαρτίᾳ καρδίας, τῶν προσφύγων σου
θεράπευσον τελείως, Μελέτιε Πάτερ, βοτάνῃ τῶν εὐχῶν σου.
Καταναλώσας, ἐν ἀσωτίαις τὸν βίον, τῷ Χριστῷ πιστῶς
προσάγω σε μεσίτην· μὴ με καταισχύνης, Μελέτιε παμμάκαρ.
Τῆς τυραννίδος, τῶν ἀκαθέκτων παθῶν μου, λύτρωσαί με
ἐνεργείᾳ τῶν εὐχῶν σου, Μελέτιε Πάτερ, Ὁσίων ἡ ἀκρότης.
Θεοτοκίον.
Ο῾ ἐξ ἁγνῶν σου, ἐνανθρωπήσας αἱμάτων, ἐδωρήσατο ἡμῖν τὴν σωτηρίαν· ὅθεν σε
ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εὐθύτητι καρδίας, τῇ σῇ ἀντιλήψει, πάντες προστρέχομεν
Πάτερ Μελέτιε, τὴν δυναμένην λυτροῦσθαι, ἡμᾶς ἐκ θλίψεων.
Ρ῾οὴν δακρύων δίδου, ἡμῖν χάριτί σου, ὡς ἂν τὸν ῥῦπον
ψυχῶν καθαρίσωμεν, ἐν ἀληθεῖ μετανοίᾳ, Πάτερ Μελέτιε.
Μελέτιε παμμάκαρ, ταῖς ἱκετηρίαις, τῶν ἱκετῶν σου
φωναῖς ἐπικάμφθητι, καὶ τὰ συμφέροντα αἴτει, αὐτοῖς ἑκάστοτε.
Θεοτοκίον.
Υ῾πέραγνε Μαρία, Κεχαριτωμένη, μὴ καταισχύνῃς τοὺς
πίστει προστρέχοντας, τῇ μητρικῇ σου πρεσβείᾳ, ὡς πολυεύσπλαγχνος.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις τῶν Ὁσίων ὁ μιμητής, καὶ ζωῆς ἁγίας, ὁ θεόπνους
ὑφηγητής· χαίροις Θεοτόκου, ὁ γνήσιος θεράπων, Μελέτιε θεόφρον, Ἀγγέλων
σύσκηνε.
Τῇ ἀσκητικῇ σου διαγωγῇ, ὡς φωστὴρ ἐκλάμψας, φαεσφόρος
ἐξ Ὑψενῆς, φωτίζεις ἀκτῖσι, τῶν θείων ἀρετῶν σου, Μελέτιε παμμάκαρ, τοὺς
εὐφημοῦντάς σε.
Χαίροις ὁ τῆς Λάρδου γόνος σεπτός, Μελέτιε Πάτερ, καὶ
τῆς Ῥόδου κλέος λαμπρόν· χαίροις τοῦ σεμνείου, τῆς Ὑψενῆς δομήτωρ, καὶ θεῖος
ἀντιλήπτωρ, τῶν ἀνυμνούντων σε.
Σκήνωμα ἐδείχθης τῶν ἀρετῶν, Μελέτιε Πάτερ, δι᾿ ἀγώνων
ἀσκητικῶν· ὅθεν ἐν νυμφῶνι, τῶν οὐρανῶν σκηνώσας, ὑπὲρ ἡμῶν δυσώπει, τὸν σὲ
δοξάσαντα.
Σκέπε τὴν Μονήν σου τὴν ἱεράν, τὴν μεγαλαυχοῦσαν, τῇ σῇ
δόξῃ πνευματικῶς, καὶ ῥύου ἐκ πάσης, κακίστης ἐπηρείας, τὴν λογικήν σου
ποίμνην, ταύτην Μελέτιε.
Τοὺς προσερχομένους πανευλαβῶς, ναῷ σου τῷ θείῳ, καὶ
ὑμνοῦντάς σε πρεπωδῶς, Μελέτιε Πάτερ, ἀγλάϊσμα Ὁσίων, ἀπὸ κινδύνων ῥῦσαι, τῇ
ἀντιλήψει σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων
ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ
σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κόσμου τοῦ ματαίου ἐξελθών, ὡς κατατρωθεὶς τὴν καρδίαν,
τῇ ἀγαπήσει Χριστοῦ, τὸν Σταυρὸν ἐβάστασας, στεῤῥῶς ἐπ᾿ ὤμων σου, καὶ ὁσίως
διήνυσας, ἐπὶ γῆς τὸν βίον, Ὅσιε Μελέτιε, ἀξιοθαύμαστε. Ὅθεν ἐν Ἐδὲμ
καταπαύσας, πρέσβευε ἀεὶ ὑπὲρ πάντων, τῶν εἰλικρινῶς μακαριζόντων σε.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ὁ
Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δίστιχον.
Κύριλλον, Μελέτιε, ταῖς σαῖς πρεσβείαις,
τὸν τῆς Ῥόδου, φύλαττε προστρέχοντά σοι.
Κύριλλον, Μελέτιε, ταῖς σαῖς πρεσβείαις,
τὸν τῆς Ῥόδου, φύλαττε προστρέχοντά σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου