Παράκλησις ὁσ.
ΠΑΧΩΜΙΟΥ τοῦ ἐν Χίῳ.
Ποίημα Δρ. Χαραλάμπους Μπούσια
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς ἰσαγγέλου ἐραστὴν πολιτείας καὶ ζηλωτὴν τῶν ἀσκητῶν
τῆς ἐρήμου, θεοειδῆ Παχώμιον, τῆς Χίου βλαστὸν, ῥόδα ἑξανθήσαντα, ἐν Χριστῷ
ἀπαθείας, ἐν ἐσχάτοις ἔτεσιν, εὐφημήσωμεν πόθῳ· ἀναβοῶντες πρέσβευε Χριστῷ,
ὑπὲρ προσφύγων θερμῶν σου, Παχώμιε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με
καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην
καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών, οὗ ἡ Ἀκροστιχίς:
Παχώμιε, ἀρετὴ συνοικεῖν ἀξίωσόν με. Χ. Μ.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Παχώμιε ὅσιε ἀσκητά, φωστὴρ μονοτρόπων καὶ τῶν πάλαι
ἡσυχαστῶν ὁμόζηλε, δεῖξόν μοι τὴν τρίβον, πρὸς ἀρετῆς καὶ σοφίας ἀπόκτησιν.
Ἀκτῖσι λαμπόμενος ἀρετῆς, Παχώμιε μάκαρ, πρὸς σκηνώματα
οὐρανῶν, ἀνῆλθες Χριστὸν καθικετεύειν, ἡμῶν σκεδάσαι παθῶν τὴν σκοτόμαιναν.
Χιόνος, Παχώμιε, σὴν στολὴν ψυχῆς, λαμπροτέραν
καταδείξας ἀσκητικοῖς καμάτοις, ἀξίωσον φορέσαι καὶ σοὺς ἱκέτας στολὴν
χιονόχροον.
Θεοτοκίον.
Ὡς Μήτηρ ἁπάντων Χριστιανῶν, ἁγνὴ Θεομῆτορ, ἐν ἀγκάλαις
Σου μητρικαῖς νεότητα βάσταξον, Παρθένε, τὴν εὐμετάβολον καὶ ἐμπερίστατον.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Μοναζόντων ἀλεῖπτα, χειραγωγὸς ἄριστος, ὤφθης Νεκταρίου
τοῦ θείου πρὸς βίον κρείττονα· διὸ βοῶμεν θερμῶς καί τοῖς ἱκέταις σου δεῖξον,
ἀτραπὸν σωτήριον, πάτερ Παχώμιε.
Ἱκετεύομεν μάκαρ, περιφανὲς βλάστημα τῆς Ἐλάτης καὶ
νήσου Χίου ἔμπνουν θησαύρισμα, τῶν γηγενῶν οἱ χοροί, σὲ νῦν Παχώμιε· πέμψον
πᾶσι τοῖς τιμῶσί σε χάριν καὶ ἔλεος.
Ἐνδιαίτημα θεῖον καὶ ἱερὸν καύχημα, Σάββα τοῦ Ὁσίου τῆς
Λαύρας, σῶφρον Παχώμιε, λῦσον ἡμῶν συνοχήν τῶν λυπηρῶν καὶ τὴν ζάλην κατωδύνων
θλίψεων, σαῖς παρακλήσεσι.
Θεοτοκίον.
Ἀλγηδόνων με ῥῦσαι σωματικῶν, Δέσποινα, καὶ τῶν ψυχικῶν
μου τραυμάτων τάχος θεράπευσον, οὐλὰς φαρμάκῳ τῶν Σῶν ἱκεσιῶν πρὸς τὸν μόνον,
ἰατρὸν τῆς κτίσεως καὶ θεῖον Τόκον Σου.
Ἁγίασον, τοὺς καταφεύγοντας πίστει σῇ προστασίᾳ καὶ
τιμῶντάς σε ἀκλινῶς, θεόφρον Παχώμιε, ὡς λύχνον νεόφωτον εὐσεβείας.
Ἐπίβλεψον ἐν εὐμενεία...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Πατέρων Τριῶν σπηλαίου Χίου ἔνοικε, φωστὴρ ἀσκητῶν,
Παχώμιε τρισόλβιε, τῷ Κυρίῳ πρέσβευε, ἵνα βίου πέλαγος πλεύσωμεν, οἱ σὲ
τιμῶντες, μάκαρ, ἀσφαλῶς καὶ ὅρμον εἰς θεῖον καταντήσωμεν.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Ῥυπτικαῖς σου δεήσεσι, πρὸς παθῶν τὸν πλύναντα κόσμου
βόρβορον, τοῖς Αὐτοῦ τιμίοις αἵμασι, κάθαρον κακίας με Παχώμιε.
Ἐκ βυθοῦ μὲ ἀνάγαγε, θλίψεων Παχώμιε ὁ γευσάμενος, τῆς
μανίας τοῦ ἀλάστορος, χοϊκοὺς εἰς βόθυνον τοῦ ῥίπτοντος.
Τῆς εὐχῆς καὶ τῆς νήψεως, σκήνωμα Παχώμιε ἱερώτατε,
νήφειν πάντας καταξίωσον τοὺς ἐκδεχομένους τὴν σὴν εὔνοιαν.
Θεοτοκίον.
Ἡ προστάτις καὶ ἔφορος, τῆς Μονῆς τῆς Νέας ἐν Χίῳ,
δώρησαι τοῖς οἰκέταις Σου ὑγείαν, τοῖς τοῦ Παχωμίου πόνους μέλπουσι.
ᾨδή ε´. Φώτισον ἡμᾶς.
Στήριζε ἀεί, ἐν τῇ πίστει τοὺς ὑμνοῦντάς σε, εὐσεβείας
ὥσπερ στῦλον ἀῤῥαγῆ, καὶ φρονήσεως ὀρθῆς κρηπῖδα ἄσειστον.
Ὕπουλον ἐχθρόν, τὸν σπαράξαι με Παχώμιε, ἐξαιτούμενον
εὐχαῖς σου ἱεραῖς, κατασύντριψον καὶ σῶσόν με τὸν δείλαιον.
Νοῦν μου πρὸς Θεόν, Ὅν ἠγάπησας Παχώμιε, ἐκ μυχίων τῆς
καρδίας σου, ταχὺ ἀσιγήτοις σου ἀνάτεινον δεήσεσι.
Θεοτοκίον.
Ὄμβρισον ἡμῖν, ὑετὸν Θεογεννήτρια, μετανοίας ἡ αὐτῆς
τὰς ἀτραπούς, Παχωμίῳ ὑποδείξασα τῷ μάκαρι.
ᾨδὴ στ´. Τὴν δέησιν.
Ἰσχύος με πλῆσον καὶ δυνάμεως οὐρανίου, τὸν τιμῶντά σε
πόθῳ, ὁ πτερνιστὴν θριαμβεύσας ἀρχαῖον, ἐν ἐρημίαις συντόνοις ἀσκήσεσι καὶ
ἰσαγγέλῳ ἀγωγῇ, ἀσκητὰ θεοφόρε Παχώμιε.
Κυπάρισσε, ἀκακίας νήψεως καὶ εὐχῆς ὑψιτενές, ὁ ἐν Χίῳ,
νουθεσιῶν σου εὐφράνας τοῖς κλώνοις, τῶν εὐσεβῶν καὶ ἀζύγων συστήματα, τῶν σὲ
ὑμνούντων τὰς λιτάς, μὴ παρίδῃς, θεόφρον Παχώμιε.
Ὑφάμιλλε, ἀρετῆς Παχώμιε, τῶν ἀρχαίων ἀσκητῶν τῆς
ἐρήμου, Ὁσίου Σάββα τῆς Λαύρας οἰκῆτορ καὶ τῶν Πατέρων δομῆτορ τῆς Σκήτεως, ἐν
Χίῳ τῆς πανευκλεοῦς, ἀρετῆς με ἀνάδειξον σκήνωμα.
Θεοτοκίον.
Ἱλέωσαι, Σοῖς οἰκέταις Κύριον, τὸν ὑπέρθεον Υἱόν Σου,
Παρθένε, Νεαμονίτισσα Μῆτερ γλυκεῖα, ἑτοίμη πάντων μερόπων ἀντίληψις καὶ
ἀκαταίσχυντος ἐλπίς, τῶν εἰς Σὲ προστρεχόντων ἀείποτε.
Ἁγίασον, τοὺς καταφεύγοντας πίστει σῇ προστασίᾳ καὶ
τιμῶντάς σε ἀκλινῶς, θεόφρον Παχώμιε, ὡς λύχνον νεόφωτον εὐσεβείας.
Ἄχραντε...
Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὁσίου Σάββα τῆς Λαύρας ἀνάστημα καὶ νήσου Χίου
περίβλεπτον καύχημα, Παχώμιε μάκαρ ὑμνοῦντές σε, ἁγιαζόμεθα πάντες καὶ φρύαγμα,
ἐχθροῦ μισοκάλου συντρίβομεν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον κατὰ Λουκᾶν. (Κεφ. στ΄, 17-33 ): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ....
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...
Ἰδιόμελον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στίχος: Ἐλεῆμον...
Ἔνθεε διδάσκαλε, τοῦ θεαυγοῦς Νεκταρίου[1][1],
ἀσκητὰ Παχώμιε, ποδηγὲ πρὸς Κύριον ἀπλανέστατε, χοϊκῶν πρόσδεξαι, τὰς ἡμῶν
δεήσεις, ὡς θυμίαμα πανεύοσμον καὶ ταύτας Ὅσιε, πρὸς τὸν Ζωοδότην προσάγαγε καὶ
Κύριον τοῦ σύμπαντος, Ὅνπερ ἐκ καρδίας ἠγάπησας· ἵνα καθηκόντως, παλαίσματα
ὑμνῶμεν σὰ σεπτά, πρὸς ἀρετῆς ὁλοκλήρωσιν, πάνσοφε καὶ θέωσιν.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικητὰς κατ᾿ ἐχθίστου, τοὺς ἱκέτας σου δεῖξον, λαμπρὲ
Παχώμιε, τοὺς ἐπικαλουμένους τὴν ἱερὰν σου κλῆσιν καὶ προσφεύγοντας πάντοτε, σῇ
ταχινῇ ἀρωγῇ καὶ ἄκρᾳ συμπαθείᾳ.
Ἁγιάζεις ἀπαύστως, τοὺς πιστῶς προσκυνοῦντας τὸν θεῖον
τάφον σου καὶ θήκην σῶν λειψάνων, τὴν βρύουσαν ἰάσεις εὐσεβέσι, Παχώμιε, ἐν
Σκήτη τῇ Ἱερᾷ, τοῦ Προβατείου Ὄρους.
Ξύλου πάντας ἱκέτας, ἀπολαύσαι ἀλήκτου ζωῆς, Παχώμιε,
τοὺς σούς, πνευματοφόρε, ἀξίωσον, ὁ δήμοις συγχορεύων ἀείποτε, Ἀγγέλων
φωτοειδῶν, ἐν οὐρανίοις δόμοις.
Θεοτοκίον.
Ἰαμάτων χειμάῤῥους καὶ πηγὴ θαυμασίων, Θεογεννήτρια,
ἐνίσχυε Σοὺς δούλους, ἀνύσαι ἰσαγγέλως βιοτὴν τὴν ἐπίγειον καὶ τήρει πάντας
ἡμᾶς, ἐν ἄκρᾳ ὑγιείᾳ.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Ὡς Ὀρθοδόξων δογμάτων πάμφωτον φάρον καὶ ταμεῖον
ἐλεημοσύνης σὲ ὑμνοῦντες, Πάτερ, αἰτούμεθα λιτάς σου.
Στύλε ἀγάπης καὶ συμπαθείας πρὸς πάντας ἐνδεεῖς, ἀγαπᾶν
δίδαξόν με, τοὺς μακρὰν καὶ πέλας, ὡς ἐμαυτόν, παμμάκαρ.
Ὁδήγησόν με πρὸς χρηστοήθειαν, Πάτερ, ὁ σαφῶς ὑποδείξας
χορείαις, τρίβον σωτηρίας, Παχώμιε τῶν Χίων.
Θεοτοκίον.
Νῦν δυσωπῶ Σε, Νεαμονίτισσα Μῆτερ, Παχωμίου ὁσίου
πρεσβείαις, ῥῦσαί με μανίας, ἐχθροῦ τοῦ παλαμναίου.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ οὐρανόθεν, δυσωπῶν τὸν Κτίστην, ὑπὲρ τῶν σὲ
ἀνυμνούντων, Παχώμιε, καὶ προσκυνούντων ἐν πίστει σὰ θεῖα λείψανα.
Εἰρήνευσον τὸν βίον τῶν μακαριζόντων σε, ὥσπερ θείας
εἰρήνης τὸν πρόξενον καὶ τῆς ὀργῆς ὀλετῆρα ἡμῶν, Παχώμιε.
Χαρίτωσον τοὺς πόθῳ σὲ ἀνευφημοῦντας καὶ ἐκζητοῦντας
σὴν θείαν ἀντίληψιν, ἀζύγων κλέος τῆς Χίου σεπτόν, Παχώμιε.
Θεοτοκίον.
Μετὰ τοῦ Παχωμίου, νεαυγοῦς φωστῆρος, τῆς νήσου Χίου,
ἁγνὴ Ἀειπάρθενε, ὑπὲρ ἡμῶν ἐκδυσώπει Χριστὸν ἑκάστοτε.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις τῆς Ἐλάτης σεπτὸς βλαστός, χαίροις νήσου Χίου ἐγκαλλώπισμα
ἱερόν, χαίροις Προβατείου τοῦ Ὅρους ὁ οἰκήτωρ,
Παχώμιε τρισμάκαρ, χάριτος σκήνωμα.
Παχώμιε τρισμάκαρ, χάριτος σκήνωμα.
Τῆς χρηστοηθείας ὑφηγητήν καὶ τῆς εὐσεβείας τὸν
διδάσκαλον εὐλαβῶς, μέλψωμεν ἐκθύμως, Παχώμιον τὸν θεῖον, ὡς ἀσκητῶν ὁσίων Χίου
θησαύρισμα.
Ἐλεημοσύνης τὸν ἐραστήν, Ὀρθοδόξου ἤθους τὸν κοσμήτορα
καὶ σεπτῶν ἀσκητῶν πυξίον, Παχώμιον τὸν νέον, εὐτάκτοις μελῳδίαις ἐγκωμιάσωμεν.
Λαύρας θείου Σαββα τὸν οἰκιστήν, Σκήτεως Πατέρων νήσου
Χίου τῆς εὐκλεοῦς καὶ τοῦ Παρθενῶνος ἁγίου Κωνσταντίνου, τιμήσωμεν τὸν κτίστην
ὕμνοις, Παχώμιον.
Νεκταρίου θείου καθηγητήν καὶ τῶν μονοτρόπων
ἀπλανέστατον ὁδηγόν, στέψωμεν τοῖς ἴοις, ᾀσμάτων μελιῤῥύτων, Παχώμιον τὸν πάνυ
καὶ πνευματέμφορον.
Εὐσεβείας ἄστρον νεολαμπές, μετανοίας βάθρον
ἀδιάσειστον καὶ τερπνόν, νήψεως στρουθίον, Παχώμιον τὸ νέον, Ὁσίων Χίου κλέος,
ἐγκωμιάσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων...
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσας ὡς ἄσαρκος ἐν τοῖς ἐσχάτοις καιροῖς, τὴν Χίον ἡγίασας ἱδρώτων
ἀσκητικῶν, Παχώμιε, ῥείθροις σου· βίῳ γὰρ ἐναρέτῳ θεωθεὶς, ἐποπτεύεις ἄνωθεν
ὑμνηπόλων εὐλαβῶν σοῦ χορείας· καὶ ἅπασι βραβεύεις ἰσχύν, ῥῶσιν καὶ δύναμιν.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β´. Ὅτε ἐκ τοῦ Ξύλου.
Σκήτεως δομῆτορ ἱερὲ, τῶν Τριῶν ἐν Χίῳ Πατέρων καὶ
Παρθενῶνος σεπτοῦ, Κωνσταντίνου μάκαρος, κλεινὲ Παχώμιε, παῤῥησίαν πρὸς Κύριον,
ὡς ἔχων μεγίστην, οἰάπερ διδάσκαλος πιστῶν θειότατος, πρέσβευε Χριστῷ τῷ
Σωτῆρι, ῥύεσθαι κινδύνων ἀνάγκης καὶ ἁπάσης θλίψεως σοὺς πρόσφυγας.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ
Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην Σου.
Ὁ
Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
[2][1] Πέραν τοῦ ἁγ. Νεκταρίου Πενταπόλεως τοῦ Θαυματουργοῦ, μεταξύ τῶν πνευματικῶν ἀναστημάτων τοῦ ὁσ. Παχωμίου, περιλαμβάνεται καί ὁ μακάριος Γέρων Μωϋσῆς (κατά κόσμον
Μερκούριος Τρυπιτηνίας ἐκ
Κατσελλορίζου), κτίτωρ τῶν Ἱερῶν Μονῶν Ἁγίων Ταξιαρχῶν καί Εὐαγγελισμοῦ τῆς Θεοτόκου Ἀθηκίων Κορινθίας (+ 1946).
[1][1] Πέραν τοῦ ἁγ. Νεκταρίου
Πενταπόλεως τοῦ Θαυματουργοῦ,
μεταξύ τῶν πνευματικῶν
ἀναστημάτων τοῦ ὁσ.
Παχωμίου, περιλαμβάνεται καί ὁ μακάριος
Γέρων Μωϋσῆς (κατά κόσμον
Μερκούριος Τρυπιτηνίας ἐκ Κατσελλορίζου), κτίτωρ τῶν Ἱερῶν Μονῶν Ἁγίων Ταξιαρχῶν καί Εὐαγγελισμοῦ τῆς Θεοτόκου
Ἀθηκίων Κορινθίας
(+ 1946).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου