Κυριακή 2 Οκτωβρίου 2016

Παράκλησις ΕΠΙ ΑΘΛΗΣΕΙ ΝΕΟΥ ΜΑΡΤΥΡΟΣ.



Παράκλησις ΕΠΙ ΑΘΛΗΣΕΙ ΝΕΟΥ ΜΑΡΤΥΡΟΣ.
Ψαλλομένη  ἐπειδάν συμβῇ ταῖς  βασάνοις  ἐγκαρτερεῖν  τινα  νέον Μάρτυρα
Ποίημα  Ὁσίου  Νικηφόρου  τοῦ  Χίου
 Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν τρισυπόστατον Θεὸν ἱκετεύσωμεν, Πατέρα, Λόγον καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν κατανύξει κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποτα φιλάνθρωπε, προστασίαις Ἀγγέλων καὶ τῆς Θεομήτορος καὶ Ἁγίων ἁπάντων, τὸν ὑπὲρ Σοῦ ἀρξάμενον ἀθλεῖν, δεῖξον εἰς τέλος, ἀήττητον Μάρτυρα.
Δόξα. Τό αὐτό.
Τὸν τρισυπόστατον Θεὸν ἱκετεύσωμεν, Πατέρα, Λόγον καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν κατανύξει κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποτα φιλάνθρωπε, προστασίαις Ἀγγέλων καὶ τῆς Θεομήτορος καὶ Ἁγίων ἁπάντων, τὸν ὑπὲρ Σοῦ ἀρξάμενον ἀθλεῖν, δεῖξον εἰς τέλος, ἀήττητον Μάρτυρα.
Καὶ νῦν. Θεοτοκίον.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν ἐν εὐλαβείᾳ, κράζοντες ἐξ ὅλης ψυχῆς· Δέσποινα βοήθησον τῷ εἱρκτῇ ἐμβληθέντι, ὑπὲρ εὐσεβείας τε καὶ στοργῆς τοῦ Υἱοῦ Σου καὶ ἱκεσίαν ποίει ἐκτενῆ, τοῦ ἀναδεῖξαι αὐτὸν θεῖον Μάρτυρα.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δέσποτα φιλάνθρωπε καὶ Θεέ, Πάτερ Παντοκράτορ, παντοδύναμε κραταιέ, πρεσβείαις ἁπάντων τῶν Ἁγίων, τὸν ἐναθλοῦντα ὲνίσχυσον δοῦλόν Σου.
ἐπὶ Πιλάτου Χριστὲ Σωτήρ, πρῶτος μαρτυρήσας, προστασίαις Ἀγγελικαῖς, Προφητῶν εὐχαῖς καὶ Ἀποστόλων, τὸν ἐναθλοῦντα ἐνίσχυσον δοῦλόν Σου.
Βασιλεῦ οὐράνιε καὶ Θεέ, τὸ τῆς ἀληθείας Πνεῦμα θεῖον, τῶν Ἀθλητῶν ἱεραῖς πρεσβείαις καὶ Ὁσίων, τὸν ἐναθλοῦντα ἐνίσχυσον δοῦλόν Σου.
Τριὰς ἐν μονάδι, Πάτερ, Υἱὲ καὶ Πνεῦμα τὸ θεῖον, μία δύναμις καὶ ἰσχύς, λιταῖς τῆς ἁγίας Θεοτόκου, τὸν ἐναθλοῦντα ἐνίσχυσον δοῦλόν Σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανόθεν Οἰκτίρμον ἀγγελικῶν τάξεων καὶ τῶν ἀπ᾿ αἰῶνος Ἁγίων θείαις δεήσεσι, Πάτερ προάναρχε, τὸν ἐναθλοῦντα ἱλέως ἔπιδε καὶ κράτει Σου τοῦτον στερέωσον.
Προαιώνιε Λόγε, μονογενὲς, ὕψιστε, ὁ ἐνανθρωπήσας ἀῤῥήτως δι᾿ οἶκτον ἄφατον, τὸν δι᾿ ἀγάπην τὴν Σὴν ἐγκαρτεροῦντα βασάνοις, λιταῖς τῶν Ἁγίων Σου Πάντων στερέωσον.
Τὸ πανάγιον Πνεῦμα, ἡ πανσθενὴς δύναμις, τὸ ἐκ τοῦ Πατρὸς ἀϊδίως ἐκπορευόμενον, ταῖς παρακλήσεσι τῶν Προφητῶν, Ἀποστόλων, τὸν ἀθλοῦντα σθένει Σου δοῦλον στερέωσον.
Τρισυπόστατον κράτος, ἡ παντουργὸς δύναμις, Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, θείαις δεήσεσι τῆς Θεομήτορος, τὸν ὑπὲρ Σοῦ ἐναθλοῦντα, τῇ παναλκεστάτῃ σΣου ῥώμῃ στερέωσον.
πίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεαρχία, ἐπὶ τὸν οἰκέτην τὸν Σὸν καὶ σθένος ἀήττητον περίζωσον, ὑπὲρ Σοῦ ἐναθλοῦντα.
ναρχε Τριάς, ἀμέριστε Πάτερ, Λόγε καὶ τὸ Πνεῦμα τὸ ἀγαθὸν, τὸν δοῦλόν Σου οἴκτειρον καὶ δώρησαι οὐρανόθεν τὴν νίκην.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
γγέλων πληθύς, Προφῆται καὶ Ἀπόστολοι, σὺν Ἱερουργοῖς καὶ Ἱεράρχαις ἅπασιν, Ἀθλητῶν ὁ σύλλογος καὶ Ὁσίων δῆμος πρεσβεύουσι, τοῦ ἐνισχύσαι ἐν δεινοῖς τὸν ἀθλοῦντα, Τριὰς παντοδύναμε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν βροτείαν ἀσθένειαν, Πάτερ πανσθενέστατε, ἐνδυνάμωσον, τοῦ ἐν ἄθλοις μελῳδοῦντός Σοι· δόξα Παντοκράτορ τῇ δυνάμει Σου.
Τὸν θυσίαν Σοι ἄμωμον θέλοντα προσάξαι, Χριστὲ φιλάνθρωπε, ἑαυτὸν δεῖξον ἀήττητον, δόξα μελῳδοῦντα τῇ δυνάμει Σου.
Τὸν δεινοῖς ἐταζόμενον ὑπὲρ εὐσεβείας, Πνεῦμα Παράκλητον, παρακάλεσον Σῇ χάριτι· δόξα μελῳδοῦντα τῇ δυνάμει Σου.
Παντοδύναμε Κύριε, Πάτερ, Λόγε, Πνεῦμα, τὸν ὑπὲρ πίστεως, ἐναθλοῦντα ἐνδυνάμωσον· δόξα μελῳδοῦντα τῇ δυνάμει Σου.

Ὠδή ε’. Φώτισον ἡμᾶς.
Τὸν ἐν δεινοῖς Σοῦ τῷ πόθῳ, Πάτερ ἄναρχε, ἐγκαρτεροῦντα ἐπισκίασον, τὴν Σὴν εἰρήνην βραβεύων αὐτῷ τὴν ἄνωθεν.
Φώτισον τὸν νοῦν καὶ εἰρήνευσον, Φιλάνθρωπε, τοῦ Σοῦ οἰκέτου τὴν καρδίαν Χριστέ, τὴν Σὴν εἰρήνην βραβεύων αὐτῷ τὴν ἄνωθεν.
Πνεῦμα τὸ εὐθὲς, ἐκ Πατρὸς ἐκπορευόμενον, τὰς ἀλγηδόνας τοῦ οἰκέτου Σου ἐπικούφισον καί  παράσχου εἰρήνην ἄνωθεν.
Δύναμιν τὴν Σήν, πανσθενὴς Τριάς, περίζωσον τὸν ὑπὲρ πίστεως ἀθλοῦντα τῆς Σῆς, τὴν Σὴν εἰρήνην διδοῦσα αὐτῷ τὴν ἄνωθεν.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
δύναμις ἡ πηγαία Κύριε, Παντοκράτορ Ὑπεράγαθε Πάτερ, νῦν ἐπιδὼν τὸν Σὸν δοῦλον ἀθλοῦντα καὶ ταῖς βασάνοις ἐκθύμως ἐμμένοντα, ἐνίσχυσον θείᾳ Σου ῥοπῇ, ἀριστέα δεικνύων ἀήττητον.
σχύς μου Σὺ εἶ βοᾷ καὶ δύναμις καὶ στερέωμα καὶ ῥύστης Οἰκτίρμον, καταφυγή, βοηθός τε Χριστέ μου, ἐγκαρτερῶν τοῖς δεινοῖς ὁ οἰκέτης Σου, ὃν ῥώμῃ ἀνάδειξον τῇ Σῇ, Ἰησοῦ ἀριστέα ἀήττητον.
Παράκλητε, ἀγαθὲ Πανάγιε, παρακάλεσον τῇ Σῇ ἐπισκέψει, τὸν ἐν δεινοῖς ἐναθλοῦντα προθύμως καὶ τὰς ὀδύνας αὐτοῦ ἐπικούφισον καὶ δεῖξον Σῇ ῥώμῃ κατ᾿ ἐχθρῶν ὁρατῶν, ἀοράτων ἀήττητον.
Δέσποτα, Παντοκράτορ Κύριε, πλαστουργὲ τῆς ἀνθρωπίνης οὐσίας, Πάτερ, Υἱὲ καὶ τὸ ἅγιον Πνεῦμα, τὸν ἐν δεινοῖς καὶ βασάνοις οἰκέτην Σου, ἀνάδειξον ῥώμῃ τῇ ἐκ Σοῦ, ἀριστέα λαμπρὸν καὶ ἀήττητον.
πίσκεψαι τῇ χάριτί Σου Θεὲ τῶν ὅλων, τόν ἐν πίστει εἰλικρινεῖ εἰς Σὲ ἀτενίζοντα καὶ δὸς αὐτῷ ἐν τοῖς δεινοῖς ὑπομονὴν καὶ ἀνδρείαν.
ξίωσον τὸν θεῖον δρόμον διανῦσαι τοῦ μαρτυρίου καὶ πίστιν τὴν εὐσεβῆ τηρῆσαι τὸν δοῦλόν Σου καὶ ἀφθαρσίας ἐκ Σοῦ κομίσασθαι τὸ στέφος.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Θεαρχία τριφαὴς ὑπερούσιε, Πάτερ, Υἱὲ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ἱκεσίαις τῶν ἀπ᾿ αἰῶνος Ἁγίων τῶν Σῶν πάρεσο νῦν, ὡς ἀγαθή, εἰς τὴν ἐπίσκεψιν τοῦ Σοῦ ἀθλητοῦ καὶ ἐλάφρυνον ἄλγη τὰ τῶν βασάνων, δριμύτητα τὴν τῶν πόνων, ἵνα δοξάσῃ ἐναθλῶν τὸ Πανάγιόν Σου Ὄνομα.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Ὁ Θεὸς εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.
Στ.: Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.

Εὐαγγέλιον ζήτει τῆς Παρασκευῆς τῆς Ζ´ ἑβδομάδος τοῦ Λουκᾶ·
Εἶπεν ὁ Κύριος: Οὐδὲν συγκεκαλυμμένον, ὁ οὐκ ἀποκαλυφθήσεται...

Δόξα: Πάτερ, Λόγε, Πνεῦμα...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Στίχ. Ἐλέησόν με, ὁ Θεός...
Προσόμοιον, ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τριὰς όμοούσιε, Πάτερ,Υἱὲ καὶ τὸ Πνεῦμα, μονὰς τρισυπόστατε, ὁ Θεὸς τοῦ σύμπαντος, ἐπικάμφθητι τῷ δεινῶς πάσχοντι, ἐν εἱρκτῇ δούλῳ Σου, ταῖς βασάνοις καὶ κακώσεσι, τὴν ἀήττητον ἄνωθεν ἰσχύν Σου κατάπεμψον καὶ ῥῶσον καὶ κραταίωσον, τὴν ψυχὴν αὐτοῦ σὺν τῷ σώματι, ἵνα μέχρι τέλους, ἀκλόνητος ἐν πίστει τῇ εἰς Σὲ ἀναδειχθῇ καὶ κομίσηται, στέφος τῆς ἀθλήσεως.
ερεύς.
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                                
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ΕΥΧΗ ΙΚΕΤΗΡΙΟΣ ὑπὲρ τοῦ ἐνεργείᾳ ἐναθλοῦντος ὑπὲρ τῆς Ἁγίας Πίστεως.
Ποίημα τοῦ Σεβασμιωτάτου Ἱεροδιδασκάλου κυρίου Ἀθανασίου τοῦ Παρίου.
Τοῦ Κυρίου δεηθῶμεν,
Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ πλάστης καὶ δημιουργὸς τῶν ὄντων πάντων, ὁρατῶν τε καὶ ἀοράτων, ἡ δύναμις τῶν ἀδυνάτων, ὁ στηριγμὸς τῶν κλονουμένων, ὁ τῶν ἑστώτων ἑδρασμὸς καὶ τῶν πιπτόντων ἀνόρθωσις, ὁ τῶν πλανωμένων ὁδηγὸς καὶ τῶν ἀπηλπισμένων ἐλπίς, ὁ τῶν ἀθλούντων ἀλείπτης καὶ τῶν νικώντων στεφανίτης, ὁ τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως εἰδὼς καὶ ταύτην μὴ ἀπαξιώσας φορέσαι, ὁ μὴ ἐλθὼν καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν, ὁ εἰπὼν διὰ τοῦ προφήτου σου: «Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν»· Αὐτός, Δέσποτα Φιλάνθρωπε, Πανοικτίρμον καὶ Πολυέλεε Κύριε, πρόσδεξαι καὶ τὸν δοῦλόν Σου (τὸν δεῖνα), τὸν πρώην μὲν ἢ γνώμης ἐλαφρίᾳ ἢ βίᾳ καὶ ἀνάγκης ἐπαγωγῇ καὶ δόλῳ καὶ ἀπάτῃ τοῦ ἀρχεκάκου ὄφεως ἐξομώσαντα, φεῦ! τὸ Σὸν Πανάγιον καὶ Προσκυνητὸν Ὄνομα, ἐνώπιον τῶν ἀθέων τυράννων, τῶν ἐχθρῶν τῆς ἁγίας Σου πίστεως καὶ τῇ πλάνῃ τῆς ἀθεότητος κατακολουθήσαντα, νῦν δὲ ἐν ἐπιγνώσει γενόμενον τοῦ ἰδίου πτώματος καὶ τὴν ἧτταν ἀναπαλαῖσαι βουληθέντα καὶ ἤδη καὶ εἰς τὸ στάδιον ἐλάσαντα τῆς ἀθλήσεως, τὸ πᾶν ἐξαναρτήσαντα τῆς Σῆς παντοδυνάμου βοηθείας καὶ χάριτος. Καὶ τοίνυν Σοῦ δεόμεθα καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι, Ἰησοῦ Χριστέ, Θεὲ ἀληθινέ, Παντοδύναμε καὶ Παντοκράτορ· ἐνίσχυσον, στήριξον, κραταίωσον εἰς τέλος τὸν ὑπὲρ Σοῦ καὶ τῆς ἁγίας Σου Πίστεως ἀθλοῦντα δοῦλόν Σου (τὸν δεῖνα) καὶ τῆς Σῆς ἀληθείας Μάρτυρα τέλειον ἀνάδειξον. Σὺ γὰρ εἶπας, Δέσποτα, διὰ τοῦ ἁγίου Σου στόματος, ὅτι· «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν». Καὶ πάλιν ἑτέρωθι, ὅτι· «Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής». Σὺ εἶπας καὶ ἡμεῖς ὁμολογοῦμεν. Διὰ τοῦτο, φιλόψυχε καὶ ψυχοσῶστα Κύριε, δέξαι καὶ τοῦτον μεταγνόντα ἐπὶ τῇ ἰδίᾳ ἀφροσύνῃ καὶ ἤδη ἐνώπιον τῶν ἀνθρώπων ὁμολογοῦντα Σὲ μόνον Θεὸν ἀληθινὸν καὶ κριτὴν ζώντων καὶ νεκρῶν, ὡς ἐδέξω καὶ τὴν ὁμολογίαν τοῦ Ἀποστόλου Σου Πέτρου καὶ Ἰακώβου τοῦ Πέρσου καὶ πλείστων ἄλλων ὁμοιοπαθῶν αὐτῷ· καὶ ἀξίωσον αὐτὸν τῇ ἀφάτῳ Σου φιλανθρωπίᾳ, ἐπιθεῖναι τῇ καλῇ αὐτοῦ ὁμολογίᾳ καὶ γενναίᾳ ἐνστάσει τὸ παρὰ πᾶσιν εὐκταιότατον τέλος, ὥστε καὶ πάντας εὐφράναι τοὺς πιστοὺς καὶ ἐν αὐτῷ καὶ δι᾿ αὐτοῦ δοξασθῆναι τὸ Πανάγιον Ὄνομα Σοῦ τοῦ ἀρχηγοῦ καὶ θεμελιωτοῦ τῆς Ἁγίας ἡμῶν Πίστεως, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ Σου Πνεύματι, τῇ μιᾷ καὶ μόνῃ θεαρχικωτάτῃ καὶ ζωαρχικωτάτῃ Τριάδι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μονιμότης κρυφία, ἀνεκφοίτητος ἵδρυσις, Πάτερ ἄναρχε, τὸν δοῦλόν Σου ἀθλοῦντα, ἐνίδρυσον τῇ πίστει, ἐκ καρδίας Σοι μέλποντα· ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
λογήσας βασάνων καὶ ζωῆς ἀφειδήσας, Χριστὲ, ὁ δοῦλός Σου, προείλετο τὸ πάσχειν καὶ θνῄσκειν γηθοσύνως, μελῳδῶν Σοι τῷ κτίσαντι· ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Τὸ παρέχον ἀνδρείαν, ταῖς ψυχαῖς τῶν Μαρτύρων, Πνεῦμα Πανάγιον, τῇ Σῇ ἐπιφοιτήσει ἐνίσχυσον ἀθλοῦντα καὶ βοῶντα τὸν δοῦλόν Σου· ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
κεσίαις Μαρτύρων, Προφητῶν, Ἀποστόλων, Τριὰς ἀμέριστε, τὸν πόθῳ Σου ἀπλέτῳ, δεινῶς ἐγκαθειργμένον, ἐνδυνάμωσον ψάλλοντα· ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
ἀϊδίως ἐξ ἀϊδίου γεννήτωρ καὶ ἀνάρχως προβολεὺς ῥῶσιν δίδου, τῷ ἐν ταῖς βασάνοις ὑμνοῦντί Σου τὸ κράτος.
Χριστὲ βραχίων καὶ δεξιὰ τοῦ Ὑψίστου, χεῖρα βοηθείας παράσχου τῷ ἐν ταῖς βασάνοις ὑμνοῦντί Σου τὸ κράτος.
Τ παντοδύναμον καὶ παντοκρατὲς θεῖον Πνεῦμα, δύναμιν ἐξ ὕψους παράσχου, τῷ ἐν ταῖς βασάνοις ὑμνοῦντί Σου τὸ κράτος.
πανσθενής καὶ παντουργικὴ Θεαρχία, νεύρωσον καὶ ῥῶσον ἑξ ὕψους, τὸν ἐν ταῖς βασάνοις ὑμνοῦντί Σου τὸ κράτος.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κυρία Θεοτόκε, πάντων προστασία, πρὸς τὸν Θεὸν καὶ Πατέρα πρεσβείαν ποιοῦ ὑπὲρ τοῦ νῦν ἐν τοῖς ἄθλοις Αὐτὸν δοξάζοντος.
Κυρία Θεοτόκε, μητρικὰς πρεσβείας, πρὸς τὸν Υἱόν Σου προσάγαγε, Ἄχραντε, ὑπὲρ τοῦ νῦν ἐν τοῖς ἄθλοις Αὐτὸν δοξάζοντος.
Κυρία Θεοτόκε, πρὸς τὸ θεῖον Πνεῦμα τὸ ἀγαθὸν ἱκεσίαν προσάγαγε, ὑπὲρ τοῦ νῦν ἐν τοῖς ἄθλοις Αὐτὸ δοξάζοντος.
Κυρία Θεοτόκε, θείᾳ παῤῥησίᾳ, τὴν Παναγίαν Τριάδα ἱκέτευε, ὑπέρ τοῦ νῦν ἐν τοῖς ἄθλοις Αὐτὴν δοξάζοντος.
ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεγαλυνάριον.
Πάτερ, Λόγε, Πνεῦμα, εἷς Θεός, ταῖς τῆς Θεοτόκου ἱκεσίαις ὡς ἀγαθός, τὸν νῦν ἐν βασάνοις τὸν δρόμον διανῦσαι, ἀξίωσον Οἰκτίρμον, ὑπὲρ τῆς δόξης Σου.
Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..
Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.
Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το διεχν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου Σε νεκρόν.
Σύνθρονε, ὁμότιμε Τριάς, Πάτερ καὶ Υἱὲ καὶ τὸ Πνεῦμα, δέξαι ὡς εὔσπλαγχνος, τὴν ἡμῶν τῶν δούλων Σου θερμὴν παράκλησιν, ἣν ἐξ ὅλης προσάγομεν ψυχῆς καὶ καρδίας, πρὸς τὴν ὑπεράπειρον Σὴν ἀγαθότητα, ὑπὲρ τοῦ ἀθλοῦντός Σου δούλου καὶ ἰσχὺν ἐξ ὕψους παράσχου, ἵνα Σου δοξάσῃ τὴν Θεότητα.

Δι’ εὐχῶν…

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου