Κυριακή 2 Οκτωβρίου 2016

Παράκλησις μ. ΑΡΙΣΤΕΙΔΟΥ τοῦ Ἀθηναίου.



Παράκλησις μ. ΑΡΙΣΤΕΙΔΟΥ τοῦ Ἀθηναίου.
Ποίημα Δρ. Χαραλάμπους  Μπούσια
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
 Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀθηνῶν τὸν εὐθαλέστατον γόνον, καὶ ἄνθος εὔοσμον Χριστοῦ Ἐκκλησίας, ὀδμαῖς τὸν καθηδύναντα ἀνδρείας ψυχῆς, εὐσεβῶν ὁμήγυριν εὐφημήσωμεν πόθῳ, Ἀριστείδην πάνσοφον, ὡς φιλόσοφον θεῖον, καὶ ἀθλητὴν γενναῖον τὰς αὐτοῦ, πρὸς τὸν Σωτῆρα, λιτὰς ἐξαιτούμενοι.
Δόξα. Τό  αὐτό. Καί  νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν, οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
  Ν´  Ψαλμός.
λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ὉΚανών  τοῦ  Ἁγίου, οὗ    ἀκροστιχίς, «Ὁδόν ἀρίστην Ἀριστείδη  δεῖξον  μοι. Χ. Μ. Μ.».
Ὠδή α’. Ἦχος  πλ. δ’. Ὑγράν  διοδεύσας.
δόν μοι ὑπόδειξον ἀθλητά, κλεινὲ Ἀριστείδη, τὴν ἀπάγουσαν πρὸς ζωήν, ἀγήρω ἣν ἤνυσας πανσόφως, διὰ στεῤῥοῦ μαρτυρίου φιλόσοφε.
Δυνάμωσον φρόνημα τῶν πιστῶς, σὲ μακαριζόντων Ἀριστείδη ὡς ἰσχυρόν, τῆς πίστεως ἄνδρα καὶ μαρτύρων, τῆς εὐσεβείας λαμπρὸν σεμνολόγημα.
γόνος ὁ ἔνδοξος Ἀθηνῶν, τοῦ Διονυσίου εὐπειθέστατος μαθητής, Χριστὸν Ἀριστείδη ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε ᾄσμασι.
Θεοτοκίον.
Ναὲ ἀχειρότευκτε τοῦ Υἱοῦ, Θεοῦ τοῦ Ὑψίστου τοὺς τιμῶντάς σε εὐλαβῶς, ναοὺς εὐπρεπεῖς ἡμᾶς Παρθένε, ἁγνείας δεῖξον καὶ βίου σεμνότητος.
Ὠδή γ’. Οὐρανίας  ἀψίδος.
ριστείδη ἄλκιφρον τῶν ἀθλητῶν καύχημα, ὁ ἐν ταῖς Ἀθήναις κηρύττων ὄνομα πάνσεπτον, τοῦ Ζωοδότου Χριστοῦ, ὁμολογεῖν παῤῥησίᾳ, τὴν Αὐτοῦ ἀξίωσον κλῆσίν με πάντοτε.
άβδῳ ἀπολογίας τῆς σῆς λαμπρᾶς ἔνδοξε, τῶν διωκομένων χορείαν πάντων ἐστήριξας, χριστιανῶν ἀθλητά, περιφανὲς Ἀριστείδη, ἀδυνάτων στήριγμα καταφευγόντων σοι.
θυνόμενος φόβῳ τῷ τοῦ Θεοῦ σκάμματα, χαίρων μαρτυρίου ὑπῆλθες καὶ κατεσκήνωσας, εἰς οὐρανίους μονάς, ἔνθα Χριστὸν Ἀριστείδη, δυσωπεῖς διδόναι μοι ἄμφω ὑγίειαν.
Θεοτοκίον.
Στηριγμὸς ἀδυνάτων Μῆτερ Θεοῦ ἄχραντε, Κεχαριτωμένη Παρθένε πέλεις ἀείποτε, καὶ πάντων καταφυγή, ἐμπεριστάτων ταχεῖα· ὅθεν σὲ γεραίρομεν ὕμνοις καὶ ᾄσμασι.
νίσχυσον, ἡμᾶς πατῆσαι ἐνέδρας τοῦ μισοκάλου, Ἀριστείδη τοὺς εὐλαβῶς τιμῶντας σὴν ἄθλησιν, καὶ σὴν ἀπαιώρησιν ἐν ἀγχόνῃ.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β’. Πρεσβεία  θερμή.
Βλαστὲ Ἀθηνῶν καὶ Μάρτυς ἀκατάβλητε, ἀπολογητῶν τῆς πίστεως θησαύρισμα, καὶ λαμπρὲ φιλόσοφε Ἀριστείδη ἐκλύτρωσαι, θλίψεων καὶ συμφορῶν καὶ νόσων ζοφερῶν, τοὺς ὕμνοις εὐτάκτοις σὲ γεραίροντας.
Ὠδή δ’. Εἰσακήκοα, Κύριε.
Τῆς σαρκὸς καταπράϋνον, τὰς ἐπαναστάσεις σαῖς παρακλήσεσιν, Ἀριστείδη πρὸς τὸν Κύριον, Ἀθηνῶν μαρτύρων ἐγκαλλώπισμα.
τιμία σου ἄθλησις ἔδωκέ σοι δύναμιν τὸν Παντάνακτα, δυσωπεῖν ὑπὲρ τῶν ᾄσμασιν, Ἀριστείδη νῦν μακαριζόντων σε.
Νικητὰς τοὺς ἱκέτας σου, δεῖξον ἐν ταῖς μάχαις κατὰ τοῦ δαίμονο0ς, τοὺς εἰλικρινῶς ὑμνοῦντάς σε, Ἀριστείδη Μάρτυς γενναιότατε.
Θεοτοκίον.
ριστείδου δεήσεσιν, Ἀθηνῶν  στεῤῥόφρονος  καλλιμάρτυρος, Ὑπερύμνητε Μητρόθεε, περιφρούρει  πάντοτε  Σούς  πρόσφυγας.
Ὠδή ε’. Φώτισον  ἡμᾶς.
ῦσαι δυσμενοῦς ἐπηρείας τοὺς ἱκέτας σου, Ἀριστείδη τοὺς τιμῶντας εὐλαβῶς, ἐν Ἀθήναις τὴν τιμίαν σου ἐνάθλησιν.
λεων ἡμῖν, τὸν Θεάνθρωπον ἀπέργασαι, Οὗ τὸ ὄνομα ἐκήρυξας τρανῶς, Ἀριστείδη πρὸ λατρῶν εἰδώλων βήματος.
Σοῦ τὴν γεραράν, ἐν ἀγχόνῃ ἀπαιώρησιν, Ἀριστείδη ἀνυμνοῦντες σὰς λιτάς, ἐκδεχόμεθα πρὸς σὲ τὸν ἐνισχύσαντα.
Θεοτοκίον
    Τείχισον ἡμᾶς, προστασίᾳ τῇ ἐνθέρμῳ σου, Θεοτόκε Ὀρθοδόξων   ἀρωγῆς,   τεῖχος  ἄσειστον  καὶ  σκέπη  τῶν
ὑμνούντων σε.
Ὠδή στ’. Τήν  δέησιν, ἐκχεῶ.
πάκουσον, τῆς ἡμῶν δεήσεως, Ἀριστείδη ἀριστεῦ τοῦ σταδίου, ὁ εἰληφὼς δαψιλῶς θείαν χάριν, ὑπὲρ ἡμῶν ἱκετεύειν τὸν Κύριον, τῶν ἐκτελούντων εὐλαβῶς ,ἐν Ἀθήναις σὴν πάνσεπτον ἄθλησιν.
λέωσαι, Ἀριστείδη Κύριον, καλλιμάρτυς Ἀθηνῶν τροπαιοῦχε, ἡμῖν τοῖς σὲ μεγαλύνουσιν ὕμνοις, ὡς φιλοσόφων ἐνθέων ἀκρώρειαν, καὶ πάντων ἀπολογητῶν, εὐσεβείας Χριστοῦ μέγαν ῥήτορα.
Δραξάμενος, ἀφθαρσίας στέφανον, ἐκ χειρῶν τοῦ Ἰησοῦ Ἀριστείδη, ὤφθης Ἐδὲμ τῆς τερπνῆς κληρονόμος, εἰς ἣν ἡμᾶς εἰσελθεῖν τὸν Θεάνθρωπον, καθικετεύεις ἐκτενῶς, τοὺς τιμῶντας σὴν ἔνδοξον ἄθλησιν.
Θεοτοκίον.
σύναξις, ἀθλητῶν τῆς πίστεως, ἐν τῷ πόλῳ Θεοτόκε συγχαίρει, σοὶ καὶ Υἱῷ σου τῷ θείῳ πρεσβεύει, ὑπὲρ ἡμῶν Ἀριστείδου τὴν εὔκλειαν, ὑμνούντων τὴν ἐν οὐρανοῖς, ἥνπερ ἔχει ὡς μάρτυς ἀήττητος.
νίσχυσον, ἡμᾶς πατῆσαι ἐνέδρας τοῦ μισοκάλου, Ἀριστείδη τοὺς εὐλαβῶς τιμῶντας σὴν ἄθλησιν καὶ σὴν ἀπαιώρησιν ἐν ἀγχόνῃ.
χραντε, διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειερωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β’. Τοῖς  τῶν  αἱμάτων  σου.
Τῶν Ἀθηνῶν θεῖε γόνε καὶ καύχημα, καὶ ἀθλητῶν πολυτίμητον κόσμημα, θεοειδὲς Ἀριστείδη, τὸν Κύριον ὑπὲρ ἡμῶν ἐκδυσώπει ἀείποτε, λαμπρῶς ἐκτελούντων τὴν μνήμην σου.
Προκείμενον. Ἦχος δ’. Θαυμαστός    Θεός  ἐν  τοῖς  Ἁγίοις  Αὐτοῦ.
Στίχος: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον· Ἐκ τοῦ κατὰ Ἰωάννην (ιε´ 17-27, ιστ´ 12· ζήτει εἰς τὴν Λειτουργίαν τοῦ ἁγίου Γεωργίου τοῦ Τροπαιοφόρου).
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στίχος:Ἐλέησόν με, ὁ Θεός….
ριστείδη ἄλκιμε, τῶν ἀθλητῶν κοσμιότης, ὑπεραμυνόμενος χριστωνύμων τάγματος τῆς πατρίδος σου, τοῦ κλεινοῦ ἄστεως, Ἀθηνῶν ἀγχόνης, κατωδύνου πεῖραν ἔλαβες, καὶ συνηρίθμησαι, δήμοις τῶν μαρτύρων τῆς πίστεως, μεθ᾿ ὧν ἀεὶ τὸν Κύριον, δυσωπεῖς ὑπὲρ τῶν τιμώντων σε, καὶ ἐν εὐλαβείᾳ σὴν ἔνστασιν ὑμνούντων τὴν στεῤῥάν, πρὸ τῶν σεβόντων τὰ ἄψυχα, εἴδωλα τοῦ βήματος.

Ὠδή ζ’. Οἱ  ἐκ  τῆς  Ἰουδαίας.
Δυναμούμενος σθένει, Ἀριστείδη τρισμάκαρ Χριστοῦ ἐνήθλησας, στεῤῥῶς ἐν ταῖς Ἀθήναις, καὶ εἴληφας τὴν χάριν, δυσωπεῖν τὸν Παντάνακτα, ὑπὲρ ἰσχύος πιστῶν, καὶ ῥώσεως καὶ σθένους.
Εὐσεβείας ἀμύντωρ, καὶ ὀλέτης εἰδώλων λατρῶν δριμύτατος, ἐδείχθης Ἀριστείδη, θερμὲ πιστῶν ἀκέστορ, ὁ θερμῶς προσευχόμενος, ἐν λόφῳ Λυκαβητοῦ, σπηλαίῳ τῷ ἡσύχῳ.
εράρχου ὁσίου, θείου Ἱεροθέου καὶ τοῦ πιστεύσαντος, τοῖς λόγοις θείου Παύλου, σεπτοῦ Διονυσίου, μαθητὰ εὐπειθέστατε, ἡμῖν ὁδὸν σωστικήν, ὦ Ἀριστείδη δεῖξον.
Θεοτοκίον.
Ξύλου ἐπαπολαύειν τῆς ζωῆς σοὺς οἰκέτας ταχὺ ἀνάδειξον, τοὺς μεγαλύνοντάς σε, ὡς δένδρον σωτηρίας χοϊκῶν Μητροπάρθενε, πεφυτευμένον ἐν γῇ, χειρὶ τοῦ Πλαστουργέτου.

Ὠδή η’. Τόν  Βασιλέα.
μολογοῦντες, τὴν σὴν θερμὴν προστασίαν, πρὸς ἡμᾶς Ἀριστείδη αἰνοῦμεν, τὸν ἰσχύσαντά σε, ἐν μέσῳ τοῦ σταδίου.
Νενεκρωμένον, τῇ ἁμαρτίᾳ ἱκέτην, τῆς σῆς χάριτος ζώωσον μάρτυς, Ἀριστείδη αὔραις, ἐνθέρμων πρεσβειῶν σου.
Μαρτύρων γέρας, τῶν Ἀθηνῶν Ἀριστείδη, μὴ παρίδῃς ἡμῶν τὰς αἰτήσεις σου, τῶν ἀνυμνούντων τοῦ μαρτυρίου ἄθλους.
Θεοτοκίον.
δήγησόν με, πρὸς οὐρανίους ἐπάλξεις, Ἀριστείδου θερμαῖς ἱκεσίαις, Κεχαριτωμένη Κυρία Θεοτόκε.
Ὠδή θ’. Κυρίως  Θεοτόκον.
δεῖν Χριστοῦ προσώπου, κάλλος Ἀριστείδη, ἐν οὐρανίαις σκηναῖς τὸ ἀμήχανον, ἀξίωσόν με τὸν πίστει ἀνευφημοῦντά σε.
Χριστιανῶν χορείας, τῆς ἐν ταῖς Ἀθήναις, προασπιστὰ Ἀριστείδη πανεύφημε, ἔσο ἡμῶν παραστάτης ἐν βίου κλύδωσι.
Μὴ παύσῃ τὸν Δεσπότην, Ἀριστείδη Μάρτυς, ὑπὲρ ἡμῶν ἱκετεύων καὶ Κύριον, τῶν ὡς Μαρτύρων τιμώντων σε σεμνολόγημα.
Θεοτοκίον.
Μητρόθεε γλυκεῖα, Κεχαριτωμένη, ὁ γλυκασμὸς τῶν Ἀγγέλων διάλυσον, πικρίαν πᾶσαν ζωῆς μου, καθικετεύω σε.
 ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις παῤῥησίᾳ ὁ τὸ Χριστοῦ, ὄνομα κηρύξας ἐν Ἀθήναις καὶ ἀπηνῶς, δι᾿ Αὐτοῦ τὴν πίστιν, ἀγχόνην ὑπομείνας, τρισμάκαρ Ἀριστείδη μάρτυς ἀήττητε.
φθης ἐν τῷ σκάμματι ἀριστεύς, ὄμβροις πορφυρώσας τοῖς σοῖς χθόνα τῶν Ἀθηνῶν, μάρτυς Ἀριστείδη, καὶ πίστιν τὴν ἁγίαν, ἐκράτυνας διόπερ, ὕμνοις σὲ μέλπομεν.
Χαίροις φιλοσόφων ἡ κορυφή, χαίροις, ἀθλοφόρων Ἀθηναίων ἡ καλλονή, χαίροις Ἀριστείδη, μαρτύρων κοσμιότης, καὶ πάντων σε τιμώντων, φύλαξ καὶ πρόμαχος.
Χαίροις Ἀριστείδη περικλεές, εὐσθενῶν μαρτύρων ἐγκαλλώπισμα ἱερόν, χαίροις, ὁ ἀγχόνῃ, αἰωρηθεὶς καὶ στέφος, λαβὼν παρὰ Κυρίου ἀϊδιότητος.
νθος τῆς Ἀτθίδος πανευθαλές, καὶ τῆς εὐσεβείας ῥόδον ὄντως ἠδυτερπές, βίον εὐωδία, ἡμῶν θερμῶν εὐχῶν σου, πρὸς Κτίστην Ἀριστείδη, μάρτυς καθήδυνον.
Δόξης ἀπολαύων ἐν οὐρανοῖς, μάρτυς Ἀριστείδη καταξίωσον καὶ ἡμᾶς, ταύτης ἀπολαύσαι, τοὺς σὲ ὑμνολογοῦντας, ὡς ἀθλητὴν Κυρίου πίστεως ἄριστον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..

Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τῷ Χριστῷ προσηνέχθης θυσία ἄμωμος, καὶ ὁλοκάρπωμα θεῖον αἰωρηθεὶς ἀπηνῶς, ἐν ἀγχόνῃ Ἀριστείδη γενναιότατε, γόνε κλεινὲ τῶν Ἀθηνῶν, καὶ φιλόσοφε σεπτέ, ὁ χάριν λαβὼν ἀφθόνως, ὑπὲρ ἡμῶν ἱκετεύειν, τὸν πανευΐλατον Θεάνθρωπον.
Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
Ἀπόλυσις….
μεθ᾿ ἣν ψάλλομεν τὸ ἑξῆς. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Γόνε, Ἀθηνῶν πανευκλεές, ἀπολογητὰ χριστωνύμων τῆς εὐσεβείας στεῤῥέ, καὶ μαρτύρων πρώταθλε, Χριστὸν ἱλέωσαι, Ἀριστείδη πανάριστε, ἡμῖν καταπέμψαι, τοῖς ἀνευφημοῦσί σε, ἄμφω ὑγίειαν, ῥῶσιν ψυχικὴν καὶ ἀνδρείαν, πτερνιστῆν καλῶς θριαμβεῦσαι, γένους τῶν βροτῶν τὸν πολυμήχανον.
Δέσποινα πρόσδεξαι…
Τὴν πᾶσαν ἐλπίδα μου…

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου