Παράκλησις ἁγ.
ΚΑΛΛΙΝΙΚΟΥ Τσερνίκας Ρουμανίας.
Ποίημα Ἀντωνίου Μάρκου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ’. Τῆ Θεοτόκῳ
ἐκτενῶς.
Τοῦ Ἱεράρχου ταῖς
ἱκεσίαις, Οἰκτῆρμον,* τοῦ ἐν Τσερνίκᾳ θαυματουργοῦ Καλλινίκου,* σύν Γεωργίου
Γέροντος καί Ποιμένος ὁμοῦ,* πέμψον
τά ἐλέη Σου ἐπί
λαόν ἀσεβοῦντα* καί παραπικραίνοντα,* Σέ τόν
τῶν ὅλων Δεσπότην.* Αὐτούς προσάγωμεν
γάρ ὡς πρεσβευτάς,* ὡς κεκτημένους*
τήν χάριν Σου, Κύριε.
Δόξα… Ἀπολυτίκιον τοῦ Ἁγίου.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τόν
Ῥουμανίας φωστῆρα καί
Τσερνίκας τό καύχημα*
καί τῶν Ὀρθοδόξων
προστάτην,* θεοφόρον Καλλίνικον,* τιμήσωμεν ἐν
ὕμνοις οἱ πιστοί,*
αὐτός γάρ τῆς
Τριάδος ἐραστής,* ἀναδείχθη ἀγῶσι
πνευματικοῖς,* διό ἀξίως
ἐκομίσατο τά βραβεῖα.* Δόξα, οὗν, ἐκβοήσωμεν αὐτῷ,* δόξα
τῷ ἀναδείξαντι,* δόξα τῷ
ἐν Ἁγίοις θαυμαστῷ,* Χριστῷ τῷ
Θεῷ ἡμῶν.
Καί νῦν… Θεοτοκίον (Παναγίας
τοῦ Νεάμτς).
Ἦχος δ’. Ὁ
ὑψωθείς ἐν τῶ
Σταυρῶ.
Τῇ Θεοτόκῳ ὡς
μητρί ἐκβοῶμεν,* οἱ τυραννούμενοι
ἐχθροῦ δυναστείᾳ,* τῇ θεϊκῇ Σου
σκέπασον ἀγάπῃ ἡμᾶς.* Σπεῦσον, Κόρη, ῥύσασθαι* τῶν
τοῦ Βελίαρ παγίδων*
καί τῆς καταθλίψεως*
καί τῆς δαιμόνων μανίας.* Σοῦ
γάρ ὑπάρχει ἡ Εἰκών
ἡ τοῦ Νεάμτς,* ἡμῶν προστάτις,* σκέπη τε καί
ἀντίληψις.
Ὁ Ν´
Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ψάλλομεν τόν
παρόντα Κανόνα οὗ ἡ
ἀκροστιχίς, «ΚΑΛΛΙΝΙΚΟΝ ΤΣΕΡΝΙΚΑΣ ΥΜΝΩ. ΑΝΤΩΝΙΟΣ».
Ὠδή α’. Ἦχος πλ. δ’. Ὁ
Εἱρμός. Ὑγράν διοδεύσας.
Καλλίνικον Τσερνίκας θαυματουργόν,* ὑμνήσωμεν πάντες,* αὐτῷ
προσπίπτοντες οἱ πιστοί,* αἰτούμενοι θείας
βοηθείας* παρά Κυρίου, αὐτοῦ
ταῖς δεήσεσι.
Ἄνεσιν καί ὑγείαν
δίδου ἡμῖν,* Καλλίνικε μάκαρ,* Ὀρθοδόξων ὁ βοηθός,* τῇ
γάρ ἐν Τσερνίκᾳ
Μονῇ Σου,* πάντες προσφεύγωμεν
ἐν περιστάσεσι.
Λύτρωσιν
δώρησαι τῶν ψυχῶν,* ἅμα καί
σωμάτων,* ὁ Ῥουμανίας γόνος
λαμπρός* καί Μονῆς
Τσερνίκας ὁ προστάτης*
καί τῶν δαιμόνων
διῶκτα Καλλίνικε.
Θεοτοκίον.
Λύτρωσαι, Κόρη τῶν Οὐρανῶν,* λιταῖς Ἱεράρχου* καί
εὐσπλάχνως ἰδέ ἡμᾶς,* τούς κατακλυσμῷ
τῆς ἁμαρτίας,* παρασυρθέντας
εἰς βάθη κολάσεως.
Ὠδή γ’. Ὁ Εἱρμός. Οὐρανίας ἀψίδος.
Ἰδεῖν τοῦ Πνεύματος, Πάτερ,* οὐρανοφάντωρ Καλλίνικε,* ἐφ’ ἡμᾶς ἐξ
οὐρανῶν εὐλογίαν* καί
τήν στερέωσιν,* ἐν τῇ
ἀγάπῃ Χριστοῦ,* ὑπέρ ἡμῶν
τοῦ παθόντος,* Σαῖς θερμαῖς
δεήσεσι,* θεῖοις τε
ἐντεύξεσι.
Νεύσει θείου
ἐλέους* καθικετεύομεν,
Ἅγιε,* πᾶσι αὐγασθῆναι
τοῖς πόθῳ* πρός
Σέ προσφεύγουσι,* ἐν τῇ
Τσερνίκας Μονῇ* καί
τῇ σεπτῇ Σου
Εἰκόνι,* τοῦ λαβεῖν τήν
ἴασιν,* ταῖς Σαῖς
δεήσεσι.
Ἴδε, Πάτερ, τούς
πόθῳ* ὑπό τήν
σκέπην Σου σπεύδοντας*
καί γονυκλινῶς αἰτουμένους*
τήν Σήν ἀντίληψιν,* μή ἐπιλάθου, φωστήρ* τῆς Ῥουμανίας, Σῶν
τέκνων* καί τῶν
ὁμοχώρων Σου,* κλεινέ Καλλίνικε.
Θεοτοκίον.
Κηρύττομεν, Παρθένε,* τά Σά
θαυμάσια ψάλλοντες,* χαῖρε τῶν
παρθένων ἡ δόξα,* ἡμῶν
τό στήριγμα.* Τῇ ἱκεσίᾳ, Σεμνῆ,* σεπτοῦ Πατρός Καλλινίκου,*
πάντας περιφρούρησον,* ὦ Νεαμίτισσα.
Διάσωσον*
ταῖς Ἱεράρχου πρεσβείαις Παντελεήμων,* ὅτι πάντες
κατόπιν Σοῦ αὐτῷ
καταφεύγομεν,* ὡς ἔχοντι τήν
πρός Σέ παρρησίαν.
Ἐπίβλεψον*
ἐπικαμπτόμενος Θεοτόκου* καί
τοῦ Ἁγίου ταῖς
λιταῖς Οἰκτῆρμον,* ἐφ’ ἡμᾶς τούς
ἀσθενεῖς* καί λύτρωσαι
τόν λαόν Σου.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β’. Τά ἄνω ζητῶν.
Τοῦ
Ἱεράρχου τῇ πρεσβείᾳ
νῦν προσπίπτωμεν,* οἱ ἐν
πόνοις ψυχῆς* καί
θλίψεσι ὑπάρχοντες* καί
δι’ αὐτοῦ αἰτούμεθα* τό
τοῦ Κυρίου ἄμετρον ἔλεος*
καί τήν ταχεῖαν
Τούτου συνδρομήν* καί
τήν βεβαίαν Αὐτοῦ
ἀντίληψιν.
Ὠδή δ’. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
Καλνταρουσάνι προστάτην* καί
Βλαχίας γόνον τόν
ἐνδοξώτατον,* ἀνυμνήσωμεν
θεόφρονες,* τόν οὐρανοβάμονα Καλλίνικον.
Ὁμολογοῦμεν Κυρίου*
δοῦλον σεπτόν τόν Καλλίνικον,*
τῇ Εἰκόνι του
προσπίπτοντες,* τῇ θαυματουργῷ
κατασπαζόμενοι.
Ναῷ καί θήκῃ
τιμίᾳ* τῶν Σῶν
λειψάνων προσφεύγοντας,* τῇ δυνάμει
τῇ τοῦ Πνεύματος,* ῥῦσαι ἐνεργειῶν
τῶν τοῦ ἀλάστορος.
Θεοτοκίον.
Τῇ προνοίᾳ Σου, Κόρη,* τῇ μητρικῇ νῦν προσπίπτομεν,* τήν βεβαίαν
Σου αἰτούμενοι* καί
ἀναγκαῖαν πᾶσιν ἡμῖν ἀντίληψιν.
Ὠδή ε’. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.
Σπεῦσον
πρός ἡμᾶς* τοῖς
προσπίπτουσι Σῇ χάριτι*
καί ἐπόμβρισον ἡμῖν
τόν ἱλασμόν,* τοῖς ἱκέταις
Σου,* Καλλίνικε θεόληπτε.
Ἔλεος Θεοῦ* ταῖς εὐχαῖς
Σου ἡμῖν δώρησαι,* τοῦ
Βελίαρ καταργῶν τάς
προσβολάς,* ὡς τοῦ Κυρίου
ἀρχιθύτης,* Πάτερ Ἅγιε.
Ῥῦσαι
πειρασμῶν* καί κινδύνων
ταῖς πρεσβείαις Σου,* τούς
προστρέχοντας Σῇ σκέπῃ
καί ναῷ,* ἐν ὅ
κεῖνται τά Σά
Λείψανα, Καλλίνικε.
Θεοτοκίον.
Νόσων
χαλεπῶν* καί παθῶν
ἴασαι τραύματα,* ἐπικαμπτόμενη
Καλλινίκου ταῖς λιταῖς,* τῷ
Υἱῷ Σου δέ
μεσίτευσον, Πανύμνητε.
Ὠδή στ’. Ὁ Εἱρμός. Τήν
δέησιν.
Ἰάτρευσον* τῆς
ψυχῆς τά τραύματα,* ὁ
Ῥιμνικίου σεμνός Ἀρχιθύτης,* καί
μοναστῶν ὁ ἱλαρός
ποδηγέτης,* τῶν ἐν
Βλαχίᾳ, ἡμῶν δέ τό
καύχημα,* ἐπί Σύ, Πάτερ ἀγαθέ,* τά
νῦν προσπίπτομεν,* θεῖε Καλλίνικε.
Κατάργησον*
πᾶσαν λῦμιν ἀφ’ ἡμῶν,* τοῦ Κυρίου
σεπτέ Ἱεράρχα,* ὡς εἰληφός
πλουσίαν τήν χάριν,* τοῦ
θεραπεύειν τά πάθη
καί τραύματα* καί
τάς ὀδύνας τῆς
σαρκός* καί τῆς
ψυχῆς τήν σκοτόμαιναν, Ἔνδοξε.
Ἆρον τόν κλοιόν*
πειρασμῶν, Πάτερ Καλλίνικε,*
Σαῖς ἐμπύροις πρός
τόν Κύριον λιταῖς,* θαυματουργεῖν γάρ
ἐκομίσω τήν χάριν*
καί δωρεάν τήν
τοῦ Πνεύματος, Ὅσιε.* Διό ὡς
προστάτης ἀληθῶς* τῆς
Ῥουμανίας ἁπάσης τεμίμησαι.
Θεοτοκίον.
Σωθῆναι* Σῇ μεσιτείᾳ, Παρθένε,* ἐπιζητοῦμεν
οἱ δούλοι Σου
κράζοντες,* Αὐτόν δυσώπει Σοῦ
δεόμεθα, Κόρη,* τοῦ ἐλεῆσαι ἡμᾶς
τούς προστρέχοντας,* ὑπό τήν
σκέπην τήν σεπτήν*
Σοῦ τῆς Μητρός
Του, Μαρία Θεόνυμφε.
Διάσωσον* ταῖς
Ἱεράρχου πρεσβείαις Παντελεήμων,*
ὅτι πάντες κατόπιν
Σοῦ αὐτῷ καταφεύγομεν,* ὡς ἔχοντι
τήν πρός Σέ
παρρησίαν.
Ἐπίβλεψον* ἐπικαμπτόμενος Θεοτόκου*
καί τοῦ Ἁγίου
ταῖς λιταῖς Οἰκτῆρμον,* ἐφ’ ἡμᾶς τούς
ἀσθενεῖς* καί λύτρωσαι
τόν λαόν Σου.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β’. Προστασία
τῶν Χριστιανῶν.
Μεσιτείᾳ
τῆς Μητρός Σου, Πολυέλεε,* ἱκεσίαις Καλλινίκου
καί δεήσεσι,* τῷ Σῷ
λαῶ ἐπίβλεψον καί
σῶσον ἡμᾶς.* Ἡμάρτομέν Σοι, Ἀγαθέ,* καί παροργίζομεν
ἀεί,* τήν Σήν ἀγαθότητα.* Δέχου τήν
μεσιτείαν* τῆς ἀχράντου
Μητρός Σου,* ἐπικαμπτόμενος, Σωτήρ,*
Αὐτῆς ταῖς δεήσεσι.
Καί εὐθύς τό Προκείμενον.
Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει καί
ὡσεί κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος: Πεφυτευμένοι ἐν
τῷ οἴκῳ Κυρίου, ἐν
αὐλαῖς τοῦ Θεοῦ
ἡμῶν ἐξανθήσουσιν.
Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει καί
ὡσεί κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὁ
Ἱερεύς:
Ἐκ τοῦ
κατά Ἰωάννην ἁγίου
Εὐαγγελίου…
Ὁ χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι.
Εἶπεν ὁ Κύριος
τοῖς ἑαυτοῦ μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα
ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ
κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν
μεμίσηκεν. Εἰ ἐκ τοῦ
κόσμου ἦτε, ὁ κόσμος
ἄν τό ἴδιον
ἐφίλει. Ὅτι δέ ἐκ
τοῦ κόσμου οὐκ
ἐστέ, ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς
ἐκ τοῦ κόσμου, διά
τοῦτο μισεῖ ὑμᾶς
ὁ κόσμος. Μνημονεύεται τοῦ
λόγου, οὗ ἐγώ εἶπον
ὑμῖν. Οὐκ ἔστι δοῦλος
μείζων τοῦ κυρίου
αὐτοῦ. Εἰ ἐμέ ἐδίωξαν,
καί ὑμᾶς διώξωσιν. Εἰ
τόν λόγον μου
ἐτήρησαν, καί τόν ὑμέτερον
τηρήσουσιν. Ἀλλά ταῦτα πάντα
ποιήσουσιν ὑμῖν διά
τό ὄνομά μου, ὅτι
οὐκ οἴδασι τόν πέμψαντά με. Εἰ
μή ἦλθον καί
ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ
εἶχον. Νῦν δέ πρόφασιν
οὐκ ἔχουσι περί
τῆς ἁμαρτίας αὐτῶν. Ὁ
ἐμέ μισῶν καί
τόν Πατέρα μου
μισεῖ. Εἰ τά ἔργα
μή ἐποίησα αὐτοῖς, ἅ
οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον. Νῦν
δέ καί ἑωράκασι
καί μεμισήκασι καί
ἐμέ καί τόν
Πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῇ
ὁ λόγος ὁ
γεγραμμένος ἐν τῷ
νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν
με δωρεάν. Ὅταν δέ
ἔλθη ὁ Παράκλητος, ὅν ἐγώ
πέμψω ὑμῖν παρά
τοῦ Πατρός, τό Πνεῦμα
τῆς ἀληθείας, ὅ παρά
τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει
περί ἐμοῦ. Καί
ὑμεῖς δέ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς
μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα
ὑμῖν, ἵνα μή σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν
ὑμᾶς, ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας
ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν
τῶ Θεῶ. (ιε’ 17 – 27 καί
ιστ’ 1 - 2).
Εἶτα ψάλλομεν. Ἦχος β’.
Δόξα.Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις,……
Καί νῦν.Ταῖς τῆς Θεοτόκου
πρεσβείαις,……
Στίχ.Ἐλέησόν
με ὁ Θεός……
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Δεῦτε τόν Καλίνικον,* τόν τῆς
Τσερνίκας, ἐν ὕμνοις*
καί ὡδαῖς τιμήσωμεν,* οἱ αὐτῷ προσπίπτοντες* μετά
πίστεως.* Τῷ Θεῷ
οὗτος γάρ,* ὑπέρ λαοῦ
ἅπαντος,* μετά ζέσεως προσδέεται,* ἐπικαλούμενος* ἐφ’ ἡμᾶς
Κυρίου τό ἔλεος*
καί Τούτου τήν
σωτήριον* ἐπί τοῖς
δεομένοις βοήθειαν.* Χαῖρε βοῶντες,* δοχεῖον τοῦ
Κυρίου ἐκλεκτόν* καί
τῆς Αὐτοῦ παρατάξεως*
στρατιῶτα τίμιε.
Ὑπό τοῦ Ἱερέως
ἡ λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ χορός:
Ἀμήν.
Ὠδή ζ’. Ὁ Εἱρμός. Οἱ ἐκ
τῆς Ἰουδαίας.
Ὑμνοῦμεν τῆς
Τσερνίκας* τόν θεῖον ἀρχιθύτην*
καί Ῥουμανίας τά
νῦν,* τόν ἄμισθον προστάτην,* προχέοντα τοῖς
πᾶσι* ἰάματα τοῖς
ψάλλουσι.* Ὁ τῶν Πατέρων ἡμῶν* Θεός
εὐλογητός εἶ.
Μνήμην τοῦ Καλλινίκου,* τοῦ Ῥουμανίας
γόνου* καί Ἐκκλησίας Πατρός,* Ὀρθόδοξοι τιμῶμεν,* αὐτός γάρ
ἰαμάτων,* παρά Κυρίου τήν
χάριν ἔλαβεν.* Ὁ τῶν
Πατέρων ἡμῶν* Θεός εὐλογητός
εἶ.
Θεοτοκίον.
Ναός Σου,
Θεοτόκε,* καί ἡ ἐν Ῥουμανίᾳ* τοῦ
Νεάμτς Μονή,* ἄμισθον
ἰατρεῖον* πέλει νοσημάτων,* διό εὐγνωμόνως
καί ψάλλομεν.* Ὁ τῶν
Πατέρων ἡμῶν Θεός
εὐλογητός εἶ.
Ὠδή η’. Ὁ Εἱρμός. Τόν Βασιλέα
τῶν οὐρανῶν.
Ὡς
Ἱεράρχην* τῆς Ἐκκλησίας τιμῶμεν*
καί ὡς Πατέρα
τῆς Ῥουμανίας προφρόνως* καί
ὡς Τσερνίκας,* Καλλίνικε,
τόν προστάτην.
Ἄνοιξον, Πάτερ,* τῆς
εὐσπλαχνίας τήν πύλην*
τήν τοῦ Κυρίου,* Καλλίνικε εὐχαῖς
Σου,* ἐπί τοῖς δούλοις
Αὐτοῦ* καί τοῖς
ἱκέταις.
Νικῆσαι
ὅλως* τάς προσβολάς
τοῦ Βελίαρ,* τύχοιμεν πάντες*
πρεσβείαις Καλλινίκου,* τοῦ ἐκ
Βλαχίας* τῷ κόσμῳ ὁρμηθέντος.
Θεοτοκίον.
Τιμᾶσθαι πρέπον*
Σόν τόκον Θεοτόκε,* τόν
ἀπαλλάξαντα ἀρᾶς τῶν
Προπατόρων* γένος ἀνθρώπων,* Χριστόν τόν
Ζωοδότην.
Ὠδή θ’. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.
Ὡς μέγας Ἱεράρχης*
καί ἐν Ὁσίοις
μέγας,* παρ’ Ὀρθοδόξων τιμᾶσθω
Καλλίνικος,* ὁ Ρουμανίας* Πατήρ
τε καί πρόμαχος.
Νικῆσαι τοῦ Βελίαρ,* πρεσβείαις Ἱεράρχου*
καί ἱκεσίαις Καλλινίκου
ἐλπίζομεν,* ὡς τοῦ Κυρίου*
θεράποντος γεγονότος.
Ἰδεῖν τῆς Βασιλείας* Κυρίου τῷ ἀπροσίτῳ,* ζωοποιῷ τε φωτί νῦν αἰτούμεθα,* ταῖς Καλλινίκου* ἐνθέρμοις δεήσεσι.
Ὅρμησον, Ἱεράρχα,* ψυχάς ἡμῶν εἰς ὅρμον* καί εἰς λιμένα ἀσφαλῆ καί σωτήριον,* ταῖς Σαῖς πρεσβείαις* πρός Κύριον, Ἅγιε.
Θεοτοκίον.
Σῶσον
ἡμᾶς, Παρθένε,* πρεσβείαις
Καλλινίκου* καί τόν
Υἱόν Σου εὐσυμπάθητον
ποίησον,* Σοί μεσιτείᾳ* πρός
Κύριον τόν Μέγαν.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαῖροις ὁ Βλαχίας
γόνος λαμπρός* καί
Μονῆς Τσερνίκας* πολιοῦχος
καί βοηθός* πάντων
Ὀρθοδόξων τῶν ἐπικαλουμένων,* τήν
Σήν θερμήν πρεσβείαν*
καί τήν ἀντίληψιν.
Καλλίνικε
Πάτερ ἡμῶν σεπτέ,* τούς
Σοί προσφυγόντας* σπεῦσον τοῦ σῶσαι τῶν
πονηροῦ* προσβολῶν ματαίων*
καί τείχισον εὐχαῖς
Σου,* πάντας τούς Ὀρθοδόξους,* Ῥουμάνους τε
Ἕλληνας.
Θαυμάτων
ποικίλων τόν αὐτουργόν,* σημείων, τεράτων* καί
ἰάσεων θαυμαστῶν* ποιητήν, τόν
θεῖον* Καλλίνικον τιμῶμεν,* αὐτοῦ τήν
θείαν χάριν* ἐπικαλούμενοι.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* Ἀποστόλων ἡ
δωδεκάς,* οἱ Ἅγιοι Πάντες*
μετά τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν*
εἰς τό σωθῆναι
ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἀπολυτίκιον
τοῦ Ἁγίου.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τόν
Ῥουμανίας φωστῆρα* καί
Τσερνίκας τό καύχημα*
καί τῶν Ὀρθοδόξων
προστάτην,* θεοφόρον Καλλίνικον,* τιμήσωμεν ἐν
ὕμνοις οἱ πιστοί*
αὐτός γάρ τῆς
Τριάδος ἐραστής,* ἀναδείχθη ἀγῶσι
πνευματικοῖς,* διό ἀξίως ἐκομίσατο
τά βραβεῖα.* Δόξα, οὗν,
ἐκβοήσωμεν αὐτῷ,* δόξα τῷ
ἀναδείξαντι,* δόξα τῷ ἐν Ἁγίοις θαυμαστῷ,* Χριστῷ τῷ
Θεῷ ἡμῶν.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ
ξύλου.
Δεῦτε τῆς Τσερνίκας
τόν σεπτόν* καί θαυματουργόν
Ἱεράρχην* πάντες τιμήσωμεν,*
τόν ἔνδοξον Καλλίνικον,* σύν Γεωργίῳ
ὁμοῦ* τῷ Ποιμένι καί εἴπωμεν*
αὐτοῖς μελωδοῦντες,* χαίρετε τρισόλβια*
δοχεῖα Πνεύματος,* Πατέρες, Ρουμανίας φωστῆρες* καί
ἡμῶν προστάται ἐν
ἀνάγκαις,* πάντων τε Ὀρθοδόξων οἱ
ἀμύντορες.
Τήν πᾶσαν ἐλπίδα
μου,* εἰς Σέ ἀνατίθημι,* Μῆτερ τοῦ
Θεοῦ,* φύλαξόν με ὑπό
τήν σκέπην Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου