Τρίτη 1 Νοεμβρίου 2016

Παράκλησις Παν. ΚΑΤΑΚΕΚΡΥΜΜΕΝΗΣ Ἄργους.



Παράκλησις Παν. ΚΑΤΑΚΕΚΡΥΜΜΕΝΗΣ Ἄργους.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.  
Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
ν τῇ Μονῇ τῆς Θεοτόκου ἀνέλθωμεν, τῆς Κατα-κεκρυμμένης καὶ ἐν πίστει προσπέσωμεν, τῇ σεβασμίᾳ καὶ σεπτῇ εἰκόνι αὐτῆς· ἐκ τῆς γῆς ἐφύη γὰρ ὡς μυρίπνοον ἄνθος καὶ Ἄργους περίβλεπτος σκέπη θεία κατέστη· καὶ ἐκλυτροῦται τοὺς ἐν πειρασμοῖς καὶ ἐν κινδύνοις καὶ νόσοις ὑπάρχοντας.
Δόξα.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Νύμφη Πάναγνε, Εὐλογημένη Θεοτόκε, Κατακεκρυμμένη, σκέπε λαὸν Ἀργολίδος, Πανάμωμε· τοὺς Σοὶ προστρέχοντας, Δέσποινα, λύτρωσαι, παθῶν παντοίων ψυχῆς τε καὶ σώματος· ὅπως ἅπαντες ὑμνοῦντες τὰ Σὰ θαυμάσια, δοξάζωμεν Χριστὸν τὸν Φιλάνθρωπον.

Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε..

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἄργους Ἐγκαλλώπισμα Κατακεκρυμμένη.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
ργους ἐγκαλλώπισμα παμφαές ὤφθης, Θεοτόκε, ἐπιβλέπουσα μητρικῶς καὶ ταῖς Σαῖς πρεσβείαις πρὸς τὸν Μονογενῆ Σου, ἐκ πάσης περιστάσεως προστατεύουσα.
ύεις τοὺς προστρέχοντας ἐπὶ Σοί, Κατακεκρυμμένη Ἀειπάρθενε Μαριάμ, ἐκ παντοίας νόσου καὶ πάσης ἀσθενείας, τῇ μητρικῇ πρεσβείᾳ Σου πρὸς τὸν Ὕψιστον.
Γεραρὰν κατέστησεν Σὴν Μονήν, ἡ Εἰκὼν ἡ θεία τῆς μορφῆς Σου, Μῆτερ Θεοῦ, ἡ ἐν τῷ σπηλαίῳ κατακεκρυμμένη, ὕστερον δὲ ὀφθεῖσα, χάριτας βρύουσα.
πλον ἀπροσμάχητον Μαριάμ, κέκτηνται Ἀργεῖοι τὴν εἰκόνα Σου τὴν σεπτήν, ἥν περιπτυσσόμενοι ῥύονται κινδύνων, τῇ Σῇ συμμαχίᾳ, Μῆτερ τοῦ Ἄνακτος.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
πὲρ πόλεως Ἄργους τῷ Σῷ Υἱῷ πρέσβευε καὶ ὑπὲρ τῶν πίστει ὑμνούντων Σε θείοις ᾄσμασι, σώζεσθαι ἅπαντας, ἐκ πάσης νόσου καὶ βλάβης, ψυχῆς τε καὶ σώματος, Θεογεννήτρια.
Σωτηρίαν παράσχου τοῖς εὐλαβῶς, Δέσποινα, τῇ Σῇ θαυμασίᾳ Εἰκόνι, πόθῳ προστρέχουσι καὶ διαφύλαξον ἡμᾶς, Κατακεκρυμμένη, πάσης ἐπιθέσεως τοῦ παναλάστορος.
λυτρώσω, Παρθένε, τῇ πρὸς Θεὸν μεσιτείᾳ Σου, παῖδας τῶν Ἀργείων ἐκ πείνης, Μῆτερ φιλόστοργε, ὡς μελανείμων γάρ, σεμνοπρεπῶς φαινομένη, τούτους περιέσκεπες, τροφῆς ἐμπλήσασα.
Γόνυ κλίνομεν πάντες τῇ Σῇ μορφῇ, Ἄχραντε, Κατακεκρυμμένη Παρθένε, καθικετεύοντες· σκέπε, Θεόνυμφε, πόλιν τοῦ Ἄργους καὶ ῥῦσαι τοὺς Σὲ μακαρίζοντας, πάσης κακώσεως
Περίβλεπτον Ἄργους ἐγκαλλώπισμα Κατα-κεκρυμμένη, μὴ διαλείπῃς πρεσβεύειν πρὸς Κύριον, Δέσποινα, ὑπὲρ ἡμῶν τῶν τιμώντων Σε ὕμνοις.
Προσπίπτομεν, Θεογεννῆτορ Ἁγνὴ Κατακεκρυμμένη, τῇ Σῇ Εἰκόνι ἐν πίστει οἱ δοῦλοί Σου κράζοντες· σῶσον ἡμᾶς, μητρικαῖς Σου πρεσβείαις.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα.Ἦχος β΄.
ργείων φρουρὸς καὶ πύργος καὶ ὀχύρωμα καὶ πρέσβυς θερμὸς πρὸς Κύριον, Δέσποινα, Σὺ ὑπάρχεις, Ἄχραντε, διὸ πίστει κράζομεν· τάχυνον παντὸς κινδύνου σώζουσα ἡμᾶς, Κατακεκρυμμένη, τοὺς Σὲ ἀνυμνοῦντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κεκρυμμένην Εἰκόνα Σου, φανερεῖς ἐν θαύματι, Δέσποινα, ἐν νυκτὶ γὰρ διαλάμπουσα, τοὺς πιστοὺς ἐκάλει πρὸς προσκύνησιν.
στραπὴ ὡς ἐπέπεσεν, τοῦ κινδύνου θείαις πρεσβείαις Σου, τὸ Σὸν ποίμνιον διέσωσας, στρέψασα τὸ πῦρ ἐπὶ τὸν Οἶκόν Σου.
Λυτρωθέντες τῷ Οἴκῳ Σου, ὡς Ἀργεῖοι ἦλθον ὑμνῆσαί Σε, ὑπεράνω γῆς ἑωράκασι, τὴν σεπτὴν Εἰκόνα Σου, Πανθαύμαστε.
Λύεις θείᾳ δυνάμει Σου, τοὺς ἐν πέδαις ὄντας τοῦ δαίμονος, τῶν Ἀγγέλων οὖσα Ἄνασσα, Κατακεκρυμμένη Θεοδόξαστε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
φη θαυμαστῶς ἡ Εἰκών Σου, Θεονύμφευτε, ὥσπερ ἄνθος εὐωδέστατον ἐκ γῆς, θείῳ μύρῳ τὰς ψυχᾶς ἡμῶν εὐφραίνου.
Ποίμνης Σῆς Μονῆς, ὀχυρώσασα προστάτευσον, ὥσπερ τεῖχος ἀπροσμάχητον, Ἁγνή Θεομῆτορ, τῶν βελῶν τοῦ πολεμήτορος.
ασιν λαβεῖν τῇ Εἰκόνι Σου προστρέχουσι, ἀσθενεῖς καθικετεύοντες θερμῶς, Θεοτόκε, πάσης νόσου ἡμᾶς λύτρωσαι.
Σώζεις θαυμαστῶς, ἐκ δεινῆς κατολισθήσεως, συγκρατήσασα τὸν λίθον Σῇ χειρί, Θεοτόκε, Ἄργους ἔφορε περίβλεπτε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μητέρα τοῦ Θεοῦ γινώσκομεν καὶ τοῦ Ἄργους ἐγκαλλώπισμα θεῖον, τὴν γὰρ Εἰκόνα Σου τὴν σεβασμίαν, ἡ πόλις Ἄργους, Πανάχραντε, κέκτηται, ὡς θησαυρὸν πνευματικόν καὶ ὡς κόσμον πολύτιμον, Δέσποινα.
ργείων καταφυγὴ Σὺ ὑπάρχεις, Θεοτόκε Κατακεκρυμμένη, ἐν τῇ Μονῇ Σου γὰρ Δέσποινα πάντες, οἱ χειμαζόμενοι πίστει προστρέχουσι, καὶ ἐκβοῶσι εὐλαβῶς· ἐκ κινδύνων τὰ τέκνα Σου λύτρωσαι.
Κινδύνων καὶ πάσης ἄλλης ἀνάγκης, διασώζεις τοὺς ἐν πίστει βοῶντας· Μῆτερ Θεοῦ Κατακεκρυμμένη, χαίροις περίβλεπτον Ἄργους καλλώπισμα, χειμαζομένων ὁ λιμήν καὶ νοσούντων ταχεῖα ἀντίληψις.
ργείων ἡ ἀσφαλὴς προστασία καὶ πιστῶν ὁ ἀσάλευτος πύργος, χαῖρε Ἁγνὴ Κατακεκρυμμένη, τῶν εὐσεβῶν θάρσος τὸ ἀδιάπτωτον· φρούρει τὴν ποίμνην Σου ἀεί, ἐξ ἐχθρῶν ὁρατῶν ἀοράτων τε.

Περίβλεπτον Ἄργους ἐγκαλλώπισμα, Κατακεκρυμμένη, μὴ διαλείπῃς πρεσβεύειν πρὸς Κύριον Δέσποινα, ὑπὲρ ἡμῶν τῶν τιμώντων Σε ὕμνοις.
Προσπίπτομεν, Θεογεννῆτορ Ἁγνὴ Κατακεκρυμμένη, τῇ Σῇ Εἰκόνι ἐν πίστει οἱ δοῦλοί Σου κράζοντες· σῶσον ἡμᾶς μητρικαῖς Σου πρεσβείαις.

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστατεύουσα τοὺς εὐλαβῶς προσκυνοῦντάς Σε, Κατακεκεκρυμμένη Θεοτόκε περίβλεπτε, Ἄργους στέφος, θεοπρεπὲς θησαύρισμα ἡμῶν, πρὸς Σὲ κράζομεν ἐν ᾄσμασι, τὴν σεπτὴν Εἰκόνα Σου, εὐλαβῶς ἀσπαζόμενοι· χαῖρε Ἀργείων κλέος καὶ ὄρος ἡγιασμένον, δι’ οὗ ἀνάγονται πιστοί, ἐκ τῆς γῆς πρὸς τὰ οὐράνια.

Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου…
Στίχος. Ἄκουσον Θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου…
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. α΄ 39-49, 56):
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ
Δόξα: Πάτερ, Λόγε, Πνεῦμα, Τριάς    ἐν  μονάδι, ἐξάλειψον τὰ πλήθη  τῶν  ἐμῶν  ἐγκλημάτων.
Καὶ νῦν: Κατακεκρυμμένης Μητρός Σου ἱκεσίαις, ἐξάλειψον τὰ πλήθη  τῶν  ἐμῶν  ἐγκλημάτων.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλέησόν με ὁ Θεός…
Τῇ σεπτῇ Εἰκόνι Σου, Ἁγνὴ Κατακεκρυμμένη, εὐλαβῶς προσπίπτομεν καὶ κατασπαζόμεθα ἀνακράζοντες· Ἄργους θησαύρισμα, δοχεῖον ἔμπλεον τῶν χαρίτων τῶν τοῦ Πνεύματος, σκεῦος μυρίπνοον, θεόδεκτον εὐῶδες θυμίαμα, ἴαμα ἱερώτατον, νοσούντων τῇ ψυχῇ καὶ τῷ σώματι· τοὺς Σὲ προσκυνοῦντας, ἁγίασον ὡς Μήτηρ τοῦ Θεοῦ καὶ τὰ αἰτήματα πλήρωσον, τῶν ἀσπαζομένων Σε.
Τῇ Σῇ Εἰκόνι τῇ σεπτῇ, Κατακεκρυμμένη, ἐν πίστει προσπίπτομεν, Ἁγνὴ Παρθένε Θεοτόκε, καὶ αἰτούμεθα λύσιν τῶν πταισμάτων, Πανάχραντε, ταῖς πρὸς τὸν Κύριον πρεσβείαις Σου.
Τὴν ἐν σπηλαίῳ Σὴν Εἰκόνα, διὰ φωτὸς ὑπερκοσμίου ὑπέδεικας, Κατακεκρυμμένη Μαρία, καὶ μυρίπνοον αὕτη, τοῦ Ἁγίου Πνεύματος δοχεῖον, ἐξ οὗ ἀντλοῦμεν Χάριν οἱ πιστοί, κατέστη ἁγιώτατον, Ἁγνή.
Ὑπό  τοῦ  Ἱερέως    λιτανευτική  ἱκεσία:
       Σῶσον    Θεός  τόν  λαόν  Σου……. 
       λέει  καί  οἰκτιρμοῖς……. 
  χορός: μήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν Κατακεκρυμμένην εἰκόναν Σου, Παρθένε, φανερωθεῖσαν ἡμῖν, ἐν πίστει προσκυνοῦμεν καὶ εὐλαβῶς τιμῶμεν, πλεῖστας χάριτας βρύει γάρ, τοῖς ἀγαπῶσι θερμῶς, τὸν Πλάστην καὶ Υἱόν Σου.
ργείων χαῖρε στέφος, Κατακεκρυμμένη, Μῆτερ τοῦ Ἄνακτος, Κυρία τῶν Ἀγγέλων, δόξα Ἐκκλησίας, τῶν πιστῶν θεῖος ἔπαινος· τοὺς προσκυνοῦντας Ἁγνή, τὴν Σὴν Εἰκόνα σῶσον.
Κηρύττω κατὰ χρέος, Κατακεκρυμμένη, τὰ Σὰ θαυμάσια, ἰάσεις γὰρ παρέχεις τοῖς ἐν ἀσθενείαις, ὡς Μητρόθεος Δέσποινα, τὴν Σὴν Εἰκόνα τιμῶν, δοξάζω τὸν Υἱόν Σου.
λεεῖς τοὺς τιμῶντας τὴν Εἰκόνα Σου πίστει, Θεογεννήτρια, Κατακεκρυμμένη, πρεσβεύουσα ἀπαύστως, τῷ Υἱῷ Σου καὶ Ἄνακτι, ὑπὲρ ὑγείας ψυχῶν καὶ ῥώσεως σωμάτων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Καταφυγόντες τῇ Σῇ Μονῇ, Θεοτόκε, οἱ Ἀργεῖοι ἐφεῦρόν Σε λιμένα, ἐκ τῆς καταιγίδος τῶν συμφορῶν τοῦ βίου.
έεις ἀφθόνως μῦρα εὐώδη, Παρθένε, τοῖς πιστῶς Σὴν Εἰκόνα προσκυνοῦσι, Κατακεκρυμμένη, Μῆτερ τοῦ ἐλέους.
πὲρ Σῆς ποίμνης, μὴ διαλείπῃς πρεσβεύειν Παναγία Κατακεκρυμμένη, γέγονας γὰρ Μήτηρ Ἀμνοῦ τε καὶ Ποιμένος.
Μήτηρ Ἀργείων, λίαν φιλόστοργος ὄντως, Σὺ ὑπάρχεις Κατακεκρυμμένη, σκέπεις γὰρ Σὰ τέκνα, ὡς ὄρνις τὰ νοσσία.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μονήν Σου τὴν ἁγίαν, Κατακεκρυμμένη, φύλαττε ἄτρωτον πάντοτε, Δέσποινα, ἐκ τῶν βελῶν τῆς κακίας τοῦ πολεμήτορος.
Εἰκών Σου ἡ Ἁγία, Κατακεκρυμμένη, ποιεῖ θαυμάσια χέουσα νάματα καὶ θεραπεύουσα νόσους, ψυχῆς καὶ σώματος.
Ναός Σου Θεοτόκε, Μῆτερ τοῦ Ἡλίου, φωτὸς πληροῖ τὰς ψυχὰς τῶν τιμώντων Σε καὶ πόλιν Ἄργους αὐγάζει, ὡς ἄστρον ἄδυτον.
πόλις τῶν Ἀργείων ἄνω θεωροῦσα, ὁρᾷ Παρθένε Μονήν Σου ὡς στέφανον, καύχημα δόξης ὁμοῦ τε καὶ καταφύγιον.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.
Θαυμάτων ἀστείρευτος ὡς πηγή, Κατακεκρυμμένη, ἡ Εἰκών Σου ἡ ἱερά, θεραπεύει νόσους τῶν ἐν εὐλαβείᾳ καὶ πίστει προσκυνούντων Σε, Θεονύμφευτε.
χει πόλις Ἄργους τὴν Σὴν μορφήν, Κατακεκρυμμένη Θεοτόκε, ὡς θησαυρόν καὶ τιμᾷ ἐν ὕμνοις τὸν πλοῦτον τῶν θαυμάτων, τῶν τελουμένων πᾶσι τοῖς προσκυνοῦσί Σε.
Ναός Σου, Δέσποινα, ὁ σεπτός, τοῖς πιστοὶς ὑπάρχει καταφύγιον ἀσφαλές, ἐν παντοίᾳ βλάβῃ, ἀνάγκῃ καὶ κινδύνῳ καὶ Ἄργους πύργος ἄσειστος καὶ περίβλεπτος.
Τοὺς ἐν εὐλαβείᾳ τῷ Σῷ Ναῷ, Κατακεκρυμμένη Θεοδόξαστε Μαριάμ, ταπεινῶς ὑμνοῦντας Σε καὶ διακονοῦντας, ἐμπιπλᾷς χαρίτων, Θεοχαρίτωτε.
Οὐρανίων ἔμπλησον δωρεῶν, Ἄχραντε Παρθένε, τοὺς τιμῶντας τὴν Σὴν μορφήν, τὴν ἐν τῷ σπηλαίῳ κατακεκρυμμένην καί ὕστερον φανεῖσαν, τὴν χαριτόβρυτον.
Κάθαρον Σοὺς δούλους, Μῆτερ Θεοῦ, πάσης ἁμαρτίας, τῇ πρεσβείᾳ Σου τῇ θερμῇ, πρὸς τὸν Ἐλεήμονα Κτίστην καὶ Υἱόν Σου, ποιῶν ἡμᾶς ἀξίους ναοὺς θεότητος.
χει πόλις Ἄργους τὴν Σὴν μορφήν, στέφος, δόξα, κλέος καὶ θησαύρισμα ἱερόν, Κατακεκρυμμένη Θεοῦ Μῆτερ Ἁγία, ἀνάκτορον πανάγιον τοῦ Παντάνακτος.
Δεῦτε Ἀργολίδος οἱ οἰκισταί, ἐν χαρᾷ καὶ δέει τῇ Παρθένῳ προσπέσωμεν, ἀγγέλοντες τὴν χάριν τῆς Κατακεκρυμμένης καὶ τὴν πολλὴν πρὸς πάντας Αὐτῆς ἀντίληψιν.
      Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..

Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Νύμφη Πάναγνε, Εὐλογημένη Θεοτόκε, Κατα-κεκρυμμένη, σκέπε λαὸν Ἀργολίδος, Πανάμωμε· τοὺς Σοὶ προστρέχοντας, Δέσποινα, λύτρωσαι, παθῶν παντοίων ψυχῆς τε καὶ σώματος· ὅπως ἅπαντες ὑμνοῦντες τὰ Σὰ θαυμάσια, δοξάζωμεν Χριστὸν τὸν Φιλάνθρωπον.

Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Πρ δ το διεχν·
Ἦχος β΄. Ὅτε, ἐκ τοῦ ξύλου.
Τοὺς τήν Σὴν Εἰκόνα τὴν σεπτήν, Κατακεκρυμμένη Παρθένε, τὴν χαριτόβρυτον, προσκυνοῦντας φύλαξον παντὸς ἀτρώτους κακοῦ καὶ ἁγίασον, Δέσποινα, τοὺς ἐν τῇ Μονῇ Σου, τὸν Θεὸν λατρεύοντας καὶ Σὲ τιμῶντας, Ἁγνή· πόλιν δὲ τοῦ Ἄργους, Μαρία, ἥν καὶ ἱερῶς καλλωπίζεις, ὡς μήτηρ φιλόστοργος προστάτευσον.
Δέσποινα πρόσδεξαι τάς  δεήσεις  τῶν δούλων  Σου  καί  λύτρωσαι ἡμᾶς, ἀπό  πάσης  ἀνάγκης  καί  θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς  Σέ  ἀνατήθημι, Μήτερ  τοῦ  Θεοῦ, φύλαξόν  με  ὑπό  τήν  σκέπην  Σου.

  Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου