Δευτέρα 29 Ιουνίου 2015

Παράκλησις ΠΑΝ. ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ Ἱ. Μ. Προφ. Ἠλιοῦ Παρνασσίδος



Παράκλησις ΠΑΝ. ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ Ἱ. Μ. Προφ. Ἠλιοῦ Παρνασσίδος
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Τροπάριον.
Ἦχος δ΄. Ὁ υψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Παναχράντου τῇ πανσέπτῳ Εἰκόνι, οἱ συνεχόμενοι δεινοῖς τε καὶ πόνοις, ἐν στεναγμοῖς καὶ δάκρυσι κραυγάζοντες πιστῶς, πρόφθασον, βοήθησον, Φοβερὰ Προστασία, ἀρωγὸς καὶ στήριγμα τῶν εἰς Σὲ προστρεχόντων, τὸ ἔλεός Σου δεῖξον ἐφ᾿ ἡμᾶς, τοὺς ἐκ καρδίας, πιστῶς μεγαλύνοντας.
Δόξα. Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
ἔνσαρκος Ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ Ψαλμὸς
λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν τὸν Κανόνα.
ᾨδὴ α´. Ὁ Εἱρμός. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
ς θείων θησαύρισμα δωρεῶν, ἀσπαζόμεθα πάντες τῆς Εἰκόνος Σου τὴν μορφήν, Φοβερὰ ἡμῶν Προστασία, ἡμῖν τὴν θείαν Σου δρόσον ἀνάβλυσον.

ρωγῆς καὶ ἐλέους τοὺς ποταμούς, Φοβερὰ Προστασία οὓς ἐκχέει ἡ Σὴ Εἰκών, χάρισε εὐσπλάγχνως ὡς δρόσον, τοῖς ἐν κινδύνοις πρὸς Σὲ καταφεύγουσιν.

Κινδύνοις καὶ θλίψεσι καὶ δεινοῖς, θερμῶς ἐκζητοῦμεν Προστασίαν τὴν Φοβεράν, ἵνα λυτρωθῶμεν ταχέως, καὶ σεσῳσμένοι τὸ «Χαῖρέ» Σοι εἴπωμεν.

Καταφύγιον μέγα Χριστιανῶν, ὑπάρχει Παρθένε ἡ Εἰκών Σου ἡ ἱερά, Φοβερὰ ἡμῶν Προστασία, τοὺς ἀοράτους ἐχθροὺς ἐκδιώκουσα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τοῖς δεινῶς τρυχομένοις καταφυγὴ γέγονας, ὅθεν δυσωποῦμεν Παρθένε Θεοχαρίτωτε, τὴν Προστασίαν Σου, τὴν Φοβερὰν καὶ γλυκεῖαν, δίδου τοῖς Σοί κράζουσι καὶ καταφεύγουσιν.

Χριστιανῶν αἱ χορεῖαι ὡς θησαυρὸν ἔχουσιν, τὴν ἀστραπηφόρον Εἰκόνα τῆς Θεομήτορος καὶ ὡς κραυγάζωσιν, ὦ Φοβερὰ Προστασία, σπεύδεις εἰς βοήθειαν καὶ ἀπολύτρωσιν.

Πολυτίμητον Μάννα ὡς ἀληθῶς γέγονεν, καὶ Κρήνη ἡ σταλάζουσα δρόσον τοῖς ἀνυμνοῦσί Σε, ἡ Ἱερά Σου Εἰκών, τῆς Φοβερᾶς Προστασίας, τῶν πιστῶν τὸ καύχημα καὶ ἀγαλλίαμα.

περθαύμαστε Κόρη πάντων ἡμῶν ἄκουσον, καὶ τὰς πειρασμῶν τρικυμίας τάχιστα στόρεσον, ἵνα βοῶμέν Σοι, ὦ Φοβερὰ Προστασία, δέξαι Μητροπάρθενε ὕμνους τῷ κράτει Σου.

Διάσωσον, ὦ Φοβερὰ Προστασία, συμφορῶν καὶ κινδύνων Σοὺς δούλους, τοὺς ἀσπαζομένους πίστει τὴν Σὴν Εἰκόνα.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Πρεσβεία θερμή.
Προστασία Φοβερὰ καὶ ἀκαταίσχυντος, τῶν ἀδυνάτων ἰσχὺς καὶ τεῖχος καὶ στερέωμα, ἐκτενῶς βοῶμέν Σοι· Θεοτόκε πᾶσι χορήγησον, τὰς ἐκ τῆς Σῆς Εἰκόνος δωρεᾶς, τοῖς πίστει καὶ πόθῳ προσιοῦσί Σοι.

ᾨδὴ δ´. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν τὸ κλυδώνιον, καὶ τῆς ἀθυμίας τὴν ζάλην σκέδασον, καὶ εὐσπλάγχνῳ Σου προσβλέμματι, πλήρωσον χαρᾶς τοὺς εὐφημοῦντάς Σε.

Φοβερὰ Προστασία μου, ἀναβλύζεις νάματα ἱλαρότητος, τὰς ὀδύνας θεραπεύοντα, καὶ τὰ σκότη τάχος καταυγάζοντα.

ἐλπὶς καὶ τὸ καύχημα, ἡ καταφυγὴ καὶ ἀντίληψις, Προστασία καὶ παράκλησις, Σὺ ὑπάρχεις Κόρη Παναμώμητε.

Ταῖς χερσί Σου κατέχουσα, Νήπιον τὸν Κύριον καὶ Θεὸν ἡμῶν, ἐκτενῶς Αὐτὸν ἱκέτευε, ὅπως τῶν βασάνων λυτρωθείημεν.

ᾨδὴ ε´. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.
παντα ἐχθρόν, ὁρατόν τε καὶ ἀόρατον, Παναγία Μητροπάρθενε, Ἁγνή, τῇ Φοβερᾷ Σου Προστασίᾳ ἑξαφάνισον.

Βλῦσον γλυκασμόν, ταῖς ψυχαῖς τῶν ἀνυμνούντων Σε, ἐκ τῆς Θείας Σου Εἰκόνος μυστικῶς, ἥν ὁρῶντες ἐκ καρδίας ἀσπαζόμεθα.

δὲ συμπαθῶς, τοὺς κυκλοῦντας τὴν Εἰκόνα Σου, καὶ τὴν ῥῶσιν ἐκζητοῦντάς Σοι θερμῶς, στεναγμοῖς ἀνεκλαλήτοις τε καὶ δάκρυσιν.

χει ὁ λαός, τῆς Φωκίδος τὴν Εἰκόνα Σοῦ, ὡς Προστάτην τεῖχος σκέπην καὶ φρουρόν, διὰ τοῦτο πάντες μέγα ἀγαλλόμεθα.

ᾨδή στ´. Ὁ Εἱρμός. Τὴν δέησιν.
Τοὺς μώλωπας, τῆς ψυχῆς ἰατρεύεις, τῶν πιστῶς Σε Κόρη προσκυνούντων, καὶ τὴν Σὴν Χάριν, θερμῶς ἐκζητούντων, νυχθημερόν τε πρὸς Σὲ δεομένων Σου, τὸν Κύριόν Σου καὶ Υἱόν, ὑπὲρ πάντων ἀπαύστως ἱκέτευε.

Κατάσβεσον, Φοβερὰ Προστασία, δροσισμῷ Σου τὴν πυρὰν ἀλγηδόνων, καὶ τοῖς πιστοῖς, τὴν Σὴν Χάριν χορήγει, ἵνα πρὸς Σὲ καταφεύγωμεν ἅπαντες, ἐν πόνοις τε καὶ πειρασμοῖς, ἐκζητοῦντες θερμῶς Σὴν ἀντίληψιν.

Φέγγει, Φοβερὰ Προστασία, ἡ Εἰκών Σου ὑπὲρ Ἥλιον πᾶσι, ἥν προσκυνοῦντες, ψυχῆς κατανύξει, ἀναβοῶμεν πρὸς Σὲ Θεομήτορα, δεῦρο χαρίτωσον ἡμῶν, συμπαθῶς τὰς ψυχὰς τῶν τιμώντων Σε.

πάλλαξον, Φοβερὰ Προστασία, τοὺς Σούς δούλους πειρασμῶν καὶ κινδύνων καὶ τὴν πικρίαν δεινῶν νοσημάτων, εἰς γλυκασμὸν εὐμενῶς μεταποίησον, ἵνα Σὴν Χάριν, ἐν χαρᾷ, καὶ ἐν ὕμνοις λαμπρῶς μεγαλύνωμεν.

Διάσωσον, ὢ Φοβερὰ Προστασία, συμφορῶν καὶ κινδύνων Σοὺς δούλους, τοὺς ἀσπαζομένους πίστει τὴν Σὴν Εἰκόνα.

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος δ΄. Τοῖς τῶν αἱμάτων Σου.
Τῆς Φοβερὰς Προστασίας τὴν Εἰκόνα δεῦτε πιστοί, εὐλαβῶς προσκυνήσωμεν, ἀναβλύζει γὰρ δρόσον οὐράνιον καὶ ῥῶσιν νέμει κραταιάν, τοῖς πίστει Αὐτῇ καταφεύγουσιν.

Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεά.
Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. α΄. 39-56).
ν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πάλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη, καὶ εἶπεν: Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῳ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα. Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Φοβερᾶς Προστασίας ἱκεσίαις, ἐξάλειψον, Σωτήρ μου, τὰς ἐμᾶς ἁμαρτίας.
Προσόμοιον. Ἦχος πλ. β΄.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός.
Θησαυρὸς ἀδάπανος, καὶ μὴ κενούμενος Κόρη, ἡ Εἰκών Σου δείκνυται, ἡ Πανυπερσέβαστος, Πολυΰμνητε κλῆσιν δὲ οὐράνιον, Ἀγγέλοις τε αἰδέσιμον, ἡ Εἰκών Σου φέρει, Δέσποινα, δι᾿ ἧς ἐκβοῶμεν Σοι, Χάριν ἐξ Αὐτῆς ἡμῖν δώρησαι, σκεδάζουσα τὸν κλύδωνα, νόσων τε καὶ πόνων καὶ θλίψεων, εὔσπλαγχνος γὰρ πέλεις, καὶ πλήρης συμπαθείας μητρικῆς, τοῖς ἀνυμνοῦσί Σε Δέσποινα, ὡς Θεοῦ λοχεύτριαν.

ᾨδὴ ζ´. Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας.
θαυμάστωσας ὄντως, τὴν Εἰκόνα Σου Κόρη, τῆς θεϊκῆς Σου Μορφῆς, ᾗ πίστει ἐκβοῶμεν, Φοβερὰ Προστασία, Σὺ ἡμᾶς πρόφθασον, ὁδήγησον Σὺ ἀσφαλῶς, εἰς λιμένας τοῦ Θείου Θελήματος.

Γαληνόμορφος ὄντως καὶ χαριτόβρυτος, πάνυ ἡ Ἱερά Σου Εἰκὼν ὁρᾶται, Θεομῆτορ, καὶ ὡς οἰκτιρμῶν πάντας, τῇ Φοβερᾷ Προστασίᾳ Σου στήριξον, τοὺς θεωροῦντάς Σε πιστῶς τοῦ ἐλέους τὸ ἄπειρον πέλαγος.

Θεϊκοῦ νῦν ἐλέους, διὰ Σοῦ προσδοκῶντες τεύξασθαι Πάναγνε, φωνὰς δὲ τῶν Σῶν δούλων, δέχου καὶ χορήγει λύτρωσιν, Χάριν καὶ ἔλεος ἄφθονον, ὦ Φοβερὰ Προστασία, σώσαι τοὺς κάμνοντας.

Ψυχικὰς ἀῤῥωστίας, Φοβερὰ Προστασία ὅλως θεράπευσον, τῆς μετανοίας φέγγει, εἰς νομὰς σωτηρίους, ἀσφαλῶς ἡμᾶς πάντας ὁδήγησον, ἵνα Σοι πόθῳ βοῶμεν, «Χαῖρε» Πανύμνητε.

ᾨδὴ η΄. Ὁ Εἱρμός. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Τὰς ἀλγηδόνας, τῶν ψυχῶν τίς δυνήσῃ, διαλύειν εὐκόλως ὦ Παρθένε, εἰ μὴ φθάσῃ τάχυ, ἡ Θεία Σου πρεσβεία.

Τὰς ἀθυμίας, ὦ Φοβερὰ Προστασία, μεταβάλλεις εἰς χαρὰν καὶ γαλήνην, ἡ χαρὰν διδοῦσα, πιστοῖς καὶ σωτηρίαν.

Φοβερὰ Προστασία, οἱ ἐν κινδύνοις καὶ πόνοις, τὴν Ἁγίαν Σου εὑρόντες Εἰκόνα, τεῖχος καὶ λιμένα, ὕμνοις δοξολογοῦμεν.

Περικυκλοῦντες, τῆς Παναγίας Μορφῆς Σου, τὸ ἐκτύπωμα καὶ πόθῳ βοῶμεν, ἵλεως, Παρθένε, γενοῦ τοῖς Σοῖς ἱκέταις.

ᾨδὴ θ΄. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.
Οἰκτείρησον Παρθένε, Σοὺς θερμοὺς ἱκέτας, καὶ πειρασμῶν καὶ παθῶν ἐλευθέρωσον, ἐκ τῶν ψυχῶν τὰς ὀδύνας ἑξαφανίζουσα.

μνοῦμέν Σε Παρθένε, Κεχαριτωμένη, καὶ εὐλαβῶς τὴν Εἰκόνα Σου σέβομεν, δεόμενοι πρὸς Σὲ θερμῶς, μὴ ἐάσῃς τοὺς δούλους Σου πώποτε.

Θεὸν τὸν Εὐεργέτην, ἀγκάλαις Σαῖς κρατοῦσα, Αὐτὸν ἀπαύστως ἱκέτευε, Δέσποινα, νέμουσα πᾶσι τοῖς πιστοῖς, Φοβερὰν Προστασίαν καὶ ἔλεος.

γάπην εὐσπλαγχνίαν ἐκ τῆς σεπτῆς, Εἰκόνος τῆς Φοβερᾶς Προστασίας ἀναβλυσον, καταδροσίζουσα πάντας, τοὺς προσκυνοῦντάς Σε.

Μεγαλυνάρια.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

χει Σὴν Εἰκόνα τὴν Ἱεράν, τοῦ Κουτλουμουσίου ἡ ἐν Ἄθῳ σεπτῇ Μονῇ, Φοβερὰ τοῦ κόσμου, καὶ Θεία Προστασία, καταφυγὴ γλυκεῖα καὶ μέγα στήριγμα.

Κράζουσι χορείαις Χριστιανῶν, Κεχαριτωμένη, Προστασία ἡ Φοβερά, θλίψεων παντοίων, κινδύνων, πειρασμῶν καὶ νόσων ἀνιάτων, λύτρωσιν δώρησαι.

Πρέσβευε ἀπαύστως τῷ Σῷ Υἱῷ, Γένους Προστασία Ὀρθοδόξων ἡ Φοβερά, ἵνα ἐπηρείας, ῥυώμεθα καὶ βλάβης, ἐχθρῶν οἱ προσιόντες, τῇ ἀντιλήψει Σου.

σεπτὴ Εἰκών Σου Μῆτερ Θεοῦ, ὄντως κεκλημένη, Προστασία ἡ Φοβερά, τοὺς ἀσπαζομένους, Αὐτὴ πληροῖ ἰσχύος, καὶ θάῤῥους ἀντικροῦσαι, τὸν παναλάστορα.

Πάντας προστατεύεις ὡς ἀληθῶς, σέβοντάς σε Κόρη, καὶ φιλοῦντας τὴν Σὴν μορφήν, τοὺς ἐγγὺς καὶ πόῤῥω, ὡς Φοβερὰ τῷ ὄντι, καὶ Θεία Προστασία, τῶν ἀνυμνούντων Σέ.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
ῥραγὲς περιτείχισμα τῶν προσφύγων Σου, ἐμπεριστάτων ἀγκάλη καὶ ἀδυνάτων ἰσχύς, Προστασία Φοβερὰ τῆς ὁμηγύρεως, τῶν χριστονύμων καὶ θερμή, τῶν ἐν δίναις ἀρωγὸς ὑπάρχουσα Θεοτόκε, ὡς εὐσυμπάθητος κλῖνον, τοῖς Σὲ τιμῶσιν οὖς εὐήκοον.
Ἕτερον. Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.
Μονὴ Κουτλουμουσίου τὴν Ἁγίαν Εἰκόνα Σου, Φοβερὰ Προστασία κεκτημένη ἀγάλλεται· ὡς δρόσος γὰρ ἐκ ταύτης μυστική, ἡ Χάρις Σου προέρχεται ἀεί, καὶ εὐφραίνει τὰς καρδίας καὶ τὰς ψυχὰς Παρθένε τῶν βοώντων Σοι· δόξα τῇ Προστασίᾳ Σου Ἁγνή, δόξα τῇ ἀντιλήψει Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου προμηθείᾳ Ἄχραντε.

Ἐν τῇ Ἀπολύσει. Προσόμοιον. Ἦχος δ´. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τὴν Εἰκόνα τὴν σεπτήν, εὐλαβῶς πιστῶς τε καὶ πόθῳ, ἀγαλλομένῃ ψυχῇ, τῆς Θεογεννήτριας νῦν προσκυνήσωμεν, καὶ θερμῶς ἐκβοήσωμεν, Φοβερὰ Προστασία, Χάριν Σου τὴν ἔνθεον ἡμῖν χορήγησον, Σὺ γάρ, ἐλευθέρωσον πάντας, Μητρικαῖς πρεσβείαις χρωμένη, πρὸς Θεὸν Υἱόν Σου τε καὶ Κύριον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην Σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου