Παράκλησις εἰς τόν
ΠΑΝΑΓΙΟΝ ΤΑΦΟΝ
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε,
ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´.
Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Μετὰ θερμῆς καὶ εὐλαβοῦς κατανύξεως, τῷ Ζωοδόχῳ Σου
Χριστὲ Τάφῳ, σήμερον παρίσταμαι καὶ δέομαι θερμῶς · Δέσποτα ἐλέησον, κἀμὲ τὸν
πλανηθέντα, ἥμαρτον συγχώρησον, ὡς Θεὸς ἐλεήμων, μὴ ἀποστρέψῃς Σὸν δοῦλον
κενόν, ὁ δι’ ἐμὲ ταφὴν καταδεξάμενος.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Ζωοδότα, τὴν εὐσπλαγχνίαν Σου
λαλοῦντες οἱ ἀνάξιοι, ἥν πρὸς ἡμᾶς ἐξέχεας ὡς Ὑπεράγαθος, σταύρωσιν καὶ
θάνατον, ὑποστὰς Ἰησοῦ μου, Τάφῳ παροικήσας δέ, ἡ ζωὴ τῶν ἁπάντων, ἵνα ζωώσῃς
φύσιν τῶν βροτῶν, νενεκρωμένην, τῇ συμβούλιᾳ τοῦ ὄφεως.
Ὁ Ν´
Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἡπείρῳ πεζεύσας ὁ Ἰσραήλ.
Ἡ φωτοφόρος λαμπρότης τοῦ Ἰησοῦ ἐν Σοὶ κατεσκήνωσε,
καταυγάζουσα πιστούς, εὐλαβῶς ἐκ πίστεως θερμῆς προσεγγίζοντας πρὸς Σέ, Τάφε
πανένδοξε.
Σὺ ἀνεδείχθης τῷ ὄντι πηγὴ ζωῆς, νεκρὸν εἰσδεξάμενος
τὸν ᾀείζωον Χριστόν, τὰς ἡμετέρας ψυχάς, νεκρωθείσας, ζωῶσαι δεόμεθα.
Πανυπερσέβαστε Τάφε τοῦ Ἰησοῦ, ψυχῆς παραμύθιον,
οἰκουμένης φωτισμός, καύχημα καὶ κλέος εὐσεβῶν, τοὺς προσκυνοῦντάς σε κινδύνων
ἀπάλλαξον.
Θεοτοκίον.
Ἐξ ἀχράντων αἱμάτων Σου, ὦ Ἁγνή, ἀσπόρως συνέλαβες τὸν
τῶν ὅλων Ποιητήν, ταφὴν ὑποστάντα δι’ ἡμᾶς, καὶ ἐξαναστάντα, καὶ κόσμον
ζωώσαντα.
ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.
Ὑπερεκπλήττομαι ἐν σοί, ὦ Πανάγιε Τάφε, ἐννοῶν σου τὴν
χάριν, ἥν ἐδέξω ἐκ Θεοῦ, ὑπερεκβλύζων πιστοῖς τὴν χρυσόῤῥειθρον θείαν
λαμπρότητα.
Δεδοξασμένε τοῦ Χριστοῦ καὶ τρισόλβιε Τάφε, λαβὼν ἐν τοῖς
σοῖς κόλποις τοῦ φωτὸς τὸν χορηγόν, ἐδείχθης πραγματικῶς φωτοφόρος θρόνος τοῦ
Παντάνακτος.
Δεῦτε συνέλθωμεν πιστοί, συγκροτῆσαι χορείαν, τῷ
φωσφόρῳ Νυμφίῳ τῶν ἡμετέρων ψυχῶν, ὡς ἐκ παστάδος λαμπρᾶς, ἐκ Τάφου ἐνδόξως
ἀνατείλαντι.
Θεοτοκίον.
Δὸς Πανάχραντε καὶ ἡμῖν, ἐκ πόθου παρεστῶτι τῷ ζωοδόχῳ
Τάφῳ τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ, ἄφεσιν ἁμαρτιῶν, καὶ πολλῶν κινδύνων ἀπολύτρωσιν.
Αἲτησις. Ἐκφώνησις· Ὃτι ελεήμων…
Κάθισμα.
Τὸν Τάφον Σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ
ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναικὶ τὴν ἀνάστασιν. Σὲ
δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην. Σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου,
καὶ μόνῳ Θεῷ ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς,
πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καί θλίψεων. Σὺ γὰρ
πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς
δούλους Σου.
ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Οἱ θεῖοι Ἄγγελοι περιεφρούρουν σε, λευκοφόροι ὀφθέντες
ταῖς γυναιξίν, εὐαγγελιζόμενοι τὴν ἐκ νεκρῶν τοῦ Ἰησοῦ τριήμερον ἐξανάστασιν.
Ὡς ἄλλος ἥλιος πηγάζεις ἔλλαμψιν τοῖς πιστῶς προσιοῦσί
σοι, εὐκλεῶς εὐφραίνων τὰ σύμπαντα, καὶ ἁγιάζων τὰς ψυχὰς Ὀρθοδόξων
Παμμακάριστε.
Τάφε Πανάγιε, τίς διηγήσεται, τὰς πολλὰς καὶ ποικίλας
σου δωρεάς, ἅς ἔχεις πανσέβαστε, τοῦ παμβασιλέως Χριστοῦ χρηματίσας οἰκητήριον.
Θεοτοκίον.
Δοχεῖον ἄχραντον, ναὸν πανάμωμον, κιβωτὸν παναγίαν,
παρθενικὸν τόπον ἁγιάσματος, Σὲ καλλονὴν τοῦ Ἰακώβ, ὁ Δεσπότης ἐξελέξατο.
ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου.
Μέγα κειμήλιον ἀληθῶς ἀνεδείχθης τοῦ κόσμου παντός,
Τάφε ὑπέρφωτε δέομαι, ταῖς αὐγαζούσαις σου λαμπηδόσι καὶ ἐμοῦ τὴν ἐσκοτισμένην
καρδίαν καταύγασον
Μόνε μακάριε Ἰησοῦ, δεῖξον μακαρίους καὶ ἡμᾶς, τοὺς
ἀναξίως τὸν οἶκόν σου τοῦτον κατοικοῦντας, καὶ τὸν Πανάγιον Τάφον Σου
ἀνυμνοῦντας, καὶ σὲ δοξάζοντας.
Δοχεῖον πάμφωτον τοῦ Χριστοῦ, τὰς τῶν ὀρθριζόντων σοι
ψυχὰς πόθῳ καταύγασον δέομαι, καὶ οὐράνιαν χάριν κατάπεμψον αὐτοῖς, ἀπὸ τῆς
ἀνωτάτης θείας λαμπρότητος.
Θεοτοκίον.
Ἰσχὺς καὶ ὕμνησις ὁ ἐκ Σοῦ, Δέσποινα τοῦ κόσμου,
γεννηθεὶς καὶ σωτηρία ἐγένετο τοῖς ἀπολλυμένοις, ἐκ τῶν τοῦ ᾅδου πυλῶν
ῥυόμενος, ἐκ Τάφου ἐξανιστάμενος.
ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Ὡς πύρινον στύλον σε καθορῶμεν οἱ πιστοί, ὦ Τάφε
πανσεβάσμιε, πρὸς νομὰς ὁδηγοῦντα τοὺς εὐσεβεῖς τῆς μακαριότητος, ἧς καὶ
τύχοιμεν πάντες θείᾳ χάριτι.
Σκέπε φρούρει φύλαττε, εὐσεβεῖς προσκυνητάς, ὅσοι περ
μετὰ πίστεως παρορῶσιν ἐφόδους τῶν πειρατῶν, καὶ τόπου δυσχέρειαν, ὅπως σε
κατελθόντες περιπτύξωνται.
Ἱκέσιον δέησιν δέξαι, ὦ Παμβασιλεῦ, τῶν θερμῶς δεομένων
σου, καὶ εἰρήνην παράσχου τῶν δυσχερῶν ἀπαλλάττων ἅπαντας, πίστει προσιόντας τῷ
θείῳ Τάφῳ Σου.
Θεοτοκίον.
Νεκροῦται ὁ θάνατος, καταργεῖται καὶ φθορά, τὸ τοῦ Ἀδὰμ
κατάκριμα τῷ καρπῶν Σου ὦ Δέσποινα, προσβαλών. Ζωὴν γὰρ ἐγέννησας, ἐκ φθορᾶς
λυτρουμένην τοὺς ὑμνοῦντάς Σε.
Αἲτησις. Ἐκφώνησις· Ὃτι ελεήμων…
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὑπερβολῇ τῆς Σῆς ἀγαθότητος, Κύριε, ἐνηνθρώπησας Θεὸς
ὦν ἀπερίγραπτος, ἵνα τῆς κατάρας ἐλευθερώσῃς τὸν Ἀδάμ, καὶ ἀπαθανατίσας ὡς
ἀγαθός, εἰς τὴν ἀρχαίαν ἐπαναγάγῃς λαμπρότητα, ἔσπευσας εἰς ὀδύνας, εἰς πάθη
καὶ ἀτιμίας, σταυρωθεὶς καὶ ταφεὶς καὶ ἀναστὰς ἐν δόξῃ τριήμερος.
Προκείμενον. Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς,
ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός Σου.
Στ. Ὁ Θεὸς ἐν τοῖς ὦσὶν ἡμῶν ἠκούσαμεν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην.
Τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνή ἔρχεται πρωί,
σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ
μνημείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον
μαθητήν, ὅν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· ᾟραν τὸν Κύριον ἐκ τοῦ μνημείου,
καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ
ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ καὶ οἱ δύο ὁμοῦ, καὶ ὁ ἄλλος μαθητὴς
προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας
βλέπει κείμενα τὰ ὀθόνια. Οὐ μέν τοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος
ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ
τὸ σουδάριον, ὅ ἧν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ
χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητής, ὁ
ἐλθὼ πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν. Οὐδέπω γὰρ ἤδεισαν τὴν
Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ
μαθηταί.
Δόξα. Πάτερ Λόγε Πνεῦμα...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τάφε παναοίδιμε, σὺ ἀληθῶς ἀνεδείχθης, Θεοῦ τοῦ
Παντάνακτος, παλάτιον ἔνδοξον καὶ ὑπέρφωτον, πάσης γῆς καύχημα, τῶν πιστῶν
εὔκλεια, Ἀποστόλων ἐγκαλλώπισμα, Μαρτύρων στήριγμα, πάντων τῶν Ὁσίων διάσωσμα,
ἑστῶτων ἡ ἀσφάλεια, καὶ τῶν πεπτωκότων ἀνόρθωσις, κόσμου σωτηρία, καὶ πάντων
τῶν ἐν σκότει φωτισμός. Υἱούς φωτὸς ἡμᾶς ποίησον, τοὺς πίστει τιμῶντάς σε.
ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Εὐλαβῶς περιπτυσσόμενοι τὸν Τάφον Σου, θεαρχικώτατε
Ἰησοῦ, ἀνυμνοῦμεν οἱ πιστοὶ συγκατάβασιν τὴν Σήν, πόθῳ ἀνακράζοντες ὁμοῦ·
εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νεκρὸς ὑπὸ τοῦ Ἰωσὴφ κατεχόμενος, Δέσποτα Χριστέ μου
Ἰησοῦ, τίθεσαι συγκαταβάσει ἐν μνήματι καινῷ, θρηνοῦντος καὶ κράζοντος θερμῶς·
εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Καθαγίασον ψυχάς τε καὶ τὰ σώματα, εὔσπλαγχνε οἰκτίρμον
Ἰησοῦ, τῶν Σοὶ διαστελλόντων διαπόντιον ὁδόν, καὶ δὸς μετὰ πίστεως βοᾷν·
εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἱλαστήριον τῆς φύσεως Σὺ πέφυκας, μόνη Θεομακάριστε.
Τὸν ἐπ’ ὥμων γὰρ Χερουβὶμ καθήμενον Θεόν, ἀγκάλαις βαστάζουσα βοᾷς· εὐλογητὸς
εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ἀνυμνῶ Θεῖε Λόγε, τὴν συγκατάβασιν, ᾗπερ ἐχρήσω δι’ ἐμὲ
τὸν κατάκριτον, σάρκα προσλαβών, τῷ θανάτῳ παρέδωκας, ἵνα ἀθανατίσῃς ἐμὲ τὸν
τεθνεῶτα.
Τὰ οὐράνια πάντα ὑπέρ ἐκπλήττονται, νεκρόν σε
καθορῶντα, Λόγε, ἐν μνήματι, δόξη δὲ τῆς σῆς ἐπληρώθη τὰ σύμπαντα, ὅτε
ἐξανέστης τριήμερος ἐκ Τάφου.
Λελαμπρυσμένε Τάφε καὶ θεοδόξαστε, πόσων ἡμῖν χαρίτων
γέγονας πρόξενος! Θνήξαντες ποτέ, διὰ σοὺ νῦν ζωούμεθα, ὅθεν σε τιμῶμεν εἰς
πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Χρυσαυγής Σε λυχνία προδιετύπωσε, δεξαμένην ἀφράστως
φῶς τὸ ἀπρόσιτον, γνώσει τῇ αὐτοῦ καταυγάζον τὰ πέρατα, ὅθεν Σε ὑμνοῦμεν, Ἁγνή,
εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Σὺ ὑπεδέξω νεκρόν, καὶ ἄφωνον, ὅν οὐ τολμᾷ Ἀγγέλων
ἀτενίσαι τὰ τάγματα, χαριτωθεὶς ὄντως ὡς ἄλλος οὐρανός, δόξῃ λελαμπρυσμένος,
πανυπερσέβαστε Τάφε τοῦ Σωτῆρος, εὐλαβῶς σε μακαρίζομεν.
Μισθὸν ἐξ ὕψους εὑρεῖν Πανάγιε, τοὺς εὐλαβῶς ἀσπαζομένους
σε καταξίωσον, καὶ τὰ ζιζάνια πάντα τοῦ πονηροῦ, ξίφει ἠκονημένῳ τῆς θείας
χάριτος, ταχέως ἐκκόψας, ἀβλαβεῖς ἡμᾶς συντήρησον.
Τριὰς ἀμέριστε καὶ συνάναρχε, μεμερισμένη δὲ ἐν μόναις
ταῖς ὑποστάσεσιν, ὑπὲρ νοῦν καὶ κατάληψιν πᾶσαν κτιστήν, Πάτερ, Λόγε, καὶ
Πνεῦμα, στήριξον ἅπαντας, τοὺς ἐν κατανύξει τὸ Σὸν κράτος μεγαλύνοντας.
Θεοτοκίον.
Ῥωσθεὶς δυνάμει τῇ Σῇ καὶ χάριτι, σοὶ τὴν ᾠδὴν προθύμως
ἀναμέλπω Πανάμωμε, ἀλλὰ ταύτην πρόσδεξαι Παρθένε ἁγνή, χάριν ἀντιδιδοῦσα Σοῦ
τὴν πολύφωτον, ἐκ τῶν ἀκηράτων θησαυρῶν, Θεομακάριστε.
Τρισάγιον
Ἅγιος ὁ Θεός,
Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία
Τριάς, ἐλέησον
ἡμᾶς. Κύριε,
ἱλάσθητι ταὶς
ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς
ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι
καὶ ἴασαι τὰς
ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός
σου.
Κύριε,
ἐλέησον. Κύριε,
ἐλέησον, Κύριε,
ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ
ἡμῶν ὁ
ἐν τοῖς οὐρανοίς,
ἁγιασθήτω τὸ
ὄνομά σου, ἐλθέτω
ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά
σου, ὦς ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ἦχος
πλ. β'
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον
ἡμᾶς, πάσης
γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην
σοὶ τὴν ἱκεσίαν,
ὦς Δεσπότη, οἱ
ἁμαρτωλοὶ προσφέρομεν,
ἐλεῆσον ἡμᾶς.
Δόξα...
Κύριε,
ἐλέησον ἡμᾶς,
ἐπὶ σοὶ
γὰρ πεποίθαμεν, μὴ
ὀργισθὴς ἡμῖν
σφόδρα, μηδὲ μνησθὴς
τῶν ἀνομιῶν
ἡμῶν, ἀλλ'
ἐπίβλεψον καὶ
νύν, ὦς εὔσπλαγχνος,
καὶ λύτρωσαι ἡμᾶς
ἐκ τῶν ἐχθρῶν
ἡμῶν, σὺ
γὰρ εἶ Θεὸς
ἡμῶν, καὶ
ἡμεῖς λαός
σου, πάντες ἔργα χειρῶν
σου, καὶ τὸ ὄνομά
σου ἐπικεκλήμεθα.
Καὶ νύν...
Τῆς
εὐσπλαγχνίας τὴν
πύλην ἄνοιξον ἡμῖν,
εὐλογημένη Θεοτόκε,
ἐλπίζοντες εἰς
σέ, μὴ ἀστοχήσωμεν,
ῥυσθείημεν διὰ
σοῦ τῶν περιστάσεων,
σὺ γὰρ εἶ
ἡ σωτρηρία τοῦ
γένους τῶν χριστιανῶν.
Ὁ Ἱερεύς.
Ἐλέησον
ἡμᾶς ὁ
Θεὸς κατὰ τὸ
μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα
ὑπέρ τοῦ
Ἀρχιεπισκόπου ἡμῶν,
(δεῖνος) καὶ πάσης
τῆς ἐν Χριστῷ
ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα
ὑπὲρ ἐλέους,
ζωῆς, εἰρήνης,
ὑγείας, σωτηρίας,
ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα
ὑπέρ τῶν
δούλων τοῦ Θεοῦ,
(ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα
καὶ ὑπὲρ
τοῦ εἰσακοῦσαι
Κύριον τὸν Θεὸν
φωνῆς τῆς δεήσεως
ἡμῶν τῶν
ἁμαρτωλῶν, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἀπολυτίκιον. Ἦχος πλ. β΄.
Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά Σου, καὶ οἱ φυλάσσοντες
ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ Τάφῳ ζητοῦσα τὸ ἄχραντόν Σου σῶμα
ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ’ αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος
τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σΣοι.
Μετά τῆς Ἀπολύσεως, εἰς δὲ τὸν ἀσπασμὸν τοῦ Παναγίου
καί Ζωοδόχου Τάφου, ψάλλομεν τὰ παρόντα Τροπάρια. Πρὸς το Ἀπόστολοι ἐκ περάτων.
Δεδοξασμένε Κύριε, καὶ παμμακάριστε Τάφε, τῆς Ἐκκλησίας
τὸ στέφος, καὶ εὐσεβείας τὸ κλέος, τοὺς προσκυνοῦντάς σε σκέπε, ἀπὸ παντοίων
κινδύνων.
Τοὺς ἐκ ψυχῆς καὶ καρδίας, καταφιλοῦντας σῶζε, ἀπὸ
δεινῶν ἀλγηδόνων, καὶ ἐπηρείας δαιμόνων, τῇ χάριτί σου ὦ θεῖε, καὶ παναοίδιμε
Τάφε.
Ἐξ ὕψους πάρεχε χάριν, τοῖς ἀνυμνοῦσί σε πόθῳ, πανάγιε
τοῦ Σωτῆρος, καὶ θεοφώτιστε Τάφε. Σὺ γὰρ νεκρὸν ὑπεδέξω, τῆς χάριτος τὸν
δοτῆρα.
Θεοτοκίον.
Ἡμεῖς ἐν Σοὶ καυχώμεθα, Θεοτόκε καὶ καὶ πρὸς Θεόν Σε,
ἔχομεν προστασίαν, ἔκτεινόν Σου τὴν χεῖρα τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς
ἡμῶν, Σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ ἁγίου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου