Τρίτη 30 Ιουνίου 2015

Παράκλησις Ἁγ. Ταξιαρχῶν ΜΙΧΑΗΛ καί ΓΑΒΡΙΗΛ καί λοιπῶν Οὐρανίων Δυνάμεων



Παράκλησις Ἁγ. Ταξιαρχῶν ΜΙΧΑΗΛ καί ΓΑΒΡΙΗΛ καί λοιπῶν Οὐρανίων Δυνάμεων

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

ἱερεύς·
Εὐλογητὸς Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν οὐρανίων στρατιῶν οἱ Ταξίαρχοι, ὁ Μιχαὴλ καὶ Γαβριὴλ οἱ Ἀρχάγγελοι, οἱ τῷ ἀστέκτῳ θρόνῳ παριστάμενοι, μέσον ἡμῶν πάριτε, παρεμβάλλοντες κύκλῳ, σκέποντες ταῖς πτέρυξι, τῆς ἀΰλου ἡμῶν δόξης, καὶ τῶν δεινῶν λυτρούμενοι ἡμᾶς, οἱ ἐν κινδύνοις προστάται θερμότατοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀγγέλων ἀρχηγοῖς ὕμνον ἀΐδω. Νεόφυτος.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
γγέλων ταξίαρχοι παμφαεῖς, Μιχαὴλ ὁ μέγας καὶ ὁ ἔνδοξος Γαβριήλ, τὴν ποίμνην ὑμῶν ἐκ τῶν κινδύνων, ταῖς προστασίαις ὑμῶν διασώσατε.
Γηγενῶν προστάται θεοειδεῖς, τῆς θείας Τριάδος παραστάται καὶ λειτουργοί, δυὰς ἀσωμάτων τῆς δυάδος, τῆς ὑλικῆς ἡμᾶς πάντας λυτρώσατε.
Γαβριὴλ ὁ μύστης καὶ λειτουργός, φρικτοῦ μυστηρίου τῆς Παρθένου νυμφαγωγέ, χαρᾶς ὁ προάγγελος τῆς θείας, τοὺς σὲ πιστῶς εὐφημοῦντας χαρίτωσον.
Θεοτοκίον.
Εὐλόγησαι μόνη ἐν γυναιξί, κεχαριτωμένη μητροπάρθενε Μαριάμ, τὸν εὐλογητὸν ὡς τετοκυῖα, τὸν εὐλογίαις ἡμᾶς καταστέφοντα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπρυνόμενοι αἴγλῃ τῆς τριλαμποῦς φύσεως, φῶτα χρηματίζετε δεύτερα Ἀρχιστράτηγοι, διὸ τοὺς ἄγοντας, τὴν ἱερὰν ὑμῶν μνήμην, φωτὶ θείας γνώσεως καταπυρσεύσατε.
σεὶ φλὸξ πυρὸς ὄντες, λειτουργικὰ πνεύματα, δυνατοὶ ἰσχύϊ τὸ θεῖον ποιοῦντες θέλημα, θεῖοι Ἀρχάγγελοι, φλογὸς πυρὸς τοῦ ἀσβέστου, πάντας τοὺς δοξάζοντας ὑμᾶς λυτρώσασθε.
Νοεροὶ παραστάται τοῦ πρώτου Νοῦ πέλοντες, ὕμνον τὸν τρισάγιον μέλπετε ἀκατάπαυστα, πόθῳ πυρούμενοι, τῆς τριλαμποῦς θεαρχίας, πυρὶ θείου ἔρωτος ἡμᾶς πυρώσατε.
Θεοτοκίον.
νερμήνευτον ὄντως τὸ ἐπὶ Σοὶ Πάναγνε, Ὃν γὰρ ὁ χορὸς τῶν Ἀγγέλων ἰδεῖν οὐ δύναται, ἐκυοφόρησας, συνειληφυῖα ἀσπόρως, καὶ ἀφθόρως τέξασα Ἀειμακάριστε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις. Ἐκφώνησις· Ὃτι ελεήμων…

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται θερμοὶ καὶ τείχη ἀπροσμάχητα, ἁπάντων ταχεῖς ὑπέρμαχοι Ἀρχάγγελοι, ἐκτενῶς δεόμεθα τὴν ὑμῶν προστασίαν αἰτούμενοι, ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, οἱ πάντων ταχέως προϊστάμενοι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
ωμαλέαν διάνοιαν, τοῦ ὑμνεῖν πηλίνοις ὑμᾶς τοῖς στόμασι, τῶν πυρίνων οἱ Ταξίαρχοι, καὶ πιστῶν προστάται πρυτανεύσατε.
Χαίροις ὁ τῆς δυνάμεως, τοῦ Κυρίου μέγιστος Ἀρχιστράτηγος, Μιχαὴλ χαίροις ὁ πάμμεγας, Γαβριὴλ ὁ ὄντως χαριτώνυμος.
δυὰς ἀσώματος, τῆς Τριάδος ἔσοπτρα διαυγέστατα, κοινωνοὺς θείας ἐλλάμψεως, καὶ ἡμᾶς αἰτοῦμεν ἀναδείξατε.
Θεοτοκίον.
Γαβριὴλ φθεγξαμένου Σοι, Κεχαριτωμένη, χαῖρε ὁ Κύριος, ἐν Σοὶ Πάναγνε σεσάρκωται, τῶν Ἀγγέλων δείξας ἀνωτέραν Σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Οἱ θεοειδεῖς, Ταξιάρχαι παριστάμενοι, τῷ θρόνῳ δόξης τῆς μεγαλοπρεποῦς, τοῖς ἐν ἀνάγκαις καλοῦσιν ὑμᾶς παράστητε.
ασιν ψυχῶν, καὶ σωμάτων Ἀρχιστράτηγοι, τοῖς τὴν ὑμῶν μνήμην πίστει καὶ στοργῇ, ἐπιτελοῦσιν ἐξ ὕψους διαπορθμεύσατε.
Στάσεως ἡμᾶς, δεξιᾶς καταξιώσατε, τῶν Ἀσωμάτων πρωτοστάται νοῶν, τῆς εὐωνύμου ἐκλυτρούμενοι δεόμεθα.
Θεοτοκίον.
μνον ἐκτενῶς, Σοὶ Θεόνυμφε προσάγομεν, τὸν γὰρ ὑμνούμενον πρὸς τῶν Χερουβίμ, ταῖς σαῖς ὠλέναις ἐνανθρωπήσαντα ἐβάστασας.

ᾨδὴ στ΄. Ἰλάσθητί μοι Σωτήρ.
Μύσται σεπτοὶ τῆς Θεοῦ, βουλῆς μεγάλης Ἀρχάγγελοι, ἀκοῦσαι φωνῆς αὐτοῦ, τῶν λόγων θερμότατοι, πριστήριον ἄνθρακες, ἡμῶν τὰ ὑλώδη, καταφλέξατε φρονήματα.
Ναοῦ ὑμῶν τοῦ σεπτοῦ, τῆς καλλονῆς προμηθούμενοι, χρυσίον ξενοπρεπῶς, ἐκ γῆς ἀνεδώκατε, τὸν δὲ ἀνορύξαντα, τοῦτο νεανίαν, ποντισθέντα ἀνεσώσατε.
Οἱ παλαιῶν καὶ καινῶν, τερατουργοὶ Ἀρχιστράτηγοι, ὕδατος ζῶντος πηγήν, ἀέναα νάουσαν, τοῦ προτεμενίσματος, τῆς Μονῆς ἐν μέσῳ, παραδόξως ἀνεδώκατε.
Θεοτοκίον.
Ναὸς ὡς οὖσα Θεοῦ, τοῦ ἀχωρήτου Πανάμωμε, ναοὺς ἡμᾶς τῆς αὐτοῦ, ἀνάδειξον χάριτος, τοὺς Σὲ μεγαλύνοντας, ἐν ναῷ τῶν θείων, Ἀρχαγγέλων πάντων Δέσποινα.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις. Ἐκφώνησις· Ὃτι ελεήμων…

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
ρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρεσβεύσατε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.

Οἱ Ἀναβαθμοί. Ταὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει ταὰ ταῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: ποιῶν τοὺς Ἀγγέλους Αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα.
Στ. Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ Ἄγγελοι Αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον Αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων Αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (ι΄, 16-21):
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμη τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτοῖς νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Δόξα. Ταῖς τῶν πυριμόρφων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μὴ καταπιστεύσητε, θνητῶν ἡμᾶς προστασία, δυὰς ἡ ἀθάνατος, ἀσωμάτων τάξεων Ἀρχιστράτηγοι· θλίψεις γὰρ εὕροσαν, ἡμᾶς ἀναρίθμητοι, αἰσθητῶν καὶ νοητῶν ἐχθρῶν, ὧν τὰ τοξεύματα, φέρειν εἰς ἀεὶ οὐ δυνάμεθα πάντοθεν πολεμούμενοι, μηδαμόθεν σχόντες παράκλησιν, βέλεσι πυρφόροις τοὺς ἄνθρακας τῶν πειρασμῶν, ἀποσβεννύντες ἐνστάξατε, δρόσον ἡμῖν Πνεύματος.

Ὁ Ἱερεύς
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται3) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                                
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
κλινεῖ πρὸς τὸ θεῖον, Ἀρχιστράτηγοι νεύσει θέσει θεούμενοι, εἰς δόξαν ἀπὸ δόξης, εἰς δύναμίν τε αὖθις ἐκ δυνάμεως βαίνετε, ὑμνολογοῦντες τρισσῶς, μίαν κυριαρχίαν.
να σου ἡ χρηστότης, ἐκχύθῃ καὶ ὁδεύσῃ Χριστὲ ὑπέστησας, λαμπρότητας δευτέρας, λαμπρότητος τῆς πρώτης λειτουργοὺς, ὧν οἱ ἔξαρχοι, ὑμνολογεῖν σε ἡμᾶς, λαμπρῶς νῦν συγκροτοῦσι.
Δεκτικὰ φωτὸς φῶτα, δευτερεύοντα πρώτου θεῖοι Ταξίαρχοι, τοῦ πρώτου παραστάται, Νοὸς δεύτεροι νόες, οἱ φωστῆρες οἱ δίδυμοι, τοῦ τρισηλίου φωτός, ὑμᾶς ἀνευφημοῦμεν.
Θεοτοκίον.
ραιώθης τὸν Λόγον, τοῦ Πατρὸς συλλαβοῦσα Μῆτερ ἀπείρανδρε, τὸν σύμπασαν τὴν κτίσιν, χειρὶ διακρατοῦντα Ὃν οἱ ἄνω διάκοσμοι, τῶν νοερῶν οὐσιῶν, ὑμνοῦσιν εἰς αἰῶνας.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Νόας θείους αὐτόπτας τοῦ σοῦ κάλλους, ὑποστήσας Χριστὲ τούτων τοὺς πρωτοστάτας, τῶν γηγενῶν προστάτας ἐναπέφηνας, ὧν ταῖς προστασίαις, σῷζε ἐκ κινδύνων τοὺς σὲ πιστῶς ὑμνοῦντας.
πιστάντες τῷ νέῳ βυθισθέντι, διαστρόφῳ ποτὲ γνώμῃ τῶν φιλαργύρων, ἐν τῷ ναῷ διάβροχον ἠγάγετε, ζῶντα τοῦ τραχήλου, λίθον παμμεγέθη ἐξηρτημένον σχόντα.
Ο τῆς θείας βουλῆς κρυφιομύσται, οἱ ποιοῦντες ἀεὶ τὸ θέλημα Κυρίου, οἱ δυνατοὶ ἰσχύϊ Ἀρχιστράτηγοι, παρεμβολαῖς φρουρεῖτε, ὑμῶν τοὺς ἐν κινδύνοις ὑμᾶς προσκαλουμένους.
Θεοτοκίον.
Φωτοδόχε φωτώνυμε Μαρία, τοῦ ἀδύτου φωτὸς ἡ φωτοφόρος χώρα, τῷ Σῷ φωτὶ τὸν νοῦν μου φωταγώγησον, ἡ τῶν πυριμόρφων, φώτων λαμπροτέρα ἑπτάφωτος λυχνία.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
μῶν τοὺς τὴν φωσφόρον, μνήμην ἐκτελοῦντας, φαεσφόροι φρουρεῖτε Ταξίαρχοι, σκοτεινομόρφους ἐνέδρας τοῦ Σατᾶν λύοντες.
Τῶν ἄνω στρατευμάτων, θεῖοι πρωτοστάται, τῶν εὐσεβῶν οἱ θερμοὶ ἀντιλήπτορες, παντὸς κινδύνου τὴν ποίμνην ὑμῶν λυτρώσατε.
Νοῦς ὁ πρὸ αἰώνων, τῇ ἐπιστασίᾳ, τῶν νοερῶν σου ἐξάρχων τὸν νοῦν ἡμῶν, παθῶν ὀμίχλης καθάρας σῷ φωτὶ λάμπρυνον.
Θεοτοκίον.
Σωτήριον λιμένα, Σὲ ἐπεγνωκότες, οἱ διὰ Σοῦ σεσωσμένοι Θεόνυμφε, σὺν ἀρχηγοῖς Ἀσωμάτων Σὲ μακαρίζομεν.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ φωταυγεῖς, Μιχαὴλ τὸν μέγαν καὶ Γαβριὴλ τὸν θεῖον, τοὺς δύο Ταξιάρχας τοῦ Παντοκράτορος.
Μιχαὴλ ἰσχύϊ τὸν δυνατόν, τῆς φωνῆς τῶν λόγων τοῦ Κυρίου ἀκουτιστήν, τῶν πρώτων ἀρχόντων τὸν ἕνα διὧν νόμος, πάλαι ἐλαλήθη ᾄσμασι μέλψωμεν.
Γαβριὴλ τὸν μύστην καὶ λειτουργόν, Θεοῦ πρὸς ἀνθρώπους εὐδοκίας τῆς ἐν σαρκί, τὸν τῆς παγκοσμίου χαρᾶς προαγγελέα, τὸν θεῖον νυμφόστολον ὕμνοις τιμήσωμεν.
Τοὺς δύο φωστῆρας τῆς τριλαμποῦς, μιᾶς θεαρχίας τῶν Ἀγγέλων τοὺς ἀρχηγούς, τοὺς Ἀρχιστρατήγους δυνάμεως Κυρίου, τοὺς τῶν πιστῶν προστάτας ἀνευφημήσωμεν.
Μιχαὴλ Ἀρχάγγελε τοῦ Χριστοῦ, μὴ ἔλθῃς ὡς λέων ἀγριώτατος ἐπἐμέ, μηδὲ τὴν ψυχήν μου ἁρπάσῃς ὡς στρουθίον, ἐν ὥρᾳ τοῦ θανάτου σύ μοι βοήθησον.
χω σε προστάτην καὶ βοηθόν, φύλακα καὶ σκέπη τῆς ψυχῆς μου τῆς ταπεινῆς, Μιχαὴλ πρωτάρχα καὶ μέγα Ταξιάρχα, ἐν ὥρᾳ τοῦ θανάτου σύ μοι βοήθησον.
Χαίροις ἱερώτατε Γαβριήλ, χαίροις πρωτοστάτα τῶν Ἀγγέλων προμηνητά, χαίροις τὸ Χαῖρε μηνύσας τῇ Παρθένῳ, ἐν Ναζαρὲτ τῇ πόλει, σὲ μεγαλύνομεν.
Τοὺς ὑμνολογοῦντας διηνεκῶς, ὑμᾶς θεῖοι νόες ἐν τῷ θείῳ ὑμῶν ναῷ, ἐξ ἁπάσης βλάβης καὶ σκότους αἰωνίου, Ἀρχάγγελοι Κυρίου πάντας λυτρώσασθε.
Νόων θείων πάντων τὴν καλλονήν, σκέπην Ὀρθοδόξων μοναζόντων προασπιστάς, Μιχαὴλ τὸν μέγαν καὶ Γαβριὴλ τὸν θεῖον, τοὺς θείους Ταξιάρχας ἀνευφημήσωμεν.
Πηγὴ ἁγιάσματος τῆς Μονῆς, Ἀρχάγγελοι θεῖοι ὑπὲρ κολυμβήθραν τοῦ Σιλωάμ, καὶ τοῦ ἐν ταῖς Χώναις κοινῶς πᾶσι παρέχει, τοῖς πίστει προσιοῦσιν ἀεὶ ἰάματα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
χος πλ. β'
λησον μς, Κριε, λησον μς, πσης γρ πολογας ποροντες, τατην σο τν κεσαν, ς Δεσπτη, ο μαρτωλο προσφρομεν, λεσον μς.
Δξα...
Κριε, λησον μς, π σο γρ πεποθαμεν, μ ργισθς μν σφδρα, μηδ μνησθς τν νομιν μν, λλ' πβλεψον κα νν, ς εσπλαγχνος, κα λτρωσαι μς κ τν χθρν μν, σ γρ ε Θες μν, κα μες λας σου, πντες ργα χειρν σου, κα τ νομ σου πικεκλμεθα.
Κα νν...
Τς εσπλαγχνας τν πλην νοιξον μν, ελογημνη Θεοτκε, λπζοντες ες σ, μ στοχσωμεν, υσθεημεν δι σο τν περιστσεων, σ γρ ε σωτρηρα το γνους τν χριστιανν.

ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
    πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, πρωτοστάται τῶν σεπτῶν, καὶ ὑπερκοσμίων ταγμάτων καὶ νοερῶν οὐσιῶν, Μιχαὴλ πρωτάγγελε καὶ φαεινὲ Γαβριήλ, τοὺς τῷ θείῳ ναῷ ὑμῶν ἐμμένοντας πίστει, καὶ πόθῳ γεραίροντας ὑμᾶς ἑκάστοτε, ῥύσασθε ἐκ βλάβης παντοίας, καὶ ἐκ πολυτρόπου κακίας, καὶ τῆς βασιλείας ἀξιώσατε.
Πάντων, Ἀσωμάτων ἀρχηγοί, θεῖοι Ταξιάρχαι τῶν ἄνω θείων Δυνάμεων, μέγιστοι Ἀρχάγγελοι, θεῖοι ἀσώματοι, τοὺς θερμῶς προσεδρεύοντας ὑμῶν τῷ τεμένει, καὶ ζέοντι πνεύματι ὑμᾶς γεραίροντας, πάντας ἐκ δεινῶν πολυτρόπων, καὶ ἀνυπερβλήτων σκανδάλων, καὶ δεινῶν παντοίων ἐκλυτρώσασθαι.
Πάντων, σωμάτων οἱ χοροί, πάντων οὐρανίων Ταγμάτων οἱ νοεροὶ θεωροί, πάντας ἡμᾶς ῥύσασθε ἐκ πάσης θλίψεως, καὶ ἐκ πάσης κακώσεως καὶ πάσης ἀνάγκης, μελλούσης τε θλίψεως καὶ ἐνεστώσης ὀργῆς, πόθῳ τοὺς ὑμᾶς εὐφημοῦντας, καὶ προσκαρτεροῦντας ἐν πίστει, τῷ ναῷ ὑμῶν θεοειδέστατοι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου