Πέμπτη 22 Σεπτεμβρίου 2016

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΝ ΤΟΝ ΜΕΓΑΝ ΠΑΤΡΙΑΡΧΗΝ ΑΛΕΞΑΝΔΡΕΙΑΣ.



Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.  
Ἀμήν

ἱερεύς·
Εὐλογητὸς Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τὴ ἀληθεία σου, εἰσάκουσόν μου ἐν τὴ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισεν μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτησα. Διαπέτασα  πρὸς σὲ τὰς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισὸν μοὶ κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾗρα τὴν ψυχήν μου. Ἐξελοὺ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμί.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Ἱεράρχην καὶ Ποιμένα τὸν ἄκακον, οἱ διαφόροις πειρασμοῖς συνεχόμενοι, ἐκλιπαροῦντες κράξωμεν ἐκ βάθους ψυχῆς. Πάτερ Ἀθανάσιε, ἱκεσίαις σου ῥυσαί, ἡμᾶς ἐκ περιστάσεων, νόσων τε καὶ κινδύνων, καὶ πάσης ἄλλης βλάβης καὶ φθοράς, ὡς παρρησίαν ἔχων πρὸς Κύριον.
Δόξα καὶ νῦν.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς. Δέσποινα βοήθησον, ἐφ` ἡμῖν σπλαχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοῦς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Εἶτα τὸν Ν`. ψαλμὸν
λέησον μέ, Θεός, κατὰ τὸ μέγα Ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου,  ἐξαλεῖψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα,  ὅπως ἂν δικαιωθεὶς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς  ἐν τῷ κρίνεσθαι Σέ. Ἴδού γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδού γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί  τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεὶς με ὑσσώπω καὶ καὶ καθαρισθήσομαι, πλυνεῖς μὲ καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.  Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινομένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξαλεῖψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ  ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνησον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ  ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ πνεῦμά Σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σοῦ, καὶ πνεύματι ἡγεμονικῷ στηριξὸν μὲ . Διδάξω ἀνόμους τάς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥυσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τηνα αἴνεσίν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὒκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινομένην ὁ Θεὸς οὒκ ἐξουδενώσει. Ἀγάθυνον,  Κύριε , ἐν τῇ εὐδοκίαν Σου τὴν Σιῶ, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.  

Ἀρχόμεθα τοῦ κανόνος τοῦ Ἁγίου Ἀθανασίου
Ὠδὴ α`. Ἦχος πλ. δ`. Ἁρματηλάτην Φαραώ.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
νατολῆς τῶν ἀρετῶν γενόμενος ἥλιος ἄδυτος, Ἀθανάσιε Πάτερ, τοῖς νῦν πρὸς τὴν σκέπην σου, ἐν πίστει καταφεύγουσι, φωτισμὸν σωτηρίας μετάδος ταῖς σαῖς δεήσεσι, λύων τὴν ἀχλὺν τῶν παθῶν ἡμῶν.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θηριωδῶς τε καὶ ἀσέμνως ἅπαντα σχεδὸν τὸν βίον μου, καταδαπανήσας μωρὸς καὶ ἄσωτος, εἰς ἐμαυτὸν γενόμενος, τῇ Πηγῇ σου προστρέχω, καὶ σοὶ βοῶ, Ἀθανάσιε, σῶσον μὲ θερμαῖς σοῦ δεήσεσιν.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
ξιόχρεως τὴν ᾠδὴν ὑφαίνομεν Πηγή σου τῇ ἱερᾷ, διὸ καὶ πρὸς ταύτην, Πάτερ Ἀθανάσιε, ἐν πίστει καταφεύγομεν, ἐξαιτούμενοι χάριν, ἡμῖν δοθῆναι καὶ ἄφθονον, ῥῶσιν δι` αὐτῆς τῶν παθῶν ἡμῶν.
Θεοτοκίον
Στρέψον ἐμοὶ τὸν κοπετὸν τῆς νόσου μου εἰς ὑγιείας χαράν. Τὸν σκοτεινὸν σάκκον τὸν τῆς καχεξίας μου, Παρθένε διαρρήξασα, τὴν φαιδρὰν εὐεξίας, περιζωσον εὐφροσύνην μέ, καὶ ἀγαλλιάσεως πλήρωσον.

Ἱερεύς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ γ`. Ὁ στερεώσας κατ` ἀρχάς.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νῦν τὸν κακὸν ἀγαθός, τὸν ἐν πολλῇ ἀσπλαχνίᾳ, ἀκένωτος κρατὴρ τοῦ ἐλέους τὸν αἰσχρὸν τὸν ῥυπαρόν, καθαρὸς ἀποπλῦνον, Ἀθανάσιε Πάτερ, καὶ ταῖς πρεσβείαις σου σῶσον με.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
ειλαμπὴς ὥς περ ἀστήρ, ἀνατολαῖς τῶν θαυμάτων, καταυγάσας τὴν ὑφήλιον πᾶσαν, τῶν παθῶν ἡμῶν, Σοφέ, τὸν σκοτασμὸν ἀπέλασον, καὶ πειρασμῶν ὁμίχλην, ταῖς σαῖς λιταῖς διασκέδασον.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὲ ἀνύμνῳ πανευλαβῶς καὶ γοερὼς ἱκετεύω, ἐξελοῦ μὲ ἐκβοὼν τὸν σὸν δοῦλον, Ἀθανάσιε Σοφέ, κινδύνων τε καὶ θλίψεων, ταῖς θείαις σοῦ πρεσβείαις, καὶ τῆς μελλούσης κολάσεως.
Θεοτοκίον
Εἰ καὶ κατήντησα, Σεμνή, εἰς λάκκον ταλαιπωρίας, καὶ εἰς βόθρον ἀπογνώσεως ὅλος, ἀλλ` εἰδὼς σοῦ τὴν πολλὴν καὶ ἄμετρον συμπάθειαν, χεῖράς σοι ἀνατείνω. Ὅθεν οἰκτείρασα σῶσον με.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ δ`. Σύ μου ἰσχὺς Κύριε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
λαστικά, δέχου σοῦ δούλου ἐγκώμια, Ὀρθοδόξων στῦλε καὶ κραταίωμα, καὶ καταφύγιον ἀψευδές, καὶ κατεγνωσμένῳ ἐμοὶ γενοῦ ἱλαστήριον, καὶ ῥυσαὶ μὲ τοῦ Ἅδου, τῆς πικρὰς καταδίκης, ταῖς λιταῖς σοῦ, Σοφὲ Ἀθανάσιε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
στεναγμός, Νινευϊτὼν προσδεξάμενος, Παντοκράτωρ Θεός τε καὶ Κύριος, τὴν ὀφειλὴν τῶν ἁμαρτιῶν, πᾶσαν τὴν ἐκείνων, ἀφῆκε, Πάτερ ὡς εὔσπλαχνος. Διὸ σὲ ἱκετεύω, ἐξιλέωσον τοῦτον, παραβλέψαι κα`μοὺ τὰ ἐγκλήματα.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νόσου δεινῆς, πυρὸς σεισμού τε καὶ θλίψεως, καὶ παντοίας βλάβης, Ἀθανάσιε, τὸν σὸν οἰκέτην ἐκλιπαρῶ, ἀπάλλαξον τάχος, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, καὶ ῥυσαὶ μὲ τῆς τούτων χαλεπῆς τυραννίδος, καὶ θανάτου ἀώρου ἑξάρπασον.
Θεοτοκίον.
ῶσιν ψυχῆς, ῥῶσίν μοι σώματος δώρησαι, ἵνα πράττω καὶ ποιῶ τὸ θέλημα, τοῦ σου Υἱοῦ φόβῳ καὶ χαρά. Καὶ γὰρ ἐξισχύεις, ὡς Μήτηρ οὖσα τοῦ Κτίστου μου, καὶ πράττεις ὅσα θέλεις, τοῖς ἐν πίστει καὶ πόθῳ τῇ σῇ σκέπη, Παρθένε, προστρέχουσιν.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ ε`. Ἵνα τὶ μὲ ἀπώσω.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
λακὴν τὴν Ἀρείου, τοῦ παραφρονήσαντος σοφὼς ἐφίμωσας, τοῦ Πατρὸς τὸν Λόγον ὁμοούσιον, σύ Ἀθανάσιε, ἐκδιδάξας σέβειν, ὂν ἰλεούμενος μὴ παύσῃ ἀβλαβεῖς συντηρεῖσθαι τοὺς δούλους σου.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μὴ παρίδῃς μέ, Πάτερ, πλείσταις περιστάσεσι, ζάλαις καὶ θλίψεσι πανταχόθεν οἴμοι! Συνεχόμενον καὶ πιεζόμενον, ἀλλὰ φρούρησον μὲ ὑπὸ τὴν σκέπην σου τὴν θείαν, καὶ ταῖς θείαις πρεσβείαις σου σῶσον με.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νομοθέτης κατέστης, καὶ τῶν εὐσεβούντων φωστήρ, Ἀθανάσιε. Διό σοι βοῶμεν, ταῖς λιταῖς σοῦ ἡμὰς καθοδήγησον, εἰς ὁδὸν εὐθεῖαν τῶν του Κυρίου θελημάτων, καὶ κακίας δαιμόνων ἑξάρπασον.
Θεοτοκίον.
μαρτίαις ἐπαύξω, ἄλλας ἁμαρτίας ὁ τλήμων ἑκάστοτε, καὶ ἐπισυνάγω τῆς Γεέννης, τὸ πῦρ τὸ ἀνύποιστον, ἐν τῇ παναθλίᾳ ἐμοῦ ψυχή, ἀφ` οὐ μὲ ῥυσαί, πρὸ τῆς πείρας ἐκείνης Πανάμωμε.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ στ`. Ἰλάσθητί μοι Σωτήρ.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱεράρχα Χριστοῦ, τοὺς ὁμωνύμους σοὶ φυλάττε, καὶ πάντας τοὺς εὐσεβεῖς, τοὺς εἰς τὴν ζωήρρρυτον, Πηγήν σου προστρέχοντας, ἐκ παντὸς κινδύνου, σαῖς λιταῖς, καὶ περιστάσεσιν.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νοσήματα χαλεπά, ἐξ ἐμοῦ ποίησον, Πάνσεπτε, παρακαλῶ σὲ θερμώς, καὶ πᾶσαν τὴν κάκωσιν ψυχῆς τε καὶ σώματος, ταῖς θείαις λιταῖς σου, καὶ κινδύνους καταδίωξον.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
νύσας ἐπὶ τῆς γῆς, μεγάλους ἄθλους, Μακάριε, δεινῶν ἡμὰς φοβερῶν, καὶ πάσης κακώσεως, ἐκλύτρωσαι τάχιον, ταῖς πρὸς τὸν Σωτηρὰ πανιέροις σοῦ δεήσεσι.
Θεοτοκίον.
Φωτὶ ἀπείρῳ τοῦ σου, προσώπου μὲ καταλάμπρυνον, Παρθενομῆτορ Ἁγνή, βυθοῦ ἀπογνώσεως ἀεὶ ἀπαλλάττουσα, καὶ πρὸς μετανοίας τοὺς λιμένας ἐμβιβάζουσα.
Διάσωσον ἀπὸ παντοίων κινδύνων καὶ θλίψεων, Ἱεράρχα, τοὺς τὴν σὴν γεραίροντας Πηγὴν τὴν σωτήριον, ὡς ἔχων παρρησίαν ἐν Κυρίῳ.
χραντε, διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ` ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Μετὰ δὲ τὴν ἐκφώνησιν Κοντάκιον.
Ἦχος δ`. Προστασία τῶν Χριστιανῶν.
Προστάτα τῶν πιστῶν ἀκαταίσχυντε, καὶ ἱκέτα πρὸς Χριστὸν Ἱερώτατε, μὴ παρίδῃς Ἀθανάσιε τῶν σὲ ὑμνούντων φωνάς, ἀλλὰ σπεῦσον ἀγαθέ, εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον ὡς οἰκτιρμῶν, καὶ ῥυσαὶ δεινῶν παντοίων, καὶ λοιμικὼν ἀσθενειῶν, ταῖς πρὸς τὸν Κτίστην πρεσβείαις σου.

Εἶτα τὸ Α´. Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ ἦχου.
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ μὲ πάθη* ἀλλ΄ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Δίς
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου* ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δίς
Δόξα
Ἁγίῳ Πνεύματι, πᾶσα ψύχη ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικη Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν
Ἁγίῳ Πνεύματι ἀναβλυζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Καὶ εὐθὺς τὸ προκείμενον. Ἦχος δ`.
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴνοἰκουμένην.

Ἱερεὺς
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου..
Ὃ Χορός.
Κύριε ἐλέησον (τρὶς)
Ὁ Ἱερεὺς
Σοφία΄ ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὃ Χορὸς΄
Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεὺς
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου, τὸ ἀνάγνωσμα. Προσχῶμεν
Ὃ Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἱερεὺς
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννην. ( Ι`. 9-1 6)
Εἶπεν ὁ Κύριος. Ἐγὼ εἶμι ἡ θύρα, δι` ἐμοῦ ἐὰν τὶς εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτῃς οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψη, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἶμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δέ, καὶ οὐκ ὧν ποιμήν, οὐ οὔκ εἰσι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγὼ εἶμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμᾶ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει μὲ ὁ Πατήρ, κα`γῶ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὔκ ἐστιν ἐκ τῆς αὐλῆς ταύτης, κα`κείνα μὲ δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Ὁ Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα.
Ταῖς του Ἱεράρχου
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου
Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Καὶ τὸ Προσόμοιον.
Ἦχος πλ. β`. Ὅλην ἀποθέμενοι
Πολλοῖς συνεχόμενος, νῦν πειρασμοῖς ὁ παντλήμων, πρὸς σὲ Ἀθανάσιε καταφεύγω, σῶσον μὲ τὸν ἀνάξιον, τὸν πολλὰ πταίσαντα. Ὡς οὐδεὶς ἄλλος γάρ, ἐν ἀνθρώποις ἐπλημμέλησα. Διὸ τὴν θείαν σου, χάριν ἐξαιτῶ ὁ πανάθλιος, προφθάσας σύ μὲ οἲκτειρον, σαῖς πρὸς τὸν Δεσπότην δεήσεσι. Καὶ μὴ μὲ ἐάσῃς εἰς τέλος κινδυνεύειν τὸν εἰς σέ, πᾶσαν ἐλπίδα μου θέμενον, πιστῶν τὸ διασωσμα.

Ἱερεύς·
Σῶσον, Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, Νικολάου του εκ Νάξου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ Ἁγίοις Πατρός ἡμῶν Ἀθανασίου τοῦ Μεγάλου Πατριάρχου Ἀλεξανδρείας, ου τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων· Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.
Ὁ χορὸς· Κύριε, ἐλέησον  (ιβ´).
Ὁ Ἱερεύς·
λέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὐ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς·
Ἀμήν.

Εἶτα, ἀποπληροῦμεν τάς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
Ὠδὴ ζ`. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
υεὶς Πάτερ καὶ σῴζεις, ταῖς θερμαῖς σοῦ πρεσβείαις τοὺς πεφευγότας εἰς σέ. Καὶ γὰρ εἰ μὴ ἐφρούρεις, ἡμᾶς τοὺς σοῦς οἰκέτας, ἀπολώλαμεν ἅπαντες, καὶ ἐγεννήθημεν ἂν καταβρωμα δαιμόνων.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
πηρείας παντοίας, Ἀθανάσιε Πάτερ, πιστῶν τὸ καύχημα, κινδύνων ἀδοκήτων, καὶ λύπης τὸν σὸν δοῦλον, ταῖς πρεσβείαις σου λύτρωσαι, καὶ ἐκ ποικίλων ἀεὶ ἀσθενειῶν μὲ ῥυσαί.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν ψυχήν μου, ὢ Πάτερ, κατανύξεως πλῆσον καὶ εὐλαβείας θερμῆς, τὴν θείαν ὅπως βρέχω, Εἰκόνα σου, Θέοφρον, ταῖς ῥοαῖς τῶν δακρύων μου, καὶ ἀποπλύνω ἀεὶ τὸν ῥύπον τῶν παθῶν μου.
Θεοτοκίον.
ξ ἱδρώτων καὶ κόπων, στεναγμῶν τε καρδίας, Θεογεννήτρια, συναίσθησις γεννᾶται, ἀπάθεια δ` ἐκ ταύτης, ἧς καὶ φθάσαι τοὺς πρόποδας, ἀξιωθείην ἐγὼ ὁ πταίσας ὑπὲρ πάντας.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ η`. Τὸν Βασιλέα.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
ζωηφόρος, καὶ γλυκυτάτη Πηγή σου, διαλύει, Ἀθανάσιε Πάτερ, νόσους καὶ κινδύνους ταῖς πρὸς Θεὸν εὐχαῖς σου.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νόσων παντοίων, τοὺς προσκυνοῦντας ἐν πόθῳ, τὴν πανσεβαστὸν Εἰκόνα σου θέοφρον, ῥυσαὶ θλίψεων καὶ πόνων, λιταῖς σοῦ Ἱεράρχα.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
θανασίου, τῷ Ἰατρείῳ προσφεύγω, πρὸς αὐτὸν γοερὼς ἀνακράζων, ῥυσαὶ μὲ Πάτερ, κινδύνων ταῖς εὐχαῖς σου.
Θεοτοκίον.
να δοξάζω, καὶ προσκυνῶ μετὰ δέους, σοῦ τὸ πάνσεπτον ὄνομα, Κόρη, θλίψεως μὲ πάσης, ἐκλύτρωσαι καὶ βλάβης.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ θ`. Ἐξέστη ἐπὶ τούτῳ
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
κέτην σὲ καὶ πρέσβυν πρὸς τὸν Θεόν, πρεσβευσόμενον Πάτερ συγχώρησιν, ἁμαρτιῶν, καὶ τῶν ὀφλημάτων καὶ τῶν χρεών, ἀποκοπὰς αἰτούμενον, θείους μιμησάμενον οἰκτιρμούς, προβάλλομαι προθύμως, ἐλπίδι τῆς πρεσβείας, τῆς σῆς. Θέοφρον, στηριζόμενος.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νυμφῶνος ἀθανάτου ἐπιτυχεῖν, καὶ τρυφῆς Παραδείσου ἀξίωσον, τὸν ἐπὶ γῆς, θεῖον σὲ προστάτην μετὰ Θεόν, θεῖον ἱκέτην ἔχοντα, ὑπέρμαχον μέγαν καὶ ἰατρόν. Διὸ ἐνδιαθέτως, τολμῶντα ταῦτα λέγειν, σῶσον μὲ Πάτερ, ταῖς πρεσβείαις σου.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
πόσης εὐφροσύνης καὶ φωτισμοῦ, καὶ χαρὰς ὑπερμέτρου πληρούμεθα! Σοῦ τῇ σεπτή, Πηγῇ προσπελάζοντες εὐλαβῶς. Προρρέει γὰρ οὐράνιον, καὶ θεῖον, Ἀθανάσιε γλυκασμόν, διώκοντα τὰ πάθη, τῶν πόθων σὲ τιμώντων, τὴν ὑγίειαν δωρούμενον.
Θεοτοκίον.
Μαρία Θεοτόκε, σύ τῆς ἐμῆς, ταλαιπώρου καρδίας τὰ τραύματα καὶ τῆς ψυχῆς ἕλκῃ τὰ δυσίατα καὶ πολλά, καὶ τῆς σαρκός μου Δέσποινα, θεία ἐπισκέψει σου τάς δεινάς, θεράπευσον ὀδύνας, καὶ λῦσόν μου τάς νόσους, τάς τῆς ψυχῆς τε καὶ τοῦ σώματος.

Καὶ εὐθὺς ψάλλομεν τό.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν Ἀειμακάριστον, καὶ Παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ Ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Ἱερεὺς θυμιὰ τὸ Ἃγ. Θυσιαστήριον, τάς Ἁγίας Εἰκόνας, καὶ τὸν Λαόν, ἢ τὸν οἶκον ὅπου ψάλλεται ἡ παράκλησις καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα μεγαλυνάρια.
Τὸν ἐν Ἱεράρχαις θαυματουργόν, καὶ τὸν ἐν κινδύνοις ἀπροσμάχητον βοηθόν, τὸν θεῖον ποιμένα καὶ λάτριν τοῦ Δεσπότου, Ἀθανάσιον Μέγαν, ὕμνοις τιμήσωμεν.
Τῶν Ἀρχιερέων τὴν καλλονήν, καὶ τῆς Ἐκκλησίας ἐγκαλώπισμα τὸ τερπνόν, καὶ ἡμῶν τῶν πάνυ ἁμαρτωλῶν προστάτην, Ἀθανάσιον Μέγαν δοξολογήσωμεν.
Χαίροις Ἐκκλησίας θεῖε ἀστήρ, οἰκουμένης δόξα, Ἱερέων ὑπογραμμός, Πατέρων λαμπρότης, τῆς χάριτος δοχεῖον, Χριστιανῶν προστάτα, ὢ Ἀθανάσιε.
χει μὲν τὸ πνεῦμά σου οὐρανός, ἡμεῖς δὲ πλουτοῦμεν τὴν Εἰκόνα σου τὴν σεπτήν, ἢν περικυκλοῦντες μετ` ἀνεικάστου πόθου, τιμοῦντες προσκυνοῦμεν, ὢ Ἀθανάσιε.
Τῷ Θεῷ τῶν ὅλων νῦν παρεστώς, αἴτησαι πταισμάτων τοῖς τιμῶσι σὲ παρ` αὐτοῦ, ἄφεσιν δοθῆναι Ἀθανάσιε Πάτερ, καὶ τῶν ἐπερχομένων δεινῶν τὴν λύτρωσιν.
Φυλάττε καὶ σκέπε ταῖς σαῖς εὐχαῖς, πάντας τοὺς τιμῶντας τὴν ζωήρρυτόν σου Πηγήν, καὶ τὴν σὴν Εἰκόνα, καὶ αἰωνίως ῥυσαί, ἐκ θλίψεως παντοίας, ὢ Ἀθανάσιε.
Θεοτοκίον.
Δέσπoτα φιλάνθρωπε Βασιλεῦ, μὴ ἀκούσω τότε ἐν ἡμέρᾳ τῇ φοβερά,φωνῆς τῆς ὀργῆς σου εἰς πῦρ ἀποπεμπούσης, ἀλλ` οἴκτειρον πρεσβείαις τῆς κυησάσης σέ.
Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς  (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·
τι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης·  Ἀμήν.

Εἶτα τὸ παρόν Ἀπολυτίκιον.
Ἦχος γ`. Θείας Πίστεως.
Στῦλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων τὴν Ἐκκλησίαν, Ἱεράρχα Ἀθανάσιε, τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα καὶ νῦν. Θεοτοκίον.
Θρόνος πάγχρυσος τοῦ βασιλέως, καὶ παράδεισος διηνθισμένος, ἀνεδείχθης, Θεοτόκε Πανάχραντε. Τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν. Ὅθεν ἅπαντες Θεοῦ ἀληθῶς Μητέρα σέ, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.
Τά τροπάρια ταῦτα.
Ἦχος πλ. β΄
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ ἐπιβλέψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σύ γὰρ εἰ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σύ γὰρ εἰ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Εἶτα μνημονεύει καὶ πάλιν ὁ Ἱερεύς, καὶ μεθ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμη, πόλει, νήσω) ταύτη, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν  (ἡ κώμην, ἢ χώραν, ἢ νῆσον ἢ μονὴν) ταύτην (ἢ τὸν οἶκον  τούτον), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς. 
Ἒτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι……..
Ἐπάκουσον ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς………..
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·  Ἀμήν.

Ὁ Ἱερεύς·
Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου  (τοῦ Ναοῦ)·  τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ έν Ἁγίοις Πατρός ἡμῶν Ἀθανασίου τοῦ Μεγάλου Πατριάρχου Ἀλεξανδρείας, ου καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Πρὸ δὲ τοῦ δι᾿ εὐχῶν τά ἀκόλουθα:
Προσόμοια. Ἦχος β`.
Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
μνοις Ἀθανάσιε τὴν σήν, Κρήνην τὴν ζωήρρυτον ὄντως, καὶ ἀνεξάντλητον, τὴν ἀναβλυστάνουσαν ῥεῖθρα ἰάσεων, καὶ προχέουσαν χαρίτας πᾶσι τοῖς αἰτοῦσι, συμφώνως αἰνέσωμεν κατασπαζόμενοι, πόθῳ τὴν σεπτήν σου Εἰκόνα, πιστῶν παραμύθιον οὖσαν, καὶ τῶν νόσων φάρμακον ἀποίκιλον.
Δόξα.
Πᾶσι τῇ Πηγῇ σου εὐλαβῶς, καὶ τῇ πανσεβαστῷ Εἰκόνι σου καταφεύγουσιν, Ἱεράρχα ἔνδοξε ὢ Ἀθανάσιε, χορηγεῖς τὰ αἰτήματα ταῖς σαῖς ἱκεσίαις, τάχιστα ῥυόμενος τῶν ἀδοκήτων δεινῶν, λύπης καὶ παντοίων κινδύνων, νόσων ἐμπρησμοὺ καὶ σεισμού τε, λοιμοῦ καὶ λιμοῦ τε καὶ τῶν θλίψεων.
Καὶ νῦν.
Πάντες προσκυνοῦμεν σὲ πιστῶς, Μῆτερ τοῦ Θεοῦ τῶν ἁπάντων, εὐλογημένη Ἁγνή, ἈχραντεΠαναμωμε Θεοχαρίτωτε, ῥυσαὶ πάντας τῶν θλίψεων, τῇ σῇ μεσιτεία, δυσωπεῖ σὲ Δεσπότα ὁ Ἀθανάσιος, μετὰ τῶν Ἁγίων ἁπάντων, οἰκτεῖρον ἡμὰς σῷ ἐλέει, Παναγία Δέσποινα Παντάνασσα.

Δι' εὐχῶν

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου