(Κοσμᾶν καὶ Δαμιανόν, Κῦρον καὶ Ἰωάννην,
Παντελεήμονα καὶ Ἐρμόλαον, Σαμψὼν καὶ Διομήδη, Μώκιον καὶ Ἀνίκητον, Θαλλέλαιον
καὶ Τρύφωνα.)
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τὴ ἀληθεία σου,
εἰσάκουσόν μου ἐν τὴ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ
δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς
τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισεν μὲ ἐν σκοτεινοῖς ὡς
νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν
χειρῶν σου ἐμελέτησα. Διαπέτασα
πρὸς σὲ τὰς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.
Ταχὺ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου
ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον. Ἀκουστὸν ποίησόν μοι
τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισὸν μοὶ κύριε, ὁδὸν ἐν ᾗ
πορεύσομαι, ὅτι πρὸς σὲ ᾗρα τὴν ψυχήν μου. Ἐξελοὺ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς
σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι
σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ
ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνη σου ἑξάξεις ἐκ
θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ
ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμί.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου.
Στιχ. α´.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ
ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου
ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ)
Τάς χαμαιζήλους ἡδονὰς συμπατοῦντες,
καὶ ἀναργύρων τάς νόσους ἰώμενοι, Ἀνάργυροι πανεύφημοι καὶ θεῖοι Ἰατροί, πρὸς
Χριστοῦ ἐστέφθητε, Οὐρανίοις στεφάνοις, ὅθεν ἱκετεύομεν σκοτασμοὺ ἁμαρτίας, καὶ
νοσημάτων ῥύσασθαι ἡμᾶς, τὸν ἐπὶ πάντων Θεὸν ἱκετεύοντες.
Δόξα πατρί…. Ἀπολυτίκιον. Ἦχος πλ δ’
Ἅγιοι Ἀνάργυροι καὶ
θαυματουργοί, ἐπισκέψασθε τάς ἀσθενίας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
Καὶ νῦν «Θεοτοκίον»
Τῇ Θεοτόκῳ μετὰ δέους ἐμφρόνως,
πάντες προσδράμωμεν κραυγάζοντες πόθῳ, Ὑπεραγία Δέσποινα Πανύμνητε, ῥυσαὶ τῷ ἐλέει
σου, ἀδοκήτων κινδύνων, πάσης περιστάσεως καὶ κολάσεως τάχος, καὶ πάσης νόσων
λύμης, Ἀγαθὴ , εὐλογημένη Μαρία Θεονυμφε.
Ψαλμὸς Ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ
μέγα Ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξαλεῖψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ
ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ
γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ
πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν
δικαιωθεὶς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι Σέ. Ἴδού γὰρ ἐν ἀνομίαις
συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδού γὰρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς
μοι. Ῥαντιεὶς με ὑσσώπω καὶ καὶ καθαρισθήσομαι, πλυνεῖς μὲ καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν
καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινομένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξαλεῖψον. Καρδίαν καθαρὰν κτίσον ἐν
ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνησον
ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ
τοῦ προσώπου Σου, καὶ τὸ πνεῦμά Σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σοῦ, καὶ πνεύματι ἡγεμονικῷ στηριξὸν μὲ . Διδάξω ἀνόμους
τάς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥυσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τηνα αἴνεσίν Σου. Ὅτι εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὒκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινομένην ὁ Θεὸς οὒκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε , ἐν τῇ εὐδοκίαν Σου τὴν
Σιῶ, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν
καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.
Ὠδὴ α’. Ἦχος πλ δ’. Ὑγρὰν
διοδεύσας.
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Πολλοῖς συνεχόμενος ἀλγεινοῖς,
πρὸς ὑμᾶς ἐνθέρμως καταφεύγων ἐκδυσοπῶ, ταῖς πρὸς τὸν Θεὸν ὑμῶν πρεσβείαις,
τούτων μὲ τάχος, Ἀνάργυροι ῥύσασθαι.
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Παθῶν καταφλέγει μου φλὸξ
δεινή, Ἀνάργυροι θεῖοι,τὴν καρδίαν καὶ τὴν ψυχήν, ταχέως οὖν ταύτην ἰετεύων ταῖς
ὑμετέραις δεήσεσι σβέσατε.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι
Νοσῶν πλείστοις πάθεσι χαλεποῖς,
πολλῶν ἐκ πταισμάτων, τῷ φαρμάκῳ τῶν δραστικῶν, ὑμῶν πρεσβειῶν πρὸς τὸν
Δεσπότην, ἐκλιπαρῶ ἰαθῆναι, Ἀνάργυροι.
Καὶ νῦν καὶ ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Συνέτισον τὸν δοῦλον σοῦ,
Μαριάμ, ἄνοιξόν μοι πύλας μετανοίας, καὶ ἐκ πυλών, τῆς θανατηφόρου ἁμαρτίας, τῇ
μεσιτεία σου ῥυσαὶ μὲ Δέσποινα.
Ὠδὴ γ ’. Οὐρανίας ἁψῖδος.
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Προστασίαις ταῖς θείαις ὑμῶν, Ἀνάργυροι
ῥύσασθε, ἐμὲ τὸν ἐν ζάλῃ καὶ τρικυμίαις τοῦ βίου ἐγκυματούμενον, ὑμᾶς γὰρ εὕρηκα,
μετὰ Θεὸν κυβερνήτας, πρὸς λιμέναν ἄσυλον καὶ ἀχείμαστον.
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἱκετεύω ἐν πόθῳ τὴν τῆς ψυχῆς
κάκωσιν, καὶ τάς σαρκικὰς ἀσθενείας μου ἰατρεύσατε, ὑμεῖς γὰρ Πάνσεπτοι, τὸν τῶν
ψυχῶν καὶ σωμάτων, ἰατρὸν τὸν Πάνσοφον ἐμιμήσασθε.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι
Χαλεπαῖς ἀρρωστίαις καὶ τακτικοῖς
πάθεσιν, ὅλῳ καθ’ ἑκάστην, Ἀνάργυροι, τηκομένῳ μοι, ταῖς πρὸς τὸν Κύριον, ὑμῶν ἐνθέρμους
πρεσβείαις, φάρμακα δωρήσασθε ἀλεξίπονα.
Καὶ νῦν καὶ ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Ἐπὶ κλίνῃς ὀδύνης ὀδυνηρὼς
κείμενος, σὲ ἐπικαλοῦμαι Παρθένε, κλῖνον τὸ οὖς σου ἐμοί, σπεῦσον τοῦ σώσαι μὲ
καὶ ἐξελέσθαι ἐν τάχει, πυρὸς ὑποσμύχοντος νῦν τὴν καρδίαν μου.
Ὠδὴ δ’. Εἰσακήκοα
Κύριε.
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τῶν παθῶν μου τὸν καύσωνα, καὶ
τὸν τῆς ἀθλίας ψυχῆς μου τάραχον, ταῖς εὐχαῖς ἠμ΄΄ὧν Ἀνάργυροι, σβέσατε ἐν
τάχει καὶ κατευνάσατε.
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἀπολαύοντες
πάντοτε, τῶν ἐκ τῆς Εἰκόνας ὑμῶν, Ἀνάργυροι, χαρισμάτων ἀναμέλπομεν, τὸν ὑμᾶς
δοξάσαντα ὑπεραγαθόν.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι
Ἐπὶ κλίνῃς μὲ κείμενον, καὶ
νόσον νοσοῦντα ψυχῆς καὶ σώματος, ὢ Ἀνάργυροι ἐγείρατε, ταῖς πρὸς τὸν Σωτήραν ὑμῶν
δεήσεσι.
Καὶ νῦν καὶ ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Ῥῶσιν δίδου μοι, Παναγνέ, ἐπικαμπτομένη
οἰκτραῖς δεήσεσι, πᾶσαν νόσον καὶ ἐπάχθειαν, ἐπιοῦσαν ἄφνω ἀναστέλλουσα.
Ὠδή ε’. Φώτισον ἡμᾶς.
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἔμπλησον ταχὺ τὴν ψυχήν μου
θείας χάριτος, τῶν Ἀναργύρων ἡ σεπτὴ Δωδεκάς, τοῦ προσιόντος τῇ σκέπῃ καὶ τῇ εἰκόνι
σου.
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Λύτρωσαι μὲ νῦν σαῖς πρὸς
Κύριον ἐντεύξεσι, δεινῆς ἐκ νόσου καὶ πάσης θλίψεως, ὢ Δωδεκὰς Ἰατρῶν ἀξιάγαστε.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι
Ἲασαι ψυχῆς τὰ πολλὰ πάθη καὶ
σώματος, ὢ Δωδεκὰς Ἰατρῶν Παμμακάριστε, τῶν μετὰ πόθου προσκυνούντων τὴν Εἰκόνα
σου.
Καὶ νῦν καὶ ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Ἅπαντα ἐχθρὸν δυσμενῶς ἐπιτιθέμενος,
ἡμῖν τοῖς δούλοις σοῦ, Πανάμωμε, θείῳ σοῦ κράτει, συμπατούσα ἑξαφάνισον.
Ὠδὴ στ’. Τὴν δέησιν,
ἐκχέω.
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Θανάτου καὶ συμφορῶν καὶ
θλίψεων, ἀπαλλάξατε δεινῶν τε παντοίων, ὢ Ἰατροὶ ἄμισθοι τῶν νοσούντων, τὸν εὐλαβῶς
πρὸς ὑμᾶς καταφεύγοντα, καὶ πάσης νόσου χαλεπῆς, ταῖς ὑμῶν ἱκεσίαις, Πανάγιοι.
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὡς τεῖχος ἐν τοῖς κινδύνοις ἄρρηκτον,
τὴν ὑμῶν ἐγκεκτημένοι εἰκόνα, ἐκ τῶν δεινῶν ἐκλυτρούμεθα πάντων, ἐσαεῖ λυτρωτὰς
ἐπιγραφόμενοι, σωτῆράς τε μετὰ Θεόν, εὐκλεέστατοι θεῖοι Ἀνάργυροι.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι
Ἐν κλίνῃ τῶν ἀνιατῶν παθῶν μου,
κατακείμενος, Ἀνάργυροι θεῖοι, ἐκλιπαρῶ τῆς θερμῆς ὑμῶν σκέπης, καὶ ἀντιλήψεως
μὴ μὲ στερήσητε, πρεσβεύοντες διηνεκῶς, ὅπως εὔρῳ ὑγείας ἀντίληψιν.
Καὶ νῦν καὶ ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Φιλεύσπλαχνε, τοῦ Θεοῦ
λοχεύτρια, ὢ Παρθένε Θεοτόκε Μαρία, τῇ πρὸς Θεὸν ἐκτενεῖ σοῦ πρεσβεία, τῶν
δυσχερῶν μὲ ἀπάλλαξον κραζοντα, δοξάζω σὲ μόνη Ἁγνή, Παναγία Θεονυμφε Δέσποινα.
Ἐπιβλέψον, ὢ Δωδεκὰς Ἀναργύρων ἁγία,
ἐπὶ τὴν ἐμὴν ψυχῆς τε καὶ σώματος κάκωσιν, καὶ ἴασιν δώρησαί μοι λιταῖς σοῦ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως,
ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκούσα,
δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Κοντάκιον.
Προστάται θερμοὶ καὶ φύλακες ἄγρυπνοι,
τῶν πίστει ἡμᾶς ἀνυμνούντων ὑπάρχοντες, ἐκ ψυχῆς βοῶμεν ὑμῖν, Ἀκέστορες
πάνσεπτοι σπεύσατε, καὶ ἐκ κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς παρρησίαν πρὸς Κύριον ἔχοντες.
Προκείμενον.
Τοῖς
Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος
Στίχος* Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.»
Εὐαγγέλιον. Ἐκ τοῦ
κατὰ Ματθαῖον
Τῷ καιρῷ ἐκείνῳ,
προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ
πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν
μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων ‘ εἰς ὁδὸν ἐθνῶν
μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε’ πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ
πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ, κηρύσσετε, λέγοντες ὅτι ἤγγικεν
ἡ βασιλεῖα τῶν Οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε,
δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι
Ταῖς
τῶν Ἀναργύρων πρεσβεῖες Ἐλεῆμον, ἑξάληψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Ταῖς
τῆς Θεοτόκου πρεσβεῖες Ἐλεῆμον, ἑξάληψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Προσόμοιον.
Στίχος.
Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα Ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
Σου, ἐξάλειψον τὸ ἀνόμημά μου
Μεταβολὴ θλίψεως πάσης, ἀπαλλαγὴ
παντοίας νόσου ὑπάρχουσα, Δωδεκὰς ἡ ἁγία Ἀναργύρων πανευκλεῶν, σῷζε πάντας ἐκ τῆς
ὀλεθρίας, τοῦ ἐχθροῦ ὁρμῆς καὶ ἐπηρείας, θείαις σοῦ πρὸς Κύριον ἐντεύξεσι.
Ὁ Ἱερεὺς .
Σῶσον ὁ Θεὸς τὸν λαόν Σου….
Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τὴν ὀξεῖάν μου νόσον, εἰς ὑγείαν,
Ἅγιοι μεταποιήσατε νῦν, ψυχὴν ὅμου καὶ σῶμα, ἰώμενοι τελείως, τοῦ βοῶντος πρὸς
Κύριον, ὃ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Θελητὴν τοῦ ἐλέους, τὸν Χριστὸν
κηρύξαντες, θεῖοι Ἀνάργυροι, αὐτὸν ἐκδυσωπεῖτε, λυτρώσασθαι κινδύνων, τοὺς ἐν πίστει
κραυγάζοντας, ὁ ἐν Ἁγίοις θαυμαστώς, Θεὸς εὐλογητὸς εἶ.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι
Σωμάτων ἰατῆρας, καὶ ψυχῶν
σητήρας ὑμᾶς ἐπιστάμενοι, δεόμεθα ἰᾶσθαι, καὶ σῴζειν τοὺς βοώντας, πρὸς τὸν
πάντων Σωτηρὰ Χριστόν, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Καὶ νῦν καὶ ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Ἐκ χειμῶνος τὸ ἔαρ, καὶ ἐκ
ζάλης γαλήνη, Ἁγνὴ προέρχεται, ἐκ ζόφου δὲ πταισμάτων, τὸ φῶς τῆς ἀπαθείας,
μετανοῖα εἰσέρχεται, οἱ ἐμπαθεῖς τοιγαροῦν θαρρῶμεν μεταγνόντες.
Ὠδὴ η’. Τὸν Βασιλέα.
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τοὺς βοηθείας τῆς παρ’ ὑμῶν
δεομένους, μὴ παρίδητε Ἀνάργυροι θεῖοι, ἀλλ’ ἐκ νόσου πάσης λυτρώσασθε καὶ
βλάβης.
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τῶν πειρασμῶν ὑμεῖς, προσβολὰς
τάς ποικίλας, ἐκδιώκετε Ἀνάργυροι πάσας, ταῖς πρὸς τὸν Δεσπότην θερμαῖς ὑμῶν
πρεσβείαις.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι
Τῶν νοσημάτων σύ, Ἰατρεῖα ἑτοίμη,
ἡ τῶν θείων ἐδείχθης Ἀναργύρων, Δωδεκὰς σοφή
τε καὶ ὄντως θαυμασία.
Καὶ νῦν καὶ ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Ἵνα τιμῶν ἀνύμνῳ μετὰ πόθου, τὸ
παμπόθητον, Μαρία, ὄνομά σου, νόσων καὶ κινδύνων ἐκλύτρωσαι μὲ τάχος.
Ὠδὴ θ’. Κυρίως
Θεοτόκον.
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ῥοήν μου τῶν δακρύων, δέξασθε ἀσμένως,
καὶ ταῖς λιταῖς ὑμῶν πάντα τὸν βόρβορον, τῶν νοσημάτων μου πλύνατε, ὢ Ἀνάργυροι.
Ἅγιοι τοῦ Θεοῦ
πρεσβεύσατε ὑπὲρ ἡμῶν
Χαρὰς τῆς αἰωνίου, πάντες σὺν Ἀγγέλοις
ἐπαπολαύοντες, θεῖοι Ἀνάργυροι, χαρὰς ἀλήκτου πληροῦτε καὶ τάς καρδίας ἡμῶν.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι
Λιμὴν καὶ ἰατρεῖον πέλει τῶν
νοσούντων, ἡ τῶν σοφῶν Ἰατρῶν σεβασμία Εἰκών, ἡ προσιόντες ἐν πίστει νόσων
λυτρούμεθα.
Καὶ νῦν καὶ ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Μαρία Θεοτόκε, τῶν Πιστῶν
χορείας, ἐξ ὁρατῶν ῥυομένη καὶ ἀοράτων ἐχθρῶν, σῷζε ἐκ πάσης φθορᾶς κινδύνων καὶ
θλίψεων.
Τὸ «Ἄξιόν ἐστιν»
καὶ τὰ ἀκόλουθα
Μεγαλυνάρια
Πάντων τῶν νοσούντων τοὺς Ἰατρούς,
πηγὰς ἰαμάτων, Ἀναργύρους τοὺς εὐκλεεῖς, δεῦετ συνδραμόντες οἱ φιλέορτοι
τούτους, χρεωστικὼς ἐν ὕμνοις δοξολογήσωμεν.
Ἀνάργυροι θεῖοι, θαυματουργοί, Ἰατροὶ
νοσούντων, ἰατρεύσατε τοὺς θερμώς, ἐπικαλουμένους ὑμᾶς παθῶν ποικίλων, ταῖς ὑμῶν
πρεσβείαις πρὸς τὸν Φιλάνθρωπον.
Μὴ παύσητε, Ἀνάργυροι Ἰατροί,
ψυχῶν καὶ σωμάτων, ἱκετεύειν ὑπὲρ ἡμῶν, τὴν σεπτὴν Τριάδα, ῥυσθῆναι ἐκ
κινδύνων, καὶ πάσης ἀσθενείας, ἡμᾶς καὶ θλίψεως.
Ἰάσεων ἅπαντες τάς πηγάς, ὀχετοὺς
ἀφθόνους, δωρημάτων τῶν του Θεοῦ, φωτὸς τοῦ αὐλοῦ, τὰ πάμφωτα δοχεῖα, τοὺς
θείους Ἀναργύρους ἀνευφημήσωμεν.
Δεῦτε οἱ ἐν νόσοις παντοδαπαῖς,
καὶ οἱ ἐν κινδύνοις, κατακείμενοι χαλεπῶς, σπεύσωμεν προθύμως, ἐν τούτῳ τῷ
τεμένει τῶν θείων Ἀναργύρων, καὶ σωθησόμεθα.
Τρύφωνα, Κοσμᾶς καὶ Δμιανός, ἅμα
Θαλλελαίω, καὶ τὸν Μώκιον τοὺς σοφούς, Σαμψών, Διομήδην, σὺν Κύρω, Ἰωάννῃ, καὶ
τὸν Ἀνίκητόν τε, ἀνευφημήσωμεν.
Τὸν Παντελεήμονα τὸν κλεινόν, σὺν
τῷ διδασκάλῳ, Ἐρμολάω τῷ θαυμαστῷ, Ἰουλιανώ τε φωστῆρας Ἐκκλησίας, καὶ τῶν πιστῶν
σωτῆρας, ὕμνοις τιμήσωμεν.
Ῥώσεως οὐκ εἶδεν ἄλλον μισθόν, ἀπαιτεῖν
ἢ μόνον, τὴν εὐσέβειαν πρὸς Θεόν, ἡ ἁγιωτάτη εἶκας τῶν Ἀναργύρων, ἐν ὕμνοις οὓς
τιμῶντες, ἀνευφημήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ
Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τῷ σωθῆναι ἡμάς.
Τρισάγιον
Ἀπολυτίκιο. Ἦχος πλ
δ’
Ἅγιοι
Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τάς ἀσθενίας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν
δότε ἡμῖν.
Ἀπόλυσις καὶ
ψάλλομεν τὰ ἑξῆς*
Ἦχος β’. Ὅτε ἐκ τοῦ
ξύλου.
Δεῦτε ὀρθοδόξων ἡ πληθύς, δεῦτε
τῶν Πιστῶν αἱ χορείαι κατασπασώμεθα, εἰκόνα τὴν πάνσεπτον, τῶν Ἀναργύρων Χριστοῦ,
Ἰατρῶν τῶν παθῶν ἡμῶν, πρὸς αὐτοὺς βοῶντες, ῥύσασθε Ἀνάργυροι, ἐκ τῶν κινδύνων ἡμᾶς,
νόσων καὶ παθὼν ἀνιατῶν, ταῖς εὐχαῖς ὑμῶν πρὸς τὸν Κτίστην, τοὺς ἡμᾶς τιμῶντας,
Πανσεβάσμιοι.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου