Κυριακή 2 Οκτωβρίου 2016

Παράκλησις Ὁσίας ΕΥΠΡΑΞΙΑΣ.



Παράκλησις Ὁσίας ΕΥΠΡΑΞΙΑΣ.
Ποίημα Ἡγουμένης Εὐπραξίας,
Ἱ. Μ. Ἁγ. Εὐπραξίας Δοκοῦ Ὕδρας, 1874.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Σοῦ τῷ σεπτῷ καὶ ἁγίῳ τεμένει, συναθροισθέντες οἱ πιστοὶ ὁμοφρόνως, ἐκλιπαροῦμεν πόθῳ σε σεμνή, ῥῦσαι τῆς κολάσεως, καὶ παθῶν τοὺς σοὺς δούλους, ὅπως μεγαλύνωμεν, τοὺς σεπτούς σου ἀγῶνας, οὓς ὑπὲρ Κυρίου ἧρας καρτερῶς, μῆτερ Ὁσία, Εὐπραξία ἀοίδιμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...

Ψαλμός ν’ (50).
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανὼν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τριάδι προσπίπτω παντουργικῇ, πειρασμοῖς ποικίλοις συνεχόμενος καὶ δεινοῖς, πρεσβείαις Θεέ μου Εὐπραξίας, δός μοι ταχὺ τούτων τὴν λύτρωσιν.
Νέμεις τὰς πλουσίας σου δωρεάς, χάριν Εὐπραξία εἰλυφυῖα παρὰ Θεοῦ, τοῖς πιστοῖς καὶ τούτους ἐκ κινδύνων, τῶν πολυτρόπων ταχέως ἐλαύνουσα.
Τῷ θείῳ ναῷ σου μῆτερ σεμνή, νυνὶ συνελθόντες συνεχόμενοι τοῖς δεινοῖς, βοῶμέν σοι ἀπαύστως Εὐπραξία, πάντας ἡμᾶς τούτων λύτρωσιν δώρησαι.
Θεοτοκίον.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς Σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
ς ἀείφωτος λύχνος ἐν ἀρεταῖς ἔλλαμψας, καὶ τὰς τῶν πιστῶν διανοίας σὺ κατεφώτισας, ὅθεν ἐν ᾄσμασιν, σὲ Εὐπραξία ὑμεῖς συνελθόντες, ἅπαντας μακαρίζομεν.
ς πολλὴν παῤῥησίαν πρὸς τὸν Χριστὸν ἔχουσα, ὑπὲρ σωτηρίας τῶν ψυχῶν ἡμῶν καθικέτευε, ὅπως χαρᾷ ἡμεῖς, εὐχαριστήριον ὕμνον, μῆτέρ σοι προσφέρομεν, παθῶν λυτρούμενοι.
Νικητὴς ἀνεδείχθης κατὰ παθῶν ἔνδοξε, καὶ τοῦ διαβόλου μανίαν πᾶσαν ἐτρόπωσας, ἀλλὰ προφθάσασα, καὶ τοὺς τιμῶντάς σε πόθῳ, Εὐπραξία λύτρωσαι, τούτου κακώσεως.
Θεοτοκίον.
Προστασίαν καὶ σκέπην ζωῆς ἐμῆς τίθημι, Σὲ θεογεννῆτορ Παρθένε Σύ με κυβέρνησον, πρὸς τὸν λιμένα Σου, τῶν ἀγαθῶν ἡ αἰτία,τῶν πιστῶν τὸ στήριγμα, μόνη Πανύμνητε.
κ θλίψεως, καὶ ἐκ κίνδυνων λύτρωσαι Εὐπραξία, τοὺς τὴν θείαν σου προστασίαν αἰτοῦντας, ὡς ἔχουσα τὴν πρὸς Θεὸν παῤῥησίαν.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε...

Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθ Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλησον (3)
Ἔτι δεόμεθα ὑπρ των δολων του Θεοῦ, (ὀνματα).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγί Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
ψωθεὶς ἀπονοίᾳ μου, ὀλισθήσας πάθεσι κατενήνεγμι, ἔγειρόν με κατακείμενον, ἐν βυθῷ Ὁσία ἀπογνώσεως.
υπαρὸς ὢν καὶ ἄσωτος, ψυχικοῦ ταράχου Ἁγία πέπλησμαι, αὐτὴν ζάλην καὶ κίνδυνον, καὶ τὴν ἀθυμίαν ἀποδίωξον.
Σὲ Ὁσία κεκτήμεθα, ἀσφαλῆ φρουρόν τε ἐν περιστάσεσιν, πρόστηθι ἡμῶν καὶ μὴ παρίδης δέ, Εὐπραξία ἐν ἡμέρᾳ θλίψεως.
Θεοτοκίον.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν Κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων Θεονύμφευτε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δώρησαι ἡμᾶς, Εὐπραξία τοὺς τιμῶντάς σε, ἐπὶ τῇ παρουσίᾳ τῇ φοβερᾷ, τοῦ Ἰησοῦ μου, λυτρωθῆναι τῆς κολάσεως.
Μή με Ἰησοῦ, ἀποῤῥίψῃς ἐκ προσώπου Σου, διὰ τὸ μέγεθος τῶν Σῶν οἰκτιρμῶν, ἀλλὰ δὴ σῶσον, ἱκεσίαις τῆς Ὁσίας Σου.
Νέμεις τοῖς πιστοῖς, τὰς αἰτήσεις πανθαύμαστε, διὸ ἡμῶν δεομένων τὸν Θεόν, σὺν Αὐτὸν ἵλεων, ὑπὲρ ἡμῶν νῦν ἀπέργασαι.
Θεοτοκίον.
μπλησον Ἁγνή, εὐφροσύνης την καρδίαν μου, τὴν Σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νοός μου, τὰς ἐκτροπὰς θεραπεύσας, καὶ καρδίας μου τὰ πάθη Ὁσία, σωματικῶν, ἀλγηδόνων με ῥῦσαι, καὶ ἐπηρείας ἁπάσης καὶ θλίψεως, καὶ δεῖξόν με ταῖς σαῖς λιταῖς, τοῦ ἐχθροῦ τῶν παγίδων ὑπέρτερον.
γίασε, σὲ ἀσκήσασαν Μῆτερ, ὁ πανάγαθος Θεὸς, Ὃν δυσώπει, ἁγιασμόν, τοῖς σοῖς δούλοις ἐκπέμψαι, καὶ φωτισμὸν τῶν πταισμάτων τὴν λύτρωσιν, προστάτις γὰρ παρὰ Θεοῦ, ἐχαρίσθης ἡμῖν ἀκαταίσχυντος.
Συνεῖναί με, τὸν πολλά σε ποθοῦντα, Εὐπραξία σοὶ εὐδόκησον Μῆτερ, σὲ δυσωπῶ, τὴν καλήν μου προστάτιν, καὶ πίστει κράζω σοι, σῶσόν με Πάνσεμνε, γεννήθητί μοι βοηθός, καὶ παντοίας ἀνάγκης με λύτρωσαι.
Θεοτοκίον.
Θανάτου, καὶ τῆς φθορᾶς ὃς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ, καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν Παρθένε δυσώπησον, τὸν Κύριόν Σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
κ θλίψεως, καὶ ἐκ κίνδυνων λύτρωσαι Εὐπραξία, τοὺς τὴν θείαν σου προστασίαν αἰτοῦντας, ὡς ἔχουσα τὴν πρὸς Θεὸν παῤῥησίαν.
χραντε...
Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθ Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγί Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοὺς τῇ θείᾳ σκέπῃ σου, προσπεφευγότας, Εὐπραξία φρούρησον, ἀπὸ παντοίων πειρασμῶν, καὶ τὸν Θεὸν ἐξιλέωσαι, Ὁσία μῆτερ, Αὐτὸν ἱκετεύουσα.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει ταὰ ταῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῆς Ὁσίας Αὐτοῦ.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὦν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β’.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τῶν ὑπὲρ νοῦν ἀγαθῶν δεξαμένη ἔρωτα, πάντα τὰ ἐν κόσμῳ τερπνὰ ὑπερεῖδες θεόληπτε, καὶ ἀγγελικῶς τὸν βίον διήνυσας, καὶ νῦν ἐν οὐρανοῖς αὐλίζῃ Θεὸν ἱλεουμένῃ, ὑπὲρ ἡμῶν τῶν ἐκτελούντων πιστῶς, μῆτερ Εὐπραξία τὴν μνήμην σου.

Ἱερεύς
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλο-μαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται3) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                               
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἶκός σου ὁ θεῖος ἰατήριον πᾶσιν ἡμῖν γεγέννηται, ἴασιν νοσημάτων, κατ’ ἄμφω χορηγῶν τοῖς ἐν πίστει προστρέχουσι, καὶ μεγαλύνουσι πιστῶς, Ὁσία τὴν σὴν μνήμην.
ν τῷ φόβῳ Κυρίου σὺ ταπείνωσον Μῆτερ τὸ τῆς σαρκός φρόνημα, σκιρτῶν οἷαπερ πώλος, ἀτάκτως τε βαδίζων, ἐν ἐμοὶ καὶ πρὸς βάραθρον, ζητοῦν κατακρημνῆσαι, τὴν ταπεινὴν ψυχήν μου.
Ψυχικῆς ἀσθενείας καὶ σωμάτων ἐκ νόσου λύτρωσαι Εὐπραξία, πρεσβείᾳ σου τοὺς πάντας, τῷ ναῷ σου ἐκ πόθου προστρέχοντες, καὶ αἰτουμένους σε θερμῶς, ἀντίληψιν τὴν θείαν.
Θεοτοκίον.
Τὴν ἡμῶν σωτηρίαν ὡς ἠθέλησας Σῶτερ οἰκονο-μήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατώκησας τῷ κόσμῳ, Ἣν προστάτις ἀνέδειξας· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ναῷ τῷ θείῳ, ὁ προστρέχων Εὐπραξίας εὐχέρως, τὰς αἰτήσεις λαμβάνει, εἰ μετ’ εὐλαβείας αὐτὴν ἐπικαλεῖται.
Εὐπραξία, εἰς οὐρανοὺς ἀπελθοῦσα, καὶ τῷ Θεῷ σὺν Ἀγγέλοις οἰκοῦσα, πάντοτε πρεσβεύει, ὑπὲρ τῆς αὐτῆς ποίμνης.
Δι’ ἀγῶνας, οὓς ἐν ἀσκήσει διῆλθες, τῷ Χριστῷ ἠνέχθης ὡς θυσία, πίστει διὸ πόθῳ, ὑμνοῦμεν εἰς αἰῶνας.
Θεοτοκίον.
Τοὺς βοηθείας, τῆς παρὰ Σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, Σὲ Κόρη εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
δεῖν Χριστοῦ τὸ κάλλος, ὄντως τὸ ὡραῖον, καὶ τῆς γλυκείας ἀκτῖνος καὶ αἴγλης Αὐτοῦ, κατατρυφῆσαί με Μῆτερ, Ὁσία πρέσβευε.
σκήσασα γενναίως, δέχεσαι δικαίως, παρὰ Χριστοῦ τὰ βραβεῖα πανθαύμαστε, καὶ σὺν Ἀγγέλων χορείαις νῦν ἐπαγάλλεσαι.
Δεήσου τῷ Κυρίῳ, μῆτερ Εὐπραξία, ὑπὲρ τῶν πίστει τελούντων σὴν μνήμην ἀεί, τοῦ λυτρωθῆναι κινδύνων καὶ περιστάσεων.
Θεοτοκίον.
οήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τοῦ παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφηρηκότα Παρθένε, Χριστὸν κυήσασα.

Μεγαλυνάρια.
ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεμ, καὶ ἐνδοξοτραν ἀσυγκρτως τῶν Σεραφείμ, τὴν ἀδια-φθρως Θεὸν Λγον τεκοῦσαν, τὴν ὄντως Θεοτκον, σὲ μεγαλνομεν.
Φωτὶ παρεστῶσα τῷ πατρικῷ, καὶ τῶν λαμπηδόνων πληρουμένη τῶν παρ’ Αὐτοῦ, μῆτέρ μου Ἁγία, ἐξ ὧν ὦ Εὐπραξία, τὸ σκότος τοῦ νοός μου, σὺ καταλάμπρυνον.
Τῶν μνημονευόντων πράξεων σῶν, καὶ ἐπιτελούντων, μετὰ πόθου μνήμην τὴν σήν, πρέσβευε παρθένε, Χριστὸν τὸν σὸν Νυμφίον, σύν σοι καταξιῶσαι, τῆς βασιλείας Του.
Ποίμνην τὴν τιμῶσάν σε εὐσεβῶς, Εὐπραξία μῆτερ, διατήρησον ἀσινῆ, ἐκ παντοίας βλάβης, αὐτῇ ἐπερχομένης, ταῖς πρὸς Θεὸν ἀλήκτοις σου παρακλήσεσιν.
ησοῦ Χριστέ μου Λόγε Θεοῦ, Υἱὲ Πατρὸς ζῶντος, ἱκεσίαις τῆς Σῆς Μητρός, σὺν τῆς Εὐπραξίας, καὶ Ὁσίων ἁπάντων, ἡμᾶς ἔργασαι οἴκους, τοῦ Παρακλήτου Σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τρισάγιον.
γιος Θεός, γιος σχυρός, γιος θάνατος, λέησον μς. (γ')
Δόξα... Κα νύν...
Παναγία Τριάς, λέησον μς. Κύριε, λάσθητι τας μαρτίαις μν. Δέσποτα, συγχώρησον τς νομίας μν. γιε, πίσκεψαι κα ασαι τς σθενείας μν, νεκεν το νόματός σου.
Κύριε, λέησον. Κύριε, λέησον, Κύριε, λέησον.
Δόξα... Κα νύν...
Πάτερ ἡμῶν ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.

Ἀπολυτίκιον.Ἦχος δ'. Ταχὺ προκατάλαβε.
κ βρέφους ποθήσασα τὸν σὸν Νυμφίον Χριστόν, τὸν κόσμον κατέλιπες, καὶ τά τοῦ κόσμου τερπνά, καὶ ἤσκησας ἄριστα· ἄΰλον γὰρ ἐν ὕλῃ, ἐπιδείξασα βίον, εἴληφας Εὐπραξία, οὐρανῶν βασιλειαν, ἐν ᾗ νῦν αὐλιζομένη, μνήσθητι τῶν τιμώντων σε.

Ἱερεύς.
    Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
   Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
   Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
   Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
   Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγί Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Ἀπόλυσις.
Ἱερεὺς
Δόξα σοι Θεός, ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Τροπάρια. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χάριν, εἰληφυῖα ἐκ Θεοῦ, πᾶσι χορηγεῖς τὰς ἰάσεις, ὑπὸ τὴν σκέπην σου, Μῆτερ πανσεβάσμιε, τοῖς σὲ προστρέχουσι· φυγαδεύεις δαιμόνων γάρ, ἀνίατα πάθη, πάντας θεραπεύεις δέ, τῇ προστασίᾳ σου· ὅθεν Εὐπραξία βοῶμεν, πρέσβευε πρὸς Κύριον πάσης, λυτρωθῆναι βλάβης τοὺς ὑμνοῦντάς σε.
Πάντων, προστατεύεις Ἀγαθή...
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δι’  Εὐχῷν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου