Παράκλησις ἁγ.
ΙΩΑΝΝΟΥ τοῦ Ἐλεήμονος.
Ποίημα Ἀρχιμανδίτου Νικοδήμου Ἀεράκη (2006)
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Ἰωάννην Ἐπισκόπων τὸ κλέος, πανευλαβῶς ἐγκωμιάσωμεν
ὕμνοις, θεοφιλῶς δὲ εἴπωμεν αὐτῷ ἐν χαρᾷ, στήριξον ταῖς ἱκεσίαις σου, εὐσεβεῖς
ἐλεήμονας, φώτισιν διδοὺς αὐτοῖς, ἐλεεῖν ἐν ἀγάπῃ, ἐπιμελεῖσθαί τε τῶν ἐνδεῶν,
ὡς ἐκδιδάσκει, Χριστὸς ὁ φιλάνθρωπος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν Θεοτόκον ἐν
ᾠδαῖς εὐφημοῦμεν καὶ μεγαλύνομεν Αὐτῇ ἐκβοῶντες· τὴν Ἐκκλησίαν στήριξον, Παρθένε
σεμνή· φρούρησον ἐν τῇ δυνάμει σου, Ὀρθοδόξων συστήματα, σῶσον τοὺς τιμῶντάς Σε
ἐξ ἐχθρῶν ἀοράτων καὶ ἐκ κινδύνων πλείστων χαλεπῶν· Σὺ γὰρ ὑπάρχεις βροτῶν ἡ ἀντίληψις.
Ὁ Ν´
Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανὼν
τοῦ Ἁγίου, οὗ ἠ ἀκροστιχίς: Ἰωάννῃ Ἐλεήμονι, ἔπαινος τοῦ Νικοδήμου.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰσχὺν τὴν τοῦ Πνεύματος ἐκζητῶ, ὑμνῆσαι ἀξίως Ἰωάννην,
τὸ ἀρετῆς ὑπόδειγμα θεῖον καί ἀγάπης καὶ
τοῦ ἐλέους πηγὴν ἀνεξάντλητον.
Ὦ Πάτερ φιλάνθρωπε καὶ σεπτέ, Χριστοῦ, Ἰωάννη, ἀφομοίωμα
ἀληθές, ἱκέτευε Λόγον ὑπὲρ δούλων, ἐπιθυμούντων μιμεῖσθαι τὸ ἔργον σου.
Ἀγάπης ἀπαύγασμα ἱερόν, τῆς Ἀλεξανδρείας Ἱεράρχης
θεοφιλής, πενήτων τροφεὺς καὶ ὑποφήτης Χριστιανῶν, Ἰωάννη, γεγένησαι.
Θεοτοκίον.
Ναὸς ἀνεδείχθης ὑπερφυής τοῦ Λόγου, Παρθένε, ὡς κυήσασα
ἐν γαστρί, ἐκ Πνεύματος θείου τὸν Σωτῆρα τῶν πεπτωκότων βροτῶν, Παναμώμητε.
Ὠδὴ γ΄. Οὐρανίας ἀψίδος.
Νικητὴς Ἰωάννη πρὸς οὐρανὸν ἔδραμες, εἰς σαββατισμὸν Παραδείσου, ὡς ἐλεήμων
σεπτός, καθικετεύων Χριστόν, τοῦ ἐνισχύειν ἐν ἔργοις, τῆς ἀγάπης ἅπαντας τοὺς
σὲ γεραίροντας.
Ἠξιώθης δεχθῆναι ὑπερφυὲς ὅραμα, εἰς τὸ ἐλεεῖν, Ἰωάννη,
σὲ προσκαλοῦν ἀληθῶς, τοὺς ἀδελφοὺς τοῦ Χριστοῦ, τοὺς ἐνδεεῖς καὶ ἀθλίους, ὑπὲρ
ὧν ἐσταύρωται, Χριστὸς ὁ Κύριος.
Ἐνδεῶν ἀνεδείχθης ὁ φροντιστὴς, ἔνδοξε, καὶ ἀδικουμένων
προστάτης καὶ πενομένων τροφεύς, φιλανθρωπίας Χριστοῦ, ὦ Ἰωάννη ὁ κήρυξ καὶ
ἡμῶν, μακάριε, ἅγιον πρότυπον.
Θεοτοκίον.
Λόγου Μῆτερ ὁρῶν Σε ἐν οὐρανοῖς πέλουσαν, πᾶσιν
ἀναγγέλλω Σὴν δόξαν καὶ τὰ θαυμάσια· διὸ Σοῦ δέομαι, ἐν ταπεινώσει καρδίας, τοῦ
τηρεῖν με ἄτρωτον, βελῶν τοῦ ὄφεως.
Καταύγασον τὸν νοῦν ἡμῶν καὶ καρδίαν, ὦ Ἱεράρχα, ἵνα
πάντες τῶν ἐνδεῶν ἐν ἔργοις φροντίζομεν ὡς σὺ, Ἰωάννη παντελεῆμον.
Στερέωσον τοὺς τὸν Υἱόν Σου δοξάζοντας, Θεοτόκε, ἐν τῇ
πίστει τῇ ἀληθεῖ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ
ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται
τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ Ἱερά
Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πενήτων Πατήρ, Χριστοῦ τὸ ἐκτύπωμα, πιστῶν ἀρωγός, τῶν
ἔργων ὁ διδάσκαλος, Ἰωάννης ὁ ἔνθεος, Ὀρθοδόξου πίστεως πρόμαχος, ἐν οὐρανοῖς
Χριστῷ τῷ Θεῷ, πρεσβεύει ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπόθησας, Ἅγιε, τῆς Σιὼν τὸν πλοῦτον καὶ τὴν ἀνάπαυσιν,
διὸ Λόγῳ διηκόνησας, ἐνδεέσι βοηθῶν ἐν χάριτι.
Ἡλιόμορφον Κύριον, Ἐλεῆμον λόγοις σου καθικέτευσον, τοῦ
στηρίξαι τοὺς τιμῶντάς σε, ἐν ἀγάπης ἔργοις καὶ ἁγιότητος.
Μιμηθεὶς τὸν Θεάνθρωπον, Ἰωάννη Τούτῳ κατηκολούθησας,
ἐλεῶν ἐν ἱλαρότητι καὶ διδάσκων ἔργῳ τὸ φιλάνθρωπον.
Θεοτοκίον.
Ὄντως χάριν δεδώρησαι, τῷ βροτείῳ γένει, Θεοχαρίτωτε,
ὡς γεννήσασα τὸν Κύριον καὶ Θεὸν τοῦ σύμπαντος, Πανάχραντε.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Νοῦν τε καὶ ψυχήν, τῇ σῇ χάριτι καθάρισον, ἵνα ὁρῶ, ὦ
Πάτερ, τὸν Ἰησοῦν, ἐν ἀδελφῶν ἐλαχίστων τῷ βίῳ πάντοτε.
Ἴθυνον, κλεινέ, τῆς ψυχῆς ἡμῶν τὸ φρόνημα, Ἀλεξανδρείας
Ἰωάννη, πρὸς τὸν Χριστόν, ἵνα ἐν ἔργοις εὐχαῖς σου πένητας θρέψωμεν.
Εὔφρανον ἡμᾶς τῇ σῇ χάριτι, τρισόλβιε, φιλανθρωπίαν
διδάσκων θεοφιλῆ, ὦ Ἰωάννη, ἐλέους Θεοῦ ἐπώνυμε.
Θεοτοκίον.
Πόματι ζωῆς, Ζωοδόχε Σὺ κατάρδευσον, τοὺς προσκυνοῦντας
τὸν Τόκον Σου ἁγνή, τὸν Ζωοδότην καὶ Κύριον πάσης κτίσεως.
Ὠδὴ στ΄. Τὴν δέησιν.
Ἀμάραντον ἐκ Θεοῦ ἐδέξατο, Ἰωάννης Ἐλεήμων, τὸ στέφος,
ἐν τῇ ζωῇ τῇ ἀγήρῳ καὶ θείᾳ, συνευφραινόμενος Λόγῳ παντάνακτι· αὐτοῦ λιταῖς, ὦ
Ἰησοῦ, ἡμῖν τὴν χάριν Σου δώρησαι.
Ἰσχύϊ σου τὴν ψυχήν μου κράτυνον, ποντουμένην ἐν ταῖς ζάλαις τοῦ βίου, ὅτι πρὸς σέ, Ἰωάννη, προσκλίνω τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος γόνατα καὶ δέομαι ἐν πειρασμοῖς· ἐκ παθῶν σαῖς πρεσβείαις διάσωσον.
Νοῦν ἔμφρονα σοῖς ἱκέταις χάρισαι, Ἰωάννη Ἐλεῆμον,
λιταῖς σου πρὸς τὸν Χριστόν, ἵνα πόθῳ διώκω τὴν τοῦ ἐλέους χαρὰν τὴν σωτήριον,
ἣν εἴληφας σὺ θαυμαστῶς, ἀναπαύων ψυχὰς τῶν πενήτων σου.
Θεοτοκίον.
Οὐράνιαι στρατηγίαι τέρπονται, τὴν Σὴν δόξαν
καθορῶσαι,Παρθένε, ὅτι ἐν Σοί ὁ Θεὸς ἐσαρκώθη καὶ οἱ βροτοὶ δι’ Αὐτοῦ
ἐλυτρώθημεν· ἀνῆλθες δὲ εἰς οὐρανούς, δευτερεῖα Τριάδος κατέχουσα.
Καταύγασον τὸν νοῦν ἡμῶν καὶ καρδίαν, ὦ Ἱεράρχα, ἵνα
πάντες τῶν ἐνδεῶν ἐν ἔργοις φροντίζομεν, ὡς σὺ Ἰωάννη παντελεῆμον.
Στερέωσον τοὺς τὸν Υἱόν Σου δοξάζοντας, Θεοτόκε, ἐν τῇ
πίστει τῇ ἀληθεῖ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ
ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται
τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ Ἱερά
Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἰωάννη ἐλέους ἐγένου ἐπώνυμος, φιλανθρώπων δὲ πάντων
διδάσκαλος ἔνθεος καὶ πιστῶν τῆς Ὀρθοδοξίας πρότυπον σεπτόν· διὸ ἔλαβες ἐν
οὐρανοῖς τὴν Βασιλείαν τοῦ Θεοῦ καὶ χαρὰν ἀνεκλάλητον· δίδαξον σαῖς πρεσβείαις
τὴν ἐλεημοσύνην, τοῖς εὐφημοῦσί σε πιστῶς καὶ τιμῶσί σου τὸ ὄνομα.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος: Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει
ἀγαλλιάσονται.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον (κέφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοί παρεδόθη ὑπό τοῦ Πατρός μου
καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰμή ὁ Πατήρ, οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει
εἰμή ὁ Υἱός καί ὤ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ
κοπιῶντες καί πεφορτισμένοι, καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς
καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πράος εἰμί καί ταπεινός τῇ καρδίᾳ καί εὐρήσετε
ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν
ἐστι.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου……
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου……
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος:Ἐλέησόν με ὁ Θεός,……
Χαῖρε θεοτίμητε, Ἀλεξανδρείας τὸ κλέος, Ἱεράρχα ἔνθεε,
Ὀρθοδόξων καύχημα καὶ ἀγλάϊσμα· ἐν χαρᾷ ἔδωκας τοῖς πτωχοῖς τὸν πλοῦτον καὶ τὸ
δίκαιον ἀπένειμας, τοῖς πᾶσιν ἄριστα, εὐαγγελικῶς, θεοπρόβλητε· πτωχείαν
θεοδίδακτον, ὄντως Ἐλεῆμον ἠγάπησας· ὅθεν ὑπὲρ πάντων πενήτων δεομένων σεαυτόν,
περιχαρῶς κατατέθυκας, Ἰωάννη ἔνδοξε.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ χορός:
Ἀμήν.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σεπτῶς ἀνευφημοῦμεν Ἰωάννου τὸν βίον ἐκλιπαροῦντες
αὐτόν διδάξαι ἡμᾶς πάντας, λιταῖς αὐτοῦ ἀγάπην, ἵνα σύμψυχοι ψάλλομεν· ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τῇ χάριτι Κυρίου κατεστόλισε πάσαις ταῖς ἀρεταῖς τὴν
ψυχήν, ὁ μέγας Ἐλεήμων καὶ ἔψαλλεν ἐνθέως, σὺν ἀπόροις πρὸς Κύριον· ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁ θεῖος Ἰωάννης, ἡ πηγὴ τοῦ ἐλέους ἐν οὐρανοῖς
κατοικεῖ, πρεσβεύων τῷ Ὑψίστῳ, ὑπὲρ τῶν ἐλεούντων καὶ βοώντων πρὸς Κύριον· ὁ
τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὑπέρτιμε Μαρία, ἐλευθέρωσον πάντας ἐκ τῶν τοῦ πλάνου
δεσμῶν· καὶ πύλη μετανοίας ὑπάνοιξον, Παρθένε, τοῖς βοῶσι πρὸς Κύριον· ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η΄. Τὸν Βασιλέα.
Νενεκρωμένας ἐξ ἀμελείας καρδίας, σαῖς πρεσβείαις
ἀνάστησον, Πάτερ, τοῦ τιμᾶν ἐν ἔργοις, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἰσχύϊ Λόγου ὁ Ἐλεήμων στηρίζει, τοὺς ἐν θλίψει δεινῶς
τρυχομένους, σὺν αὐτῷ ὑμνοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Κατατρυφῶντες τῆς βιοτῆς Ἰωάννου, ἐγκωμίοις αὐτὸν
εὐφημοῦμεν καὶ Χριστὸν ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὁ Λόγος, Κόρη, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, ἐσαρκώθη ὑπὲρ
τῶν ἀνθρώπων, ὑφ’ ὧν ἀνυμνεῖται, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Διέσωσας ἐκ πλάνων, Πάτερ, τὸν λαόν σου, ἀγωνισθεὶς ἐν
δυνάμει ὡς στόμα Χριστοῦ, Ὃν μεγαλύνειν ἐν ἔργοις ἡμᾶς ἀξίωσον.
Ἠξίωσαι, παμμάκαρ, τὸν Κτίστην θεᾶσθαι, καθικετεύεις δὲ
Τοῦτον ὑπὲρ τῶν θερμῶς, ἐπιποθούντων συντρέχειν ἐν ἔργοις πένησιν.
Μεγάλυνον ψυχή μου ἐν ὕμνοις Ἰωάννην καὶ καθικέτευε
τοῦτον πρεσβεύειν Χριστῷ, ὑπὲρ πιστῶν ἐλεούντων μετὰ συνέσεως.
Ὁρῶν σὺν τοῖς Ἁγίοις Χριστὸν, Ἰωάννη, ἐπιδαψίλευσον
πᾶσι ἀγάπην θερμήν, ἵνα συμπάσχωμεν πένησιν, ὡς ὁ Κύριος.
Θεοτοκίον.
Ὑμνοῦντες Θεοτόκε, Χριστὸν τὸν Υἱόν Σου, καθικετεύομεν
πάντες τοῦ δοῦναι ἡμῖν, τῶν ὀφλημάτων τὴν λύσιν καὶ μέγα ἔλεος.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Δεῦτε Ἰωάννην τὸν θαυμαστόν, πενήτων προστάτην, ἀρετῆς
τε ὑπογραμμόν, τῆς φιλανθρωπία, τὸν κήρυκα ἐν ἔργοις, τὸν θεῖον Ἐλεήμονα
εὐφημήσωμεν.
Χαίροις τῶν πενήτων ὁ χορηγός καὶ τῶν ἐν ἀνάγκαις
ἀντιλήπτωρ καὶ βοηθός, θεῖε Ἰωάννη, τῆς ἐλεημοσύνης ἐπώνυμος καὶ τύπος, Χριστοῦ
ἀντίγραφον.
Χαίροις τῆς λιτότητος προβολεύς, μάκαρ Ἰωάννη, καὶ
ἐλέους ὑπογραμμός, τῆς δικαιοσύνης ὁ κήρυξ καὶ ἐκφάντωρ, Χριστοῦ τοῦ Βασιλέως
τὸ ἀφομοίωμα.
Ὕμνοις εὐφημήσωμεν ἀδελφοί, θεῖον Ἰωάννην, οἱ ποθοῦντες
θεοσεβῶς, τῆς φιλανθρωπίας τὸ ἔργον ἐκτελέσαι, μιμούμενοι τὸν βίον αὐτοῦ τὸν
ἔνθεον.
Τῆς Ἀλεξανδρείας τὸν φρυκτωρόν, μέγαν Ἰωάννην, ἐλεήμονα
καὶ σεμνόν, τιμήσωμεν ὕμνοις, διάκονον πενήτων καὶ πάντων Ὀρθοδόξων τὸ
ἐγκαλλώπισμα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς
τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε Ἰωάννην ἀδελφοί, τῶν Ἀλεξανδρέων τὸ κλέος, ἐν
ἐγκωμίων ᾠδαῖς, πάντες εὐφημήσωμεν καὶ μεγαλύνομεν· τὸ Χριστοῦ ἀφομοίωμα,
πενήτων πατέρα, τῶν ἀδικουμένων δέ προστάτην ἄμαχον· οὗτος οὐρανίῳ παστάδι,
χαίρει σὺν Ἀγγέλοις ἀπαύστως, ἀνυμνῶν Χριστὸν τὸν ὑπεράγαθον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου