Παράκλησις ὁσ. ΤΙΤΟΥ
τοῦ Θαυματουργοῦ.
Ποίημα Ἀρχιμανδρίτου Νικοδήμου Ἀεράκη
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ
ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ
ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι
θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν Τίτου θείαν βιοτὴν εὐφημοῦντες, τὸν ἀναδείξαντα αὐτὸν
Θεὸν Λόγον, δοξολογοῦμεν ᾄσμασι βοῶντες πιστῶς· φύλαξον ἐν τῇ δυνάμει σου, ἐξ ἐχθρῶν
τὰς ψυχὰς ἡμῶν, νίκας χορηγῶν ἡμῖν κατὰ τοῦ ἀντιδίκου, καὶ μοναχῶν ἀξίωσον
πληθύν, τοῦ ἀπολαῦσαι ζωῆς τῆς ἀτέρμονος.
Δόξα. Καὶ νῦν.
Τῇ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς
ἐνέδραις. Τῇ μητρικῇ σου σκέπασον ἀγάπῃ ἡμᾶς, δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τὰς
φάλαγγας, παῦσον τὰς ὀρμὰς παθῶν, καὶ δαιμόνων μανίαν. Σὺ γὰρ ὑπάρχεις Δέσποινα
Ἁγνή, Μήτηρ καὶ σκέπη, καὶ θεία ἀντίληψις.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: ΤΙΤΟΝ ΟΣΙΩΝ ΚΛΕΟΣ ῼΔΑΙΣ ΕΥΦΗΜΩ. ΝΙΚΟΔΗΜΟΥ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὸν Τίτον τιμήσωμεν οἱ πιστοί, ἐρήμου τὸ ἄνθος,
κοινοβίου τὸν μοναστήν, ἀσκήσεως μέγαν ποδηγέτην, καὶ τῶν θαυμάτων πηγὴν τὴν ἀκένωτον.
Ἰσχύϊ τοῦ Πνεύματος ἀρετήν, ἐκτήσατο Τίτος καὶ ἐδέξατο ἐκ
Θεοῦ, τὴν χάριν θαυμάτων καὶ τὴν δόξαν, τοῦ οὐρανοῦ καὶ ζωὴν τὴν αἰώνιον.
Τρεφόμενος λόγοις καὶ προσευχαῖς, ὁ Τίτος ἀνῆλθεν εἰς τὸ
ὕψος τῶν ἀρετῶν, καὶ γέγονε μύστης τῶν ἀῤῥήτων, καὶ μοναστῶν θεοφόρος
διδάσκαλος.
Θεοτοκίον.
Ὁρῶντες ἐν πίστει τοῦ σοῦ Υἱοῦ, τὴν φιλανθρωπίαν, καὶ τὴν
κένωσιν ἐν Σταυρῷ, ὑπὲρ τῶν τιμώντων σε Παρθένε, Τοῦτον ἱκέτευε Κόρη Πανύμνητε.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Νικηφόρε ὦ Τίτε ἀντιβολῶ Ὅσιε, ὅπως μεσιτεύῃς τῷ Λόγῳ ὑπὲρ
ἀφέσεως, πλημμελημάτων ἡμῶν, τῶν ἀνυμνούντων ἐμφρόνως, τὴν σεπτήν σου ἄσκησιν
καὶ τὴν τελείωσιν.
Οὐρανίαν ποθήσας ἐν γῇ ζωὴν Ὅσιε, εἴληφας θαυμάτων τὴν
χάριν καὶ στέφος ἄφθαρτον, ὑποδεικνύων ἡμῖν, τῆς τελειότητος βίον, καὶ ζωὴν τὴν
μένουσαν Τίτε θεόληπτε.
Στεφηφόρος εἰσῆλθες εἰς οὐρανοὺς ἔνδοξε, Τίτε ἀσκητῶν ὑποφήτα πρὸς βίον ἔνθεον,
καθικετεύων Θεόν, τοῦ οἰκτιρῆσαι καὶ σῶσαι, ἐκ βελῶν ἀλάστορος τοῦς ἐυφημοῦντάς
σε.
Ἱκετῶν σου ὑπάρχεις τὸ ἀκραιφνὲς πρότυπον, καὶ τῶν ἐραστῶν ἡσυχίας τὸ ἀκροθίνιον,
καὶ άθλουμένων πιστῶν, τῶν ἀρετῶν ἡ ἀκρότης, καὶ τῶν ἐν ἀσκήσεσι Τίτε ὑπόδειγμα.
Θεοτοκίον.
Ὡραΐζεις Παρθένε χριστιανοὺς ἅπαντας, ταῖς σαῖς ἀρεταῖς
καὶ Ἀγγέλων τὰ θεῖα τάγματα. Διὸ ἐν ὕμνοις λαμπρῶς, ἀνευφημοῦμεν ἐμφρόνως,
βιοτήν σου ἄχραντον Θεοχαρίτωτε.
Ἱκέτευε, ὐπὲρ ἡμῶν τὸν Θεάνθρωπον Χριστὸν Τίτε, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν, τῶν κάτω κατεφρόνησας, καὶ ζήλῳ ζωῆς, ἀσκήσεως
πυρούμενος, θαυμαστῶς καθήγνισας ἔνδοξε, τὴν ζωήν σου ἅπασαν. Διὸ καθορῶν τὸν
Θεόν, ἱκέτευε Τίτε ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νῦν τιμήσωμεν ᾄσμασι, τὴν τοῦ ἡγουμένου λαμπρὰν
πανήγυριν, καὶ ἐν λόγοις καταστέψωμεν, τὴν τοῦ βίου Τίτου τελειότητα.
Καθαρότητος γέγονας, ὑποφήτης Τίτε καὶ ἁγιότητος, τῆς ἀσκήσεώς
τε πρότυπον, καὶ τῶν ἀρετῶν τὸ καταγώγιον.
Λυτρωθῆναι ἐπόθησας, καὶ τῆς βασιλείας Χριστοῦ ἀπόλαυσιν. Διὸ ἕσπευσας ὡς ἔλαφος,
εἰς πηγὴν ὦ Τίτε ζωῆς ὕδατος.
Θεοτοκίον.
Ἐνεργείᾳ τοῦ Πνεύματος, τοῦ Πατρὸς τὸν Λόγον ἐκυοφόρησας. Διὸ πάντες ἀνυμνοῦμέν
σε, ὡς Μητέρα τοῦ Θεοῦ Πανάχραντε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄντως μανικῶς, ἐμιμήσω τὸν σὸν Ἄγγελον, καὶ τῶν Ὁσίων Τίτε τὴν βιοτήν. Διὸ εἰσῆλθες
ἐνδόξως εἰς τὰ οὐράνια.
Σὲ θαυματουργέ, καταλάμψαν φῶς τὸ ἄῤῥητον, τῆς ἀρετῆς κατέστησέ σε ναόν. Διὸ
προστρέχοντές σοι πόθῳ Τίτε τιμῶμέν σε.
Ὤ Τίτε κλεινέ, ἐπεπόθησας τὸν Κύριον, καὶ τὴν ζωὴν τὴν κρείττονα οὐρανοῦ, διὸ
τοῦ κόσμου κατέλιπες τὰ ἐπίκηρα.
Θεοτοκίον.
Δώρησαι Ἁγνή, ταῖς ψυχαῖς ἡμῶν μετάνοιαν, Παρθενομῆτορ Ἄχραντε Μαριάμ, καὶ τὴν
εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἄσκησις, θείου Τίτου εἵλκυσε, τὴν τοῦ Πνεύματος ἐνέργειαν
θείαν, καὶ δι’ αὐτοῦ, ἀγγελικῆ πολιτείᾳ, κατηκολούθησας φύσιν βιάζοντες, τοῦ οὐρανοῦ
οἱ ἐκλεκτοί, τὰ τοῦ κόσμου τερπνὰ ἀρνησάμενοι.
Ἰκάνωσε, Παρακλήτου δύναμις, σὲ ποιμαίνειν μοναχοὺς θεῖε
Τίτε, καὶ ἀσκητὰς κατευθύνειν ἐνθέως, πρὸς τελειότητα βίου ἐν χάριτι,
προβάλλοντα αὐτοῖς σαφῶς, τὰ τῆς νήψεως θεῖας χαρίσματα.
Σεβάσμιος, ἀνεδείχθης Ὅσιε, ὡς Χριστῷ συμβασιλεύων ἐν
δόξῃ, καὶ ἐν σκηναῖς τῶν Ἁγίων καὶ κόλποις, τοῦ Ἀβραὰμ εὐφραινόμενος ἔνδοξε, ἱκέτευε
ἀντιβολῶ, τοῦ σωθῆναι πιστοὺς τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Τὸν Τόκον Σου, ἱκετεύοις Δέσποινα, ὑπὲρ πάντων τῶν πιστῶς
σε τιμώντων, ἵνα ἐχθρῶν, παγκακίστων ῥυσθῶμεν, καὶ πρὸς ζωὴν τὴν ἁγίαν
προσδράμωμεν, μιμούμενοι τὰς ἀρετάς, καὶ ζωὴν θείου Τίτου θεόφρονος.
Ἱκέτευε, ὐπὲρ ἡμῶν τὸν Θεάνθρωπον Χριστὸν Τίτε, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μοναζόντων θεόληπτε γέγονας στήριγμα, ταπεινῶν τε καὶ
νηπτικῶν τε Τίτε πρότυπον, τῇ ἀσκήσει καὶ προσευχῇ νηστείᾳ τε πολλῇ, διὸ ἔλαβες,
παρὰ Θεοῦ σαββατισμὸν ἐν οὐρανοῖς, καὶ χαρὰν ἀνεκλάλητον. Σπεῦσον εἰς ἱκεσίαν, ὑπὲρ
τῶν σὲ ἀνυμνούντων, πρὸς τὸν θεάνθρωπον Χριστόν, ἐλεῆσαι καὶ τηρῆσαι ἁγνούς.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ
με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται
καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἠμῖν;
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλέησόν με...
Τίτον τὸν θεόφρονα, ἐγκωμιάσωμεν ὕμνοις, μοναχῶν διδάσκαλον, καὶ σεπτὸν κειμήλιον τῆς ἀσκήσεως, προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, ἀσκουμένων τὸ ὑπόδειγμα, πιστῶν τὸ κλέϊσμα, καὶ τῶν ἐν ἀνάγκαις τὸ στήριγμα, ἀσκήσεως τὸ ἔρεισμα, καὶ τῆς ἀρετῆς ἄνθος εὔοσμον. Πάντων τῶν ἐν νόσοις, πηγὴν τῶν ἰαμάτων θαυμαστήν, τῆς Ἐκκλησίας ἀγλάϊσμα, καὶ ἐρήμου καύχημα.
Ὁ Ἱερεύς.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε
ἐλέησον (ιβ’ [τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ
οἰκτιρμοῖς, καὶ
φιλανθρωπίᾳ τοῦ μονογενοῦς
Σου Υἱοῦ, μεθ’ οὗ
εὐλογητὸς εἶ,
σὺν τῷ παναγίῳ
καὶ ἀγαθῷ
καὶ ζωοποιῷ Σου
Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱκέτευε τὸν Λόγον, ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ ἐνισχῦσαι πιστούς, ἵνα ἔργοις
καὶ λόγοις, κηρύττωσι τὸν Κτίστην, καὶ βοᾶν μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.
Μὴ παύσῃ ἰκετεύων, τὸν θεάνθρωπον Λόγον, τοῦ ἐλεῆσαι ἡμᾶς, καὶ σῶσαι ἐκ
κινδύνων, ὦ Τίτε τοὺς τιμῶντας, καὶ βοῶντας πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
Ὤ Τίτε ἐκ τοῦ Λόγου, κατεστέφθης ἀξίως, ἐν βασιλείᾳ αὐτοῦ,
ἡγούμενε τρισμάκαρ, συγχαίρων τοῖς Ὁσίοις, μεθ’ ὧν ψάλλεις πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νεάνιδες παρθένοι, τὴν παρθένον Μαρίαν, παρθενικῇ βιοτῇ
τιμῶσι θεαρέστως, ὡς καὶ τὸν ταύτης Τόκον, ᾧ ἀπαύστως συνᾴδουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱερωτάτως, τερπνὰ τοῦ κόσμου ἠρνήθη, τῶν Ἀγγέλων ἑλόμενος βίον, τὸν Χριστὸν ὁ
Τίτος, δοξάζων εἰς αἰῶνας.
Κατηξιώθης, μοναχικῶν δωρημάτων, μιμηθεῖς τῶν Ὁσίων τοὺς δήμους, οἵτινες ὑμνοῦσιν,
ὦ Τίτε τὴν Τριάδα.
Ὁ θεοφόρος, ἐν μοναχοῖς θεῖος Τίτος, ἐμιμήθη Ἀγγέλων τὸν βίον, οἵτινες ὐμνοῦσι,
Χριστὸν είς τοὺς αίῶνας.
Θεοτοκίον.
Δοξολογοῦμεν, οἱ γηγενεῖς τὴν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, Οὗ τὴν
θείαν δόξαν, ὐμνοῦμεν εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον
Ἡ χάρις τοῦ Κυρίου, ἡ ἐν σοὶ οἰκοῦσα, ἀναδεικνύει σε
κρήνην, θαυμάτων πολλῶν, καὶ σὲ χαρίσμασιν θείοις Πάτερ ἐκόσμησεν.
Μακάριος σὺ ὄντως, ὡς πατὴρ ἀγάπης, καὶ ἀδελφῶν
μοναζόντων, ἡγήτωρ σεπτός. Διὸ κλεινὲ ἐκοσμήθης θεόθεν στέφεσιν.
Ὁμότροπος Ὀσίων, σὺ πέλεις ὦ Τίτε, καὶ ἀσκητῶν
συνοδίτης Χριστοῦ μιμητής, τῶν μοναζόντων κοσμήτωρ καὶ ἐγκαλλώπισμα.
Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, καὶ ὀμολογοῦμεν, Χριστὸν ἐκ σοῦ
γεννηθέντα, Υἱὸν ὄντως Θεοῦ, καὶ σὺν Ἁγίων χορείαις σὲ μεγαλύνομεν.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις τῆς ἐρήμου θείος βλαστός, καύχημα Ὁσίων, μοναζόντων ὑφηγητής, χαίροις κοινοβίου, ὀ κόσμος καὶ κοσμήτωρ, καὶ μοναστῶν ὁ μύστης Τίτε πανεύφημε.
Χαίροις τῆς ἀσκήσεως ὁ κανών, τῶν ἐνασκουμένων, ἀντιλήπτωρ καὶ ἀρωγός, χαίροις ἀσθενούντων, πηγὴ θείων θαυμάτων, ὦ Τίτε θεοφόρε Ἀγγέλων σύσκηνε.
Τίτον εὐφημήσωμεν εὐλαβῶς, ᾠδαῖς τε καὶ λόγοις, τὸν ἀσκήσει καὶ ἀρετῇ, ἐν τῷ κοινοβίῳ, ποιμένα ἀσκουμένων, ἀξίως ὁρισθέντα ὐπὸ τοῦ Πνεύματος.
Δεῦτε Τίτον πάντες θαυματουργόν, τιμήσωμεν ὕμνοις, τὸν κοσμήτορα ἀδελφῶν, τὸν ἐνοικισθέντα, ἐν δώμοις οὐρανίοις, ἀσκήσει τε καὶ βίᾳ καὶ ἀγωνίσμασι.
Τὸν τῆς ταπεινώσεως ὁδηγόν, καὶ τῆς ἰσαγγέλου, βιοτῆς τὸν ὑφηγητήν, τὸν τῆς ἐγκρατείας, διδάσκαλον ἐν ἔργοις, Τίτον τὸν θεοφόρον ἐγκωμιάσωμεν.
Κρήνη τῶν θαυμάτων ἀναδειχθείς, πανεύφημε Τίτε, τοῖς
προστρέχουσιν εὐλαβῶς, ἰάσεις παρέχεις, καὶ χάριν μεταδίδως, στηρίζων ἐν τῇ
πίστει θεομακάριστε.
Πᾶσαι τῶν Ἀγγέλων...
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε, ἐλέησον
ἡμᾶς,* πάσης γάρ ἀπολογίας
ἀποροῦντες,* ταύτην Σοι τήν ἱκεσίαν,*
ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί
προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς
εὔσπλαχνος* καί λύτρωσαι
ἡμᾶς* ἐκ τῶν ἐχθρῶν
ἡμῶν.* Σύ γάρ εἶ
Θεός ἡμῶν* καί
ἡμεῖς λαός Σου,* πάντες
ἔργα χειρῶν Σου*
καί τό ὄνομά
Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν
πύλην ἄνοιξον ἡμῖν,* εὐλογημένη Θεοτόκε,* ἐλπίζοντες εἰς
Σέ μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν
Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Τίτον ᾄσμασι, σεπτῶς τιμῶμεν, τὸν τιμήσαντα, Ἀγγέλων βίον, ἐν ἀσκήσει ἀρετῇ
καὶ δεήσεσι. Τὸν Ἰησοῦν ἀγαπήσας θερμότατα, πάντα τερπνὰ καὶ φθαρτὰ
καταλέλοιπεν, ὅθεν ἔλαβε, θαυμάτων τὴν χάριν ἄνωθεν, καὶ δόξης στέφος ἐκ Χριστοῦ
ἀείφωτον.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, κοινοβίου τὸν βλαστόν, καὶ τῆς ἡσυχίας τὸ ἄνθος,
τὸν τῆς μονῆς φρυκτωρόν, ἄξιον ἡγούμενον, ᾠδαῖς τιμἠσωμεν, ἀσκουμένων τὸ
σέμνωμα, πιστῶν τὸν προστάτην, θαύμασι κηρύττοντα, Χριστοῦ τὴν δύναμιν, ὄντως, Ἐκκλησίας
τὸν κόσμον, καὶ τῶν μοναχῶν ὑποφήτην, Τίτον τοῦ Χριστοῦ τὸ ἀφομοίωμα.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ εὐχῶν...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου