Παράκλησις
ΑΓΙΟΣΑΒΒΑΪΤΩΝ ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΠΑΤΕΡΩΝ.
Ποίημα Δρ. Χαραλάμπους Μπούσια
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοὺς ἐν τῇ Λαύρᾳ τοῦ θεόφρονος Σάββα, ἀναιρεθέντας ὑπ’ ἐχθρῶν παρανόμων,
Πατέρας ὕμνοις μέλψωμεν πιστοὶ ἐκτενῶς, κράζοντες· παγγέραστοι Ὁσιόαθλοι
βλάβης, καὶ πικροῦ τεχνάσματος τοὺς ὑμᾶς εὐφημοῦντας, τοῦ παμβεβήλου ῥύσασθε
ταχύ, καὶ ἐκ κινδύνων ἡμᾶς ἀπαλλάξατε.
Δόξα. Τὸ αὐτό.
Τοὺς ἐν τῇ Λαύρᾳ τοῦ θεόφρονος Σάββα, ἀναιρεθέντας ὑπ’ ἐχθρῶν παρανόμων, Πατέρας
ὕμνοις μέλψωμεν πιστοὶ ἐκτενῶς, κράζοντες· παγγέραστοι Ὁσιόαθλοι βλάβης, καὶ πικροῦ
τεχνάσματος τοὺς ὑμᾶς εὐφημοῦντας, τοῦ παμβεβήλου ῥύσασθε ταχύ, καὶ ἐκ κινδύνων
ἡμᾶς ἀπαλλάξατε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσωμέν ποτε Θεοτόκε...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Kανών, οὗ ἡ ἀκροστιχίς: ΟΣΙΟΜΑΡΤΥΡΩΝ ΔΗΜΗ,
ΦΡΟΥΡΕΙ ΧΑΡΑΛΑΜΠΗ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὁσιομάρτυρων τὸν ὁρμαθόν, εὐσχημόσιν ὕμνοις, μελῳδήσωμεν οἱ πιατοί, καὶ κράξωμεν· θεῖοι Σαββαΐται, τοὺς ἀνυμνοῦντας ὑμᾶς διασῴζοιτε.
Στυγνῶς ἀνηρέθητε ἀσκηταί, σεπτοὶΣαββαΐται, ὑπ’ ἀνόμων διὰ Χριστοῦ, τὴν πίστιν εἰς ἥν τοὺς προσιόντας, μετ’ εὐλαβείας ὑμᾶς δυναμώσατε.
Ἰάσεων ὤφθητε ποταμοί, Μαρτύρων φωστῆρες, καὶ ἀζύγων ὑπογραμμοί, οἱ αἵμασιν ἅμα καὶ ἱδρῶσι, τὴν τῆς ψυχῆς ὑμῶν χλαῖναν κοσμήσαντες.
Θεοτοκίον.
Ὁμόνοιαν δώρησαι τοῖς πιστοῖς, ὦ Μῆτερ Ἁγία, τοῦ ταθέντος ἐπὶ Σταυροῦ, Χριστοῦ τοῦ Σωτῆρος καὶ Υἱοῦ σου, τὰ διεστῶτα τοῦ κόσμου ἑνώσαντος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μετανοίας ταῖς τρίβοις, καὶ βιοτῆς κρείττονος, ὡς
μοναδικῆς πολιτείας, θεῖα κειμήλια, ἰθύνατέ με ταχύ, Ὁσιομάρτυρες θεῖοι, καὶ
ψυχῆς ἀνάπαυσιν, δότε μοι δέομαι.
Ἀληθοῦς ἐγκρατείας, καὶ προσευχῆς ὤφθητε, Σαββαΐται θεῖοι ἀστέρες, κόσμον πυρσεύοντες, καὶ ἀρετῶν τῷ φωτί, καταλαμπρύνετε πάντας, τοὺς ἐν σκότει στένοντας, τῆς ἀπογνώσεως.
Ῥυπαρότητα βίου, καὶ ἡδονὴν πρόσκαιρον, οὐκ ἐνστερνίσθητε ὄντως, Ὁσιομάρτυρες. Διὸ καὶ χαίρετε νῦν, ὐπὲρ ἡμῶν τὸν Δεσπότην, τῶν παθῶν λιτόμενοι, σβέσασθαι τάραχον.
Ἀληθοῦς ἐγκρατείας, καὶ προσευχῆς ὤφθητε, Σαββαΐται θεῖοι ἀστέρες, κόσμον πυρσεύοντες, καὶ ἀρετῶν τῷ φωτί, καταλαμπρύνετε πάντας, τοὺς ἐν σκότει στένοντας, τῆς ἀπογνώσεως.
Ῥυπαρότητα βίου, καὶ ἡδονὴν πρόσκαιρον, οὐκ ἐνστερνίσθητε ὄντως, Ὁσιομάρτυρες. Διὸ καὶ χαίρετε νῦν, ὐπὲρ ἡμῶν τὸν Δεσπότην, τῶν παθῶν λιτόμενοι, σβέσασθαι τάραχον.
Θεοτοκίον.
Τὸν τοῦ νόμου Δεσπότην, καὶ Ποιητὴν ἄχραντε, τὸν χερσὶ
κρατοῦντα τὸν κόσμον, ἐκυοφόρησας. Διὸ πιστῶν οἱ χοροί, δοξολογοῦντες ἀπαύστως,
σὲ ἀεὶ προστρέχουσι, τῇ μεσιτείᾳ σου.
Διάσωσον, ἀπὸ κινδύνων χορὲ Ὁσιομαρτύρων, καὶ ἐκ πάσης ἐπιβουλῆς δολίας τοῦ δράκοντος, τοὺς μέλποντας τὰς ὑμῶν ἀριστείας.
Διάσωσον, ἀπὸ κινδύνων χορὲ Ὁσιομαρτύρων, καὶ ἐκ πάσης ἐπιβουλῆς δολίας τοῦ δράκοντος, τοὺς μέλποντας τὰς ὑμῶν ἀριστείας.
Ἐπιβλέψον ἐν εὐμενείᾳ...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πατέρες κλεινοί, σεπτοὶ Ὁσιομάρτυρες, πυρσοὶ τηλαυγεῖς, ἐρήμου λύχνοι
ἄσβεστοι, τὰ ὐμῶν παλαίσματα, Σαββαΐται ᾄδοντες κράζομεν· ἐξ ἀῤῥωστίας πόνων
ὀχληρῶν, ἀτρώτους ἡμᾶς διατηρήσατε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑμνῳδίαις εὐσχήμοσι, τοὺς Ὁσιομάρτυρας εὐφημήσωμεν, Σαββαΐται ἀνακράζοντες,
νοσημάτων βόρβορον ἐκπλύνατε.
Ῥύσασθέ με θεόφρονες, ἐκ ῥαδιουργίας τοῦ πολεμήτορος, οἱ σωφρόνως ἐνασκήσαντες, καὶ αὐτοῦ τὰ βέλη ἀντικρούσαντες.
Ὡς τὸν Κτίστην ποθήσαντες, ἐκ ψυχῆς φωσφόροι Ὁσιομάρτυρες, τῶν παθῶν ἡμῶν τὰ κύματα, ταῖς ὑμῶν λιταῖς καταπραΰνατε.
Ῥύσασθέ με θεόφρονες, ἐκ ῥαδιουργίας τοῦ πολεμήτορος, οἱ σωφρόνως ἐνασκήσαντες, καὶ αὐτοῦ τὰ βέλη ἀντικρούσαντες.
Ὡς τὸν Κτίστην ποθήσαντες, ἐκ ψυχῆς φωσφόροι Ὁσιομάρτυρες, τῶν παθῶν ἡμῶν τὰ κύματα, ταῖς ὑμῶν λιταῖς καταπραΰνατε.
Θεοτοκίον.
Νοσημάτων παράσχου μοι, καὶ πλημμελημάτων Παρθένε ἴασιν, ἡ τεκοῦσα τὸν
φιλάνθρωπον, ἰατρὸν καὶ ῥύστην μόνον Κύριον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δεῦτε εὐλαβῶς, ἀνυμνήσωμεν τοὺς Μάρτυρας, Σαββαΐτας θείους κράζοντες αὐτοῖς·
καταῤῥίψατε αἱρέσεως προπύργια.
Ἤμβλυνας ἐχθροῦ, τὴν ἰσχὺν σεπτὴ ὁμήγυρι, τοῦ Παντάνακτος τῷ σθένει διὸ νῦν, τῆς αὐτοῦ ἡμᾶς καθαίρεις μιαρότητος.
Μάστιξι δειναῖς, χειμαζόμενος ὁ δείλαιος, ταῖς ὑμῶν Ὁσιομάρτυρες Χριστοῦ, ἱκεσίαις καταφεύγων διασῳζομαι.
Ἤμβλυνας ἐχθροῦ, τὴν ἰσχὺν σεπτὴ ὁμήγυρι, τοῦ Παντάνακτος τῷ σθένει διὸ νῦν, τῆς αὐτοῦ ἡμᾶς καθαίρεις μιαρότητος.
Μάστιξι δειναῖς, χειμαζόμενος ὁ δείλαιος, ταῖς ὑμῶν Ὁσιομάρτυρες Χριστοῦ, ἱκεσίαις καταφεύγων διασῳζομαι.
Θεοτοκίον.
Ἐκ τῆς σῆς γαστρός, τῆς δικαιοσύνης Ἥλιος, ἐξανέτειλε τῷ κόσμῳ καὶ αὐτοῦ,
ταῖς αὐγαῖς ἀχλὺν θανάτου διεσκόρπισεν.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Φιλάγαθοι, Σαββαΐται ἔρημον, ἐνοικήσαντες συντόνῳ ἀσκήσει, καὶ μαρτυρίῳ πρὸς
ἄληκτον δόξαν, εἰς οὐρανίους μονὰς ἐπορεύθητε, πρεσβεύοντες διηνεκῶς, δωρηθῆναι
ἡμῖν θεῖον ἔλεος.
Ῥυσθῆναί με, προσβολῶν τοῦ δράκοντος, ἱκετεύσατε κλεινοὶ Σαββαΐται, οἱ προσβολὰς τοῦ δολίου Βελίαρ, τῇ τοῦ Χριστοῦ ἐκδιώξαντες χάριτι, καὶ στέφος ἄφθαρτον διπλοῦν, ἐκλαβόντες ὡς Ὁσιομάρτυρες.
Οἰκτίρατε, τοὺς ἡμᾶς γεραίροντας, ἀθλοφόρων καὶ ἀζύγων ταμεῖα, οἱ βιοτῇ ἐναρέτῳ
τῷ Κτίστῃ, εὐαρεστήσαντες καὶ πορφυρώσαντες, αἱμάτων ταῖς ὐμῶν ῥοαῖς, τῆς κοιλάδος
τῶν Κέδρων τὸ ἔδαφος.
Θεοτοκίον.
Ὑπάρχουσα, θησαυρὸς τῆς χάριτος, προφητῶν τε καὶ πατέρων τὸ κλέος, τῶν
ἀθλητῶν καὶ Ὁσίων ἡ δόξα, πανυπερύμνητε Μῆτερ προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Λυτρωτῇ,
τὰς ἀόκνους δεήσεις τῶν δούλων σου.
Διάσωσον, ἀπὸ κινδύνων χορὲ Ὁσιομαρτύρων, καὶ ἐκ πάσης
ἐπιβουλῆς δολίας τοῦ δράκοντος, τοὺς μέλποντας τὰς ὑμῶν ἀριστείας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται
τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ Ἱερά
Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Ταχὺ προκατάλαβε..
Ἀσκηταὶ θεοφόροι ἐρήμου καυχήματα, Σαββαΐται σεμνοὶ καὶ Μαρτύρων κλεΐσματα,
ταῖς πρεσβείαις ὑμῶν ἀεὶ προστρέχομεν πιστῶς, ἀναβοῶντες γοερῶς, οἱ δεινῶς
χειμαζόμενοι· βίον διάγειν πάντας, ἡσύχιον ἐν συνέσει, καὶ ὁμονοίᾳ ἀγαστῇ,
θεοφόροι ἀξιώσατε.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ
με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται
καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ...
Στίχ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη...
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ
Λουκᾶν (Κεφ. ιβ΄, 6-12):
Εἶπεν ὁ Κύριος· Πα[ς ὅν ἄν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων...
Δόξα: Ταῖς τῆς σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιοι καὶ Μάρτυρες, Σαββαϊτῶν τὰ πυξία, τῇ ὑμῶν προστρέχομεν, ἀρωγῇ
αἰτούμενοι, θεῖον ἔλεος. Φοίνικες πάγκαρποι, ὕδωρ γλυκύτατον, τὸ ἀρδεῦον χθόνα
ἔρημον, καὶ εἰς γεώργιον, μεταβάλλον ταύτην πανεύφορον, ὤφθητε ὅθεν μέλεσιν,
ἁρμονίοις ᾄδομεν γηθοσύνως, τοὺς ὑμῶν καμάτους, καὶ κράζομεν· Πατέρες παμφαεῖς,
δεινῶν παθῶν τὴν κατάσβεσιν, ἅπασι δωρήσασθαι.
Ὁ Ἱερεύς.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε
ἐλέησον (ιβ’ [τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ
οἰκτιρμοῖς, καὶ
φιλανθρωπίᾳ τοῦ μονογενοῦς
Σου Υἱοῦ, μεθ’ οὗ
εὐλογητὸς εἶ,
σὺν τῷ παναγίῳ
καὶ ἀγαθῷ
καὶ ζωοποιῷ Σου
Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥυπτικαῖς μεσιτείαις, ταῖς ὑμῶν Σαββαΐται οὐλὰς καὶ
τραύματα, ψυχῶν τε καὶ σωμάτων, ὑμῶν σαφῶς ἰᾶσθε, οἱ ἀσκήσει καὶ αἵμασι,
λαβόντες παρὰ Θεοῦ, τὴν ἰαμάτων χάριν.
Εὐσεβείας καμάτοις, χαμευνίᾳ νηστείᾳ καὶ ῥείθροις αἵματος, πατέρες Σαββαΐται, ἀνήλθετε εἰς πόλον, δυσωποῦντες τὸν Κύριον, ἐκ λοιμικῆς συμφορᾶς, ἡμᾶς ρὑσθῆναι πάντας.
Εὐσεβείας καμάτοις, χαμευνίᾳ νηστείᾳ καὶ ῥείθροις αἵματος, πατέρες Σαββαΐται, ἀνήλθετε εἰς πόλον, δυσωποῦντες τὸν Κύριον, ἐκ λοιμικῆς συμφορᾶς, ἡμᾶς ρὑσθῆναι πάντας.
Ἱκετεύσατε θεῖοι, Σαββαΐται πατέρες Χριστὸν τὸν Κύριον, ἀποσοβῆσαι τάχος, ἀσθένειαν καὶ θλίψιν, ἐξ ἡμῶν τῶν ἐν ᾄσμασιν, ἀνευφημούντων ὑμᾶς, ὡς τῆς ἐρήμου κρίνα.
Θεοτοκίον.
Χαριτόβρυτε Κόρη, ἀγαθὴ Θεοτόκε ἐλέους ἄβυσσε,
φιλανθρωπίας κρήνη, καὶ ἴαμα νοσούντων, εκτενῶς καθικέτευε, τῷ σῷ Υἱῷ καὶ Θεῷ,
ὑπὲρ τῶν σὲ ὑμνούντων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀμπλακημάτων, τὸν παντεπόπτην αἰτεῖσθε, παρασχεῖν θεῖοι πατέρες Σαββαΐται,
λύσιν τοῖς ὑμνοῦσιν, ὑμᾶς εἰς τοὺς αἰῶνας.
Ῥῶσίν μοι δότε, τῷ ἀνιάτως νοσοῦντι, ἐκ κακίας μισοθέου Σαββαΐται, ὡς τῆς τοῦ Σωτῆρος, ἀγάπης ὑπηρέται.
Ἀνδρειοφρόνως, τὰς τοῦ ἐχθροῦ ἐπιθέσεις, ἀπεκρούσατε ὁπλῖται τῆς ἐρήμου, βοηθοῖ δειχθέντες, τῶν ὑπ’ ἐχθρῶν τρωθέντων.
Ῥῶσίν μοι δότε, τῷ ἀνιάτως νοσοῦντι, ἐκ κακίας μισοθέου Σαββαΐται, ὡς τῆς τοῦ Σωτῆρος, ἀγάπης ὑπηρέται.
Ἀνδρειοφρόνως, τὰς τοῦ ἐχθροῦ ἐπιθέσεις, ἀπεκρούσατε ὁπλῖται τῆς ἐρήμου, βοηθοῖ δειχθέντες, τῶν ὑπ’ ἐχθρῶν τρωθέντων.
Θεοτοκίον.
Λιμὴν γενοῦ μοι, τῷ ἐν πελάγει τοῦ βίου, Κοσμοσώτειρα δεινῶς χειμαζομένῳ,
ἵνα ἀνυμνῶ σε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀναιρεθέντες ξίφει, πλάνων Σαββαΐται, πρὸς τὴν ἀγήρω
πατρίδα μετέστητε, ὑπὲρ ἡμῶν δυσωποῦντες Χριστὸν τὸν Κύριον.
Μὴ παύσητε τὸν Κτίστην, Μάρτυρες αἰτοῦντες, ὑπὲρ ἡμῶν ἵνα βίον διάγωμεν, ἐν ἡσυχίᾳ οἱ πόθῳ ὑμᾶς γεραίροντες.
Πατέρες Σαββαΐται, Ὁσιομαρτύρων, σεπτὴ καὶ σῶφρον ὁμήγυρις ἴθυνον, ἡμᾶς πρὸς ὅρμον ἀγάπης τε καὶ χρηστότητος.
Μὴ παύσητε τὸν Κτίστην, Μάρτυρες αἰτοῦντες, ὑπὲρ ἡμῶν ἵνα βίον διάγωμεν, ἐν ἡσυχίᾳ οἱ πόθῳ ὑμᾶς γεραίροντες.
Πατέρες Σαββαΐται, Ὁσιομαρτύρων, σεπτὴ καὶ σῶφρον ὁμήγυρις ἴθυνον, ἡμᾶς πρὸς ὅρμον ἀγάπης τε καὶ χρηστότητος.
Θεοτοκίον.
Ἡ Πάναγνος ὑπάρχεις, Μήτηρ τοῦ Ὑψίστου, καὶ παρθενίας
Πανάχραντε τέμενος. Διὸ ἀπαύστως σὴν χάριν ἐπικαλούμεθα.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίρει ἡ τοῦ Σάββα σεπτὴ μονή, ἔχουσα ἐν κόλποις, τὴν λειψάνων ὑμῶν σορόν, ὥσπερ ἰατρεῖον, ἀδάπανον τοῖς πᾶσι, Πατέρες θεοφόροι, Ὁσιομάρτυρες.
Τοὺς ἀναιρεθέντας ἀνηλεῶς, ἐκ χειρῶν ἀνόμων, μονοτρόπους διὰ Χριστόν, ᾄσωμεν ἐν πίστει, βοῶντες· Σαββαΐται, ἡμᾶς παντοίας βλάβης, τάχος λυτρώσασθε.
Τοὺς Ὁσιομάρτυρας τῆς μονῆς, τοῦ Ὁσίου Σάββα, ἀναμέλψωμεν οἱ πιστοί, τοὺς σφαγιασθέντας, ὑπὸ χειρῶν Ἀράβων, ὡς ἄρνας πανασπίλους, τοῦ Παντοκράτορος.
Ὁσιομαρτύρων σεπτὴν σειράν, τὴν συγκροτηθεῖσαν, ἐκ Πατέρων Σαββαϊτῶν, καὶ ὑπὸ Βλεμμύων, στυγνῶς ἀναιρεθεῖσαν, ἐν ὕμνοις ἐγκωμίων, ἀνευφημήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων...
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε,
ἐλέησον ἡμᾶς,* πάσης γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι τήν ἱκεσίαν,* ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν
πύλην ἄνοιξον ἡμῖν,* εὐλογημένη Θεοτόκε,* ἐλπίζοντες εἰς Σέ μή
ἀστοχήσομεν,* ῥυσθείημεν διά Σοῦ
τῶν περιστάσεων·* Σύ γάρ
ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀγάπη τοῦ Κτίσαντος, πυρποληθέντες σοφοί, Πατέρες θεόφρονες, πρὸς ἀρετῶν τὰς ὁδούς, ταχὺ ἐχωρήσατε, ὅθεν καὶ τὴν τῶν Ἀράβων, ὐπεμείνατε σπάθην, ἐν τῇ περιωνύμῳ, λαύρᾳ τοῦ θείου Σάββα. Εὐχαῖς δὲ ὑμῶν ἀόκνοις, νόσους
ἐλαύνετε.
Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Θείου Πνεύματος, τῇ συνεργείᾳ, κατεβάλετε, τοῦ ἀοράτου, δυσμενοῦς ἡμῶν ἐχθροῦ
τὰ φρυάγματα, καὶ ταῖς Βλεμμύων ὀρδαῖς ἀντετάχθητε, Ὁσιομάρτυρες θεῖοι γηθόμενοι,
ὅθεν ἅπαντες, τὴν μνήμην ὑμῶν δοξάζοντες, πρεσβείας τὰς ὑμῶν ἐπικαλούμεθα.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, οἱ τρυχόμενοι πικρῶς, ἐξ ἀῤῥωστημάτων παντοίων, καὶ πόνων ὀδυνηρῶν,
τῇ ὑμῶν προστρεχούσι, Πατέρες χάριτι, καὶ λαμβάνουσιν ἴασιν, ψυχῶν καὶ σωμάτων,
ὅθεν ἀνακράζουσιν, πάντων ὑπάρχετε, ῥῦσται Σαββαΐται φωσφόροι, καὶ κρουνοὶ
κιρνῶντες ἀφθόνως, τοῖς ὑμᾶς γεραίρουσιν ἰάματα.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ εὐχῶν……..
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου