Παράκλησις Ἁγίου Ἱερομάρτυρος ΦΙΛΟΥΜΕΝΟΥ ΤΟΥ ΠΑΡΑ ΤΩ ΦΡΕΑΤΙ ΤΟΥ ΙΑΚΩΒ ΜΑΡΤΥΡΗΣΑΝΤΟΣ(29 Νοεμ.)τὸν παρὰ τὸ Φρέαρ τοῦ Ἰακὼβ ἰταμῶς χερσὶν ἀνόμων
ἀποκτανθέντα.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ
Σταυρῶ.
Τοὺς ἀνυμνοῦντας σέ, Φιλούμενε, πλῆσον χαρᾶς ἀρρήτου,
ὑγείας καὶ σθένους ψυχῆς πατῆσαι δαίμονος δολίου ἰσχύν, νέε ἱερόαθλε τῆς
Χριστοῦ Ἐκκλησίας καὶ κοσμῆτορ Φρέατος Ἰακώβ, ἐκβοῶμεν, χερσὶν ἀνόμων ἄρτι ὁ
κτανθεῖς καὶ ἀθλοφόρων λαμπρύνας συστήματα.
Δόξα, τὸ αὐτό. Καὶ νῦν, Θεοτόκιον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν
οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων
κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα ἔκ σοὺ˙
σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν´
Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα
ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών, οὐ ἡ Ἀκροστιχίς:
«Φιλεῖν μὲ Χριστόν,
Φιλούμενε, ἀξίωσον, Χ.»
Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Φιλεῖν ὑπὲρ πάντας με τὸν Χριστόν, Φιλούμενε μάρτυς,
καταξίωσον τὸν πιστῶς προσφεύγοντά σου ταῖς ἰκεσίαις, ἱεροάθλων νεόδρεπτον
λείριον.
Ἰκάνωσον πάντας τὴν σωστικὴν ὁδὸν διανύσαι τοὺς
γεραίροντας εὐλαβῶς, Φιλούμενε, σοὺ τὴν πολιτείαν καὶ Ἰακὼβ ἐν τῷ Φρέατι
ἄθλησιν.
Λαμπὰς Ὀρθοδόξου διαγωγῆς καὶ ἄστρον
ἀνδρείας, εὐψυχίας καὶ ἀρετῆς, Φιλούμενε, σκέδασον τὸν ζόφον ἡμῶν παθῶν
χαμαιζήλων καὶ θλίψεων.
Θεοτόκιον.
Ἐλέους ἀείρρυτε ποταμέ, Κεχαριτωμένη, τὰς καρδίας σῶν
οἰκετῶν κατάρδευσον νάμασιν εὐνοίας καὶ προστασίας τῆς θείας σου, Δέσποινα.
Ὠδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἱερόαθλε νέε της τοῦ Χριστοῦ πίστεως, γόνε τιμαλφέστατε Κύπρου καὶ
παμφαέστατε Ὀρθοδοξίας φωστήρ, μάκαρ Φιλούμενε, λύσον λυπηρῶν σκοτόμαιναν τῶν
προστρεχόντων σοί.
Νεαυγέστατον ἄστρον διαγωγῆς κρείτττονος τὸ καταφωτίσαν ἀκτίσι πάντας συνέσεως, σῶν ἱκετῶν τὰς ψυχᾶς ἐπιζητεῖν τὰ ἐν πόλω φώτισον, Φιλούμενε, πάτερ πανάριστε.
Μαρτυρίου τὰς τρίβους ἄρτι καλῶς ἤνυσας ἐν ναῶ σεπτῶ Σαμαρείας μάκαρ, Φιλούμενε, δεικνύων πάσιν ἡμῖν σὸν ἀκατάβλητον σθένος, πρεσβευτὰ θερμότατε πάντων πρὸς Κύριον.
Νεαυγέστατον ἄστρον διαγωγῆς κρείτττονος τὸ καταφωτίσαν ἀκτίσι πάντας συνέσεως, σῶν ἱκετῶν τὰς ψυχᾶς ἐπιζητεῖν τὰ ἐν πόλω φώτισον, Φιλούμενε, πάτερ πανάριστε.
Μαρτυρίου τὰς τρίβους ἄρτι καλῶς ἤνυσας ἐν ναῶ σεπτῶ Σαμαρείας μάκαρ, Φιλούμενε, δεικνύων πάσιν ἡμῖν σὸν ἀκατάβλητον σθένος, πρεσβευτὰ θερμότατε πάντων πρὸς Κύριον.
Θεοτοκίον.
Εὐσυμπάθητε Μῆτερ τοῦ Λυτρωτοῦ, πρόσδεξαι σοὺ τῶν οἰκετῶν τὰς δεήσεις,
Θεογεννήτρια, καὶ πλήρου πάντων ἡμῶν τῶν εὐλαβῶς σὲ ὑμνούντων δίκαια αἰτήματα
πρὸς βίον κρείττονα.
Φιλούμενε, ἱερομάρτυς νεόλεκτε, τὰς δεήσεις τῶν προσφύγων σου τῶν Θεῷ καὶ
Κτίστη προσάγαγε, Οὐ κάλλους τοῦ θείου νῦν ἀπολαύεις.
Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπήν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ήχος β΄. Πρεσβεία θερμή.
Χαρὰν ἀληθῆ καὶ εὐφροσύνην ἔνθεον παρέχει πιστοῖς ἡ θήκη σου σκηνώματος, ἢν
νῦν ἀσπαζόμεθα ἐκβοῶμεν˙ Φιλούμενε πάντιμε, νεομαρτύρων εὖχος ἱερόν, ἡμῶν
πλήρου πάντα τὰ αἰτήματα.
Ὠδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Χάρις ἡ δεδομένη σοὶ γένοιτο ἐν θλίψεσι τοῖς σοῖς
προσφύξι στηριγμός, σεπτὲ Φιλούμενε, ἀσφαλείας, σθένος καὶ βοήθεια.
Ρῶσιν πάσιν ἀναβλυσον καὶ παραμυθίαν καὶ θεῖον ἔλεος,
θαυματόβρυτε Φιλούμενε, ταῖς εἰλικρινῶς σὲ μακαρίζουσι.
Ἰατρεύων νοσήματα καὶ κακώσεις, πάτερ, ὡς συμπαθέστατος
μὴ ἐλλίπης τῶν τιμώντων σὲ καὶ πλουτούντων ρύστην σέ, Φιλούμενε.
Σβέσον καύσωνα θλίψεων καὶ τὸ καθ΄ ἡμῶν ἀλάστορος
σύντριψον θράσος, Μῆτερ ἀειπάρθενε, Θεοτόκε, κόσμου καταφύγιον.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Τίμιε βλαστὲ τῆς Ὀρούντης καὶ ἑξάνθισμα τῆς Μονῆς Σταυροβουνίου εὐανθές, σῶν
λιτῶν μὲ μύρω εὔφρανον, Φιλούμενε.
Ὄμβρισον ἡμῖν ὑετὸν τῆς θείας χάριτος, χαριτόβρυτε Φιλούμενε σοφέ,
ὀμβροτόκος ὡς νεφέλη ἁγιάσματος.
Νέε ἀθλητά, ἀστασίαστον, Φιλούμενε, ταῖς τοῦ βίου πολυστρόφοις συμφοραῖς
διατήρησον ζωὴν ἡμῶν, μακάριε.
Θεοτοκίον.
Φώτισον ημών τας οδούς, Θεογεννήτρια, ίνα μη προς σκοτομήνην ζοφεράν
πορευθώμεν αμαρτίας, Μητροπάρθενε.
Ὠδὴ στ΄. Τὴν δέησιν.
Ἰάματα τὸ σεπτόν σου σκήνωμα, ὁ ἡ Μάνδρα τῆς Σιῶν θησαυρίζει παντοδαπᾶ τοῖς
πιστοῖς ἀναβλύζει τοῖς προσιούσιν αὐτὸ καὶ κραυγάζουσι θερμῶς, Φιλούμενε σεπτέ,
ἰατρὸς ἡμῶν ἴσθι ταχύτατος.
Θεοτόκιον.
Ὑμνοῦντες σὲ φωτεινὸν ὡς θάλαμον καὶ ὁλόφωτον Κυρίου νυμφώνα τρανῶς βοῶμεν
ἡμῶν, Θεοτόκε, τῶν καρδιῶν τὰ ἐνδότερα κάθαρον, ἴνα σκηνώση ἐν αὐταῖς ὁ Χριστὸς
καὶ πανάγιος Τόκος σου.
Φιλούμενε, ἱερομάρτυς νεολεκτε, τὰς
δεήσεις τῶν προσφύγων σου τῷ Θεῷ καὶ Κτίστη προσάγαγε, Οὐ κάλλους τοῦ θείου νῦν
ἀπολαύεις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον
ἀνερμηνεύτως ἒπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν
παρρησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς νεομάρτυς τῆς πίστεως ἄριστος καὶ ταχινὸς ἀρωγὸς αἰτουμένων σου
ἀντίληψιν, μάκαρ Φιλούμενε, ἡμῶν δακρύων ρανίδας ἀποσμηξον τῷ μάκτρω λιτῶν σου
πρὸς Κύριον.
Οἱ Ἀναβαθμοί. Τὸ α´
Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός
μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες
Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα
Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον.
Τίμιος
εναντίον Κυρίου ο θάνατος του Οσίου Αυτού.
Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Εὐαγγέλιον κατὰ Ἰωάννην (Κεφ. ιε΄17-27, ιστ΄1-2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμίν, ἴνα ἀγαπᾶτε
ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ
ἐκ τοῦ κόσμου ἦτε ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ,
ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμίν. Οὐκ ἐστὶ δοῦλος μείζων του κυρίου
αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν
ὑμέτερον τηρήσουσιν. ?λλὰ ταῦτα πάντα ποιήσουσιν ὑμὶν διὰ τὸ ὄνομά μου, ὅτι οὒχ
οἴδασι τὸν πέμψαντα μέ. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. νῦν
δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου
μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ
εἶχον νῦν δὲ καὶ ἐωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ' ἴνα
πληρωθῆ, ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμω αὐτῶν, ὅτι ἐμίσησαν μὲ δωρεάν. Ὅταν
δὲ ἔλθει ὁ Παράκλητος, ὂν ἐγὼ πέμψω ὑμὶν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς
ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοὺ• καὶ
ὑμεῖς δὲ μαρτυρεῖτε ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἔστε. Ταῦτα λελάληκα ὑμίν, ἴνα μὴ
σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμάς ἀλλ' ἔρχεται ὥρα, ἴνα πᾶς ὁ
ἀποκτείνας ὑμᾶς δόξη λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα. Ταῖς τοῦ νεοάθλου πρεσβείαις, Ἐλεῆμον,…
Καὶ νῦν. Ταῖς τῆς
Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,…
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλέησον μέ, ὁ Θεὸς…
Ὡς ἀμνὸς πανάμωμος ἐσφαγιάσθης ἀρτίως, νέε ἱερόαθλε, θαυμαστὲ Φιλούμενε,
κλέος πίστεως, Ἰακὼβ Φρέατος τοῦ ναοῦ ἐν μέσω ταῖς χερσὶν ἀνόμων, ἅγιε , διο
σοὶ κράζομεν οἱ πιστοὶ εὐτάκτως ἀείποτε, ἀνόμων δεῖξον πράξεων πάντας ὑπερόπτας
σοὺς πρόσφυγας, τοὺς ἀνευφημούντας σὴν μνήμην τὴν φωσφόρον καὶ λαμπρᾶν καὶ
προσκυνοῦντας σὸν σκήνωμα, ὁ Χριστὸς ἠφθάρτισε.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου
τοῦ Τροπαιοφόρου,
Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας,
Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])·
τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε,
ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μαρτυρίου τοὺς πόνους ὑπομείνας ἀρτίως, λαμπρὲ Φιλούμενε, καρδίας μου τὸν
πόνον καὶ σώματός μου ἄλγος τὴ σὴ χάριτι κούφισον, πρὸς τὸν Χριστὸν γὰρ πολλὴν
τὴν παρρησίαν ἔχεις.
Εἰς τὸ θεῖον σου σκῆνος ὡς εἰς ἄκλυστον ὅρμον ταχὺ προσφεύγοντες, Φιλούμενε,
τοῦ βίου λυτρούμεθα τῆς ζάλης καὶ πιστῶς ἀνακράζομεν, Χαῖρε, μαρτύρων σεπτῶν
της πίστεως ἀκρότης.
Νεκρωθεῖς παιδιόθεν τῶν ἐν κόσμω ἠδέων Χριστὸν ἠγάπησας, Ὂν καὶ τοὺς σοὺς
ἰκέτας ἐκ τῆς ψυχῆς μυχίων ἀγαπῆσαι ἀξίωσον, νεολαμπὲς ἀθλητά, Φιλούμενε
τρισμάκαρ.
Θεοτόκιον.
Ἔχοντες σέ, Παρθένε, ἀκλινῆ προστασίαν σοὶ καταφεύγομεν ἐν πάση δυσθυμία καὶ
τῶν ἐπικειμένων ἐκλυτρούμεθα θλίψεων, Θεοκυῆτορ ἁγνή, καὶ ζοφερῶν κινδύνων.
Ὠδὴ η΄. Τὸν Βασιλέα.
Ἁγίων δήμοις συναυλιζόμενος, πάτερ, σὺν αὐτοῖς ἐκδυσώπει τὸν Κτίστην δύναμίν
μου δοῦναι Φιλούμενε, κὰτ΄ ἄμφω.
Ξένη ἡ χάρις πέλει, ἢν πάσι παρέχεις τοῖς σὴν κλῆσιν ἐπικαλουμένοις, ἀθλητὰ
Κυρίου, Φιλούμενε παμμάκαρ.
Ἰάτρευσόν μου τὰ τῆς σαρκὸς ἀλγηδόνας καὶ ψυχῆς χαλεπᾶς ἀσθενείας, τοῦ
ἐπιζητοῦντος, Φιλούμενε, σὴν χάριν.
Θεοτόκιον.
Ὡς τοῦ
Σωτῆρος εὐλογημένην μητέρα σὲ ὑμνοῦντες ἐχθροῦ δυναστείας σῶσον τοὺς σοὺς
δούλους, βοῶμεν σοί, Παρθένε.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Σιῶν νῦν ἐν τοῖς κόλποις ἔχουσα σὸν σκῆνος ὡς πολυτίμητον ὄλβον, Φιλούμενε,
αὐτῶ προσφεύγει ἐν λύπαις καὶ περιστάσεσιν.
Ὁ νέος ἀθλοφόρος πίστεως, μανίας τοῦ πολεμήτορος ρύου, Φιλούμενε, τοὺς
καταφεύγοντας πόθω τὴ ἀντιλήψει σου.
Νεοάθλε γενναῖε, φύλαττε ἀπαύστως σὴ θαυμαστὴ προστασία σοὺς πρόσφυγας
ἐπινοιῶν τοῦ δολίου ἐχθροῦ, Φιλούμενε.
Νεοάθλε γενναῖε, φύλαττε ἀπαύστως σὴ θαυμαστὴ προστασία σοὺς πρόσφυγας
ἐπινοιῶν τοῦ δολίου ἐχθροῦ, Φιλούμενε.
Θεοτόκιον.
Χαρὰ τοῦ Φιλουμένου τοῦ σεπτοῦ καὶ γέρας, Θεογεννῆτορ ἁγνὴ παμμακάριστε,
χαρᾶς μὲ πλῆσον τὸν πόθω σὲ μεγαλύνοντα.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις, τῶν μαρτύρων ὁ κοινωνός, χαίροις, ἱερέων ὁ διάκοσμος εὐσεβῶν,
χαίροις, τοῦ Ὑψίστου, Φιλούμενε, ὁ φίλος καὶ πάσης Ἐκκλησίας ἔμπνουν
θησαύρισμα.
Χαίροις, τῆς Ὀρούντης σεπτὸς βλαστός, χαίροις, νήσου
Κύπρου πολυτίμητος θησαυρός, χαίροις, Ἐκκλησίας τῆς Μόρφου ὡραιότης, Φιλούμενε,
μαρτύρων νέων ὑπόδειγμα.
Ἔχων παρρησίαν πρὸς τὸν Θεὸν πρέσβευε ἀπαύστως ὑπὲρ πάντων τῶν εὐσεβῶν τῶν
μεγαλυνόντων τὴν θείαν ἄθλησίν σου, Φιλούμενε, μαρτύρων νέων ὠράϊσμα.
Χάριν ἀναβλύζει ὡς ἀληθῶς σκήνωμα σὸν θεῖον, ὁ ἠφθάρτισεν Ἰησοῦς, ὅθεν
προσιόντες αὐτῶ μὲτ΄ εὐλαβείας καρπούμεθα κατ΄ ἄμφω ρώμην, Φιλούμενε.
Λύτρωσαι τοὺς σπεύδοντας εὐλαβῶς προσκυνῆσαι σκῆνος σὸν πανάφθορον συμφορῶν
καὶ ἐχθροῦ μανίας σαῖς θείαις ἰκεσίαις πρὸς Κύριόν της δόξης, μάκαρ Φιλούμενε.
Χαίροις, ὁ ἀθλήσας πὰρ΄ Ἰακὼβ Φρέαρ ἐν ἐσχάτοις χρόνοις, ἔνδοξε ἱερεῦ, καὶ
ὀφθεῖς μαρτύρων ἰσότιμος τῶν πάλαι, νεοάθλε γενναῖε, πάτερ Φιλούμενε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς
τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε,
ἐλέησον ἡμᾶς,* πάσης γάρ
ἀπολογίας ἀποροῦντες,*
ταύτην Σοι τήν
ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί
προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν
Χριστιανῶν.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Ὀρούντης τὸν γόνον, νήσου Κύπρου τὸ βλάστημα καὶ ἱερομάρτυρα νέον Ἰακὼβ
θείου Φρέατος, Φιλούμενον, τιμήσωμεν, πιστοί, ὡς πρόμαχον τῆς πίστεως ἡμῶν καὶ
ἀήττητον ὁπλίτην Χριστοῦ τῆς ἀληθείας πόθω κράζοντες. Δόξα τῷ σὲ δοξάσαντι
Χριστῷ, δόξα τῷ σὲ ἀφθαρτίσαντι, δόξα τῷ σὲ ἡμῖν χειραγωγὸν πρὸς πόλον
δείξαντι.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου.
Πλῆσον ὑγιείας καὶ χαρᾶς τοὺς εἰλικρινῶς σὲ τιμώντας, ἱερομάρτυς στερρέ,
ἀθλητὰ Φιλούμενε, καὶ διασκέδασον νοσημάτων σκοτόμαιναν καὶ θλίψεων πόρρω, ἴνα
σὲ γεραίρωμεν ὡς ἀντιλήπτορα, τεῖχος ἀρραγὲς ἐν ἀνάγκαις καὶ παραμυθίαν
γλυκείαν ἐν δειναῖς τοῦ βίου περιστάσεσι.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ
λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν.
Δίστιχον.
Φιλείν Χριστόν, δι΄ Ον ιταμώς εκτάνθης,
Φιλείν Χριστόν, δι΄ Ον ιταμώς εκτάνθης,
Φιλούμενε,
αξίωσον Χαραλάμπη.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου