Παράκλησις ὁσ.
ΑΝΤΩΝΙΟΥ τοῦ Σίγια Ρωσίας.
Ποίημα Ἀντωνίου Μάρκου (1985)
Ἡ μνήμη
αὐτοῦ τήν 19ην Ἰουνίου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά παρόντα
Τροπάρια.
Ἦχος δ’. Τῇ Θεοτόκῳ
ἐκτενῶς.
Ταῖς
τοῦ Ὁσίου ἱκεσίαις, Οἰκτῆρμον,
τοῦ ἐν
Σίγιᾳ θαυματουργοῦ Ἀντωνίου, Παχωμίου τε
μάκαρος τοῦ ἐν
Κένᾳ ὁμοῦ, πέμψον τά ἐλέη
Σου ἐπί λαόν ἀσεβοῦντα
καί παραπικραίνοντα, Σέ τόν
τῶν ὅλων Δεσπότην. Αὐτούς προσάγωμεν
γάρ ὡς πρεσβευτάς, ὡς κεκτημένους
τήν χάριν Σου, Κύριε.
Δόξα… Ἀπολυτίκιον τοῦ Ἁγίου.
Ἦχος
α’. Τοῦ λίθου σφραγισθέντος.
Θηβαΐδος τῆς
πρώτης Ἀντώνιος πέφυνε, μέγας
τῇ ἀσκήσει, πλήν τούτου
τόν θεῖον τρόπον
ἐζήλωσε, Ἀντώνιος ὁ Νέος
ὁ βορρᾶ καί
τούτου Θηβαΐδος πολιστής· ὁ
ἐν Σίγιᾳ τῆς
Ῥωσίας ἀναδειχθείς, Ἀντωνίου τοῦ
Μεγάλου ὁμότροπος. Πάντες οὗν Ὀρθόδοξοι ψαλμικῶς
δοξάσωμεν τόν Κύριον
κράζοντες· δόξᾳ Σοι τῷ
δωρησαμένῳ ἡμῖν, τοῦτον πρέσβυν
ἀκοίμητον.
Καί νῦν… Θεοτοκίον.
Ἦχος δ’. Ὁ
ὑψωθείς ἐν τῶ
Σταυρῶ.
Τῇ Θεοτόκῳ
ὡς μητρί ἐκβοῶμεν, οἱ
τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ Σου
σκέπασον ἀγάπῃ ἡμᾶς. Σπεῦσον, Κόρη, ῥύσασθαι τῶν
τοῦ Βελίαρ παγίδων
καί τῆς καταθλίψεως
καί τῆς δαιμόνων μανίας. Σοῦ
γάρ ὑπάρχει ἡ Εἰκών
ἡ τοῦ Καζάν, ἡμῶν προστάτις, σκέπη τε καί
ἀντίληψις.
Ὁ Ν´
Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὠδή
α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Ἀρχήν
νῦν ποιούμενος ἀνυμνεῖν, Ἀντωνίου ἀγῶνας, τοῦτον ἐνθέρμως
παρακαλῶ· διάρρηξον
πταισμάτων μου τόν ὄγκον,
ταῖς πρός τόν
Κτίστην, Πάτερ, πρεσβείαις Σου.
Νομίμως ἀσκήσας
ἐπί τῆς γῆς, ἀξίως
τήν χάριν ἔλαβες, Πάτερ, θαυματουργεῖν· ταύτην οὗν
χρώμενος νῦν παῦσον, τῆς
ψυχῆς μου τόν
τάραχον δέομαι.
Δόξα.
Τρωθείς
θείῳ ἔρωτι, τοῦ φθαρτοῦ
ἐμάκρυνας κόσμου, βορρᾶ γενόμενος πολιστής καί
τούτου τῆς ἐρήμου
Θηβαΐδος, ἧν ὡς ἀστήρ
πνευματικός λαμπρῶς ἐφώτισας.
Καί
νῦν. Θεοτοκίον.
Θεοτόκε
Παρθένε, ὁ Ποιητής, ἐν τῇ Σῇ
κοιλίᾳ κατεκένωσεν Ἑαυτόν· ὁ
κόλπους πατρικούς μή κενώσας,
σῶσαι θελήσας ὡς
Θεός τό ἀνθρώπινον.
Ὠδή
γ’. Οὐρανίας ἀψίδος.
Ὤφθης ἅγιον στόμα, πηγάζων ῥήματα
ἅγια, δι’ ὧν τάς ψυχάς
τῶν προσιόντων, Πάτερ,
κατήρδευσας· οὕτω γενόμενος σφραγίς
κλεινή τοῦ εἰπόντος, «ἐκ
τῆς κοιλίας Σου ῥεύσονται
ὕδατα».
Νίκην
ἔσχες Βελίαρ κατατροπώσας
τήν δύναμιν, ἔνδον ἐν
τῷ ἔλει ἐκθέτων
Σά μέλη, Πάτερ, τοῖς κώνωψι· τούτων τοῖς
δήγμασι καί τῇ
τοῦ αἵματος ῥεύσει, σάρκαν κατεμάρανας, ψυχήν πτερούμενος.
Δόξα.
Ἱκετεύομεν, Πάτερ, ἡμῶν τά πάθη
καί τραύματα, σπεῦσον Σαῖς
ἁγίαις πρεσβείαις, ταχέως ἴασαι· ἵνα
εὐφημοῦμεν Σε, ὡς μοναζόντων
τό κλέος, Θηβαΐδος καύχημα, πάτερ Ἀντώνιε.
Καί
νῦν. Θεοτοκίον.
Εὐσπλάχνως, Παρθένε, ἡ τόν
Κύριον τέξασα, σπεῦσον καί
λύτρωσαι κινδύνων ἡμᾶς
παντοίων καί θλίψεων· σύν Σοί
δέ φέρομεν, πρός Κύριον
πρεσβείαν, Ἀντώνιον τόν ἔνδοξον, Ῥωσίας καύχημα.
Διάσωσον ταῖς τοῦ Ὁσίου
πρεσβείαις Παντελεήμων, ὅτι
πάντες κατόπιν Σοῦ
αὐτῷ καταφεύγομεν, ὡς ἔχοντι
τήν πρός Σέ
παρρησίαν.
Ἐπίβλεψον
ἐπικαμπτόμενος Θεοτόκου καί
τοῦ Ὁσίου ταῖς
λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς
ἀσθενεῖς καί λύτρωσαι
τόν λαόν Σου.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ
ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Ὁ χορός. Ἀμήν.
Κάθισμα. Ἦχος β’. Τά ἄνω ζητῶν.
Ἀντωνίου
τῇ πρεσβείᾳ νῦν
προσπίπτωμεν, οἱ ἐν πόνοις
ψυχῆς καί θλίψεσι
ὑπάρχοντες καί δι’ αὐτοῦ
αἰτούμεθα τό τοῦ
Κυρίου ἄμετρον ἔλεος καί
τήν ταχεῖαν Τούτου
συνδρομήν καί τήν
βεβαίαν Αὐτοῦ ἀντίληψιν.
Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Ὅν ἐπόθησας, Ὅσιε, σάρκα δι’ Ὅν
ἔτηξας, νῦν τεθέασαι Παραδείσῳ
αὐλιζόμενος· διό Σέ καί
ἀπαύστως μακαρίζομεν.
Σάρκαν,
Πάτερ, δουλώσας, ὑπό τήν γῆν κέλλαν
ἔπηξας, ἐν ἧ ζῶν
ἐτάφης ὑπό πάγου
καί ὑπό χιόνος, Ἁγιώτατε.
Δόξα.
Ἀρετῆς ἀνεδείχθης
ἀστήρ καί στύλος
ἀκλόνητος, ὅθεν πᾶσι σεπτόν
προσφέρεις, ἅγιόν τε, Ἀντώνιε, παράδειγμα.
Καί
νῦν. Θεοτοκίον.
Θεοτόκε
Μαρία, τῆς Ῥωσίας ἡ
Ἔφορος, σπεῦσον τά Σά τέκνα
ἐπισκέψαι, τά ἐν κατακόμβαις
καταφεύγοντα.
Ὠδή ε’. Φώτισον ἡμᾶς.
Νίκης τήν
χαράν, τάς παγίδας
τροπωσάμενος τοῦ ἐχθροῦ
νῦν ἀπολαύεις, οὐρανοῖς
περιπολεύων, Ἀξιάγαστε.
Τύχοιμεν ἡμεῖς, ὦ
Ἀντώνιε, δεήθητι τοῦ
Κυρίου καί Παντάνακτος
τῆς βασιλείας, ἧν αὐτός
βραβεῖον ἔλαβες.
Δόξα.
Ὡς
τις ἀριστεύς τοῦ
Βελίαρ τροπωσάμενος τάς
πλεκτάνας, ὦ Ἀντώνιε, ἐν οὐρανίοις θαλάμοις νῦν
ἀγάλεσαι.
Καί
νῦν. Θεοτοκίον.
Τιμῶντες
Σε, Ἁγνή, Ὀρθοδόξων τά
συστήματα καί ὑμνοῦντες
οὐ παυόμεθα, ταῖς Σαῖς
πρεσβείαις θαρροῦντες,
Παντάνασσα.
Ὠδή
στ’. Τήν δέησιν ἐκχεῶ.
Νέος ὧν
ὑπῆλθες τῷ σώματι, τόν
ζυγόν Σύ τόν
χρηστόν τοῦ Σωτῆρος, ἀπορραγείς τῶν
τοῦ κόσμου ματαίων
καί τοῖς δρυμοῖς
φυγαδεύων ἐμάκρυνας καί
μόνος μόνῳ τῷ
Θεῷ, νοερῶς ἦσθα συνών
καί ἡδόμενος.
Ἱκέτευε ἐκτενῶς, Ἀντώνιε, τόν Θεόν
ὑπέρ τῆς Σῆς
γλυκυτάτης, νῦν στεναζούσης,
Θεοφόρε, πατρίδος, ὑπό τόν κνοῦτον ἀθέων
δυνάμεων καί λύτρωσαι παντοίων πειρασμῶν, τούς ἐν
αὐτῇ ἐν τῇ
Πίστει ἐμμένοντας.
Δόξα.
Ὡς
τεῖχος ἐν τοῖς
κινδύνοις ἄρρηκτον, τήν Σήν ἐγκεκτημένοι Εἰκόνα, ἐκ
τῶν δεινῶν ἐκλυτρούμεθα
πάντων, ἐσαεί Σέ λυτρωτήν
ἐπιγραφόμενοι, σωτήραν τε μετά
Θεόν, τῆς Θηβαΐδος τοῦ
Σίγια Ἀντώνιε.
Καί
νῦν. Θεοτοκίον.
Ὅλον
με, νυσταγμῷ βεβαρημένον, τῇ
θερμῇ Σου ἔγειρον ἱκεσίᾳ
καί μή δώῃς
ὑπνῶσαι Σόν δοῦλον, Μῆτερ
Ἁγία Παρθένε, εἰς θάνατον·
προστάτην γάρ καί
ὁδηγόν ἐμῆς ζωῆς
Σέ ἐπιγράφομαι, Δέσποινα.
Διάσωσον ταῖς
τοῦ Ὁσίου πρεσβείαις Παντελεήμων,
ὅτι πάντες κατόπιν
Σοῦ αὐτῶ καταφεύγομεν, ὡς ἔχοντι
τήν πρός Σέ
παρρησίαν.
Ἐπίβλεψον
ἐπικαμπτόμενος Θεοτόκου καί
τοῦ Ὁσίου ταῖς λιταῖς
Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς
καί λύτρωσαι τόν
λαόν Σου.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ
ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β’. Προστασία
τῶν Χριστιανῶν.
Μεσιτείᾳ τῆς Μητρός Σου, Πολυέλεε, ἱκεσίαις Ἀντωνίου
καί δεήσεσι, τῷ Σῷ
λαῷ ἐπίβλεψον καί
σῶσον ἡμᾶς. Ἡμάρτομέν Σοι, Ἀγαθέ, καί παροργίζομεν
ἀεί, τήν Σήν ἀγαθότητα. Δέχου τήν
μεσιτείαν τῆς ἀχράντου
Μητρός Σου, ἐπικαμπτόμενος,
Σωτήρ, Αὐτῆς ταῖς δεήσεσι.
Καί εὐθύς τό Προκείμενον.
Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει καί
ὡσεί κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος: Πεφυτευμένοι ἐν
τῷ οἴκῳ Κυρίου, ἐν
αὐλαῖς τοῦ Θεοῦ
ἡμῶν ἐξανθήσουσιν.
Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει καί
ὡσεί κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἐκ τοῦ κατά
Ἰωάννην ἁγίου Εὐαγγελίου, τό ἀνάγνωσμα.
Εἶπεν ὁ Κύριος
τοῖς ἑαυτοῦ μαθηταῖς. Ταῦτα ἐντέλλομαι
ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ
ὁ κόσμος ὑμᾶς
μισεῖ, γινώσκετε ὅτι ἐμέ
πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ
ἐκ τοῦ κόσμου
ἦτε, ὁ κόσμος ἄν
τό ἴδιον ἐφίλει. Ὅτι
δέ ἐκ τοῦ
κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγώ ἐξελεξάμην
ὑμᾶς ἐκ τοῦ
κόσμου, διά τοῦτο μισεῖ
ὑμᾶς ὁ κόσμος. Μνημονεύεται τοῦ
λόγου, οὗ ἐγώ εἶπον
ὑμῖν. Οὐκ ἔστι δοῦλος
μείζων τοῦ κυρίου
αὐτοῦ. Εἰ ἐμέ ἐδίωξαν,
καί ὑμᾶς διώξωσιν. Εἰ
τόν λόγον μου
ἐτήρησαν, καί τόν ὑμέτερον
τηρήσουσιν. Ἀλλά ταῦτα πάντα
ποιήσουσιν ὑμῖν διά
τό ὄνομά μου, ὅτι
οὐκ οἴδασι τόν
πέμψαντά με. Εἰ μή
ἦλθον καί ἐλάλησα
αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Νῦν
δέ πρόφασιν οὐκ
ἔχουσι περί τῆς
ἁμαρτίας αὐτῶν. Ὁ ἐμέ
μισῶν καί τόν
Πατέρα μου μισεῖ. Εἰ
τά ἔργα μή ἐποίησα αὐτοῖς, ἅ
οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ
εἶχον. Νῦν δέ καί
ἑωράκασι καί μεμισήκασι
καί ἐμέ καί
τόν Πατέρα μου. Ἀλλ’ ἵνα
πληρωθῆ ὁ λόγος
ὁ γεγραμμένος ἐν
τῶ νόμῳ αὐτῶν, ὅτι
ἐμίσησάν με δωρεάν. Ὅταν
δέ ἔλθη ὁ Παράκλητος,
ὅν ἐγώ
πέμψω ὑμῖν παρά
τοῦ Πατρός, τό Πνεῦμα
τῆς ἀληθείας, ὅ παρά
τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει
περί ἐμοῦ. Καί
ὑμεῖς δέ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς
μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα
ὑμῖν, ἵνα μή σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν
ὑμᾶς, ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας
ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν
τῶ Θεῶ. (ιε’ 17 – 27 καί
ιστ’ 1 - 2).
Ὁ χορός: Δόξα Σοι, Κύριε, Δόξα Σοι.
Εἶτα ψάλλομεν. Ἦχος β’.
Δόξα…Ταῖς τοῦ Ἀντωνίου πρεσβείαις,……
Καί νῦν…Ταῖς
τῆς Θεοτόκου……
Στίχ.Ἐλέησόν
με ὁ Θεός……
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Δεῦτε
τόν Ἀντώνιον, τόν τοῦ Σίγια,
ἐν ὕμνοις καί
ὡδαῖς τιμήσωμεν, οἱ αὐτῷ
προσπίπτοντες μετά πίστεως.
Τῷ Θεῷ οὗτος
γάρ, ὑπέρ λαοῦ ἅπαντος, μετά
ζέσεως προσδέεται,
ἐπικαλούμενος ἐφ’ ἡμᾶς Κυρίου
τό ἔλεος καί
Τούτου τήν σωτήριον
ἐπί τοῖς δεομένοις
βοήθειαν. Χαίρε βοῶντες,
δοχεῖον τοῦ Κυρίου
ἐκλεκτόν καί τῆς
Αὐτοῦ παρατάξεως στρατιῶτα
τίμιε.
Ὑπό τοῦ Ἱερέως
ἡ λιτανευτική ἱκεσία:
Σῶσον
ὁ Θεός τόν
λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός:
Ἀμήν.
Ὠδή ζ’. Οἱ
ἐκ τῆς Ἰουδαίας.
Ὕμνος
ἡ Σή ἐφάνη βιοτή
Κυρίῳ τῷ Θεῷ
Σου, διό Ἀντώνιε τοῦ
Σίγια, Ῥωσίας πέλεις κλέος, διό
καί ψάλλει κραυγάζουσα·
ὁ Πατέρων ἡμῶν
Θεός εὐλογητός εἶ.
Μέγιστα
ἐργάζῃ καί μετά
λῆξιν, πάτερ Ἀντώνιε, νῦν θαύματα
καί σημεῖα τεράστια τοῖς
πᾶσι, τοῖς μετά πόθου
κραυγάζουσι· ὁ Πατέρων ἡμῶν
Θεός εὐλογητός εἶ.
Δόξα.
Νόσων
καί κινδύνων ἰατρός ἐδόθης, Πάτερ, τῷ
κόσμῳ, διό θεράπευσον τά πάθη, πληγάς
τε ἀοράτους ἡμῶν, τῶν
πίστει βοώντων Σύ· ὁ Πατέρων
ἡμῶν Θεός εὐλογητός
εἶ.
Καί
νῦν. Θεοτοκίον.
Κυρία
Θεοτόκε, ἐπαίρουσα μή παύῃς
χεῖρας Υἱῷ Σου
καί Θεῷ· ἀνάψυξον, Παρθένε, ψυχάς πεπυρωμένας, τῶν μετά
πόθου ψαλλόντων Σοι· χαῖρε
οὐράνιε λιμήν, πάντων
τῶν σωζομένων.
Ὠδή η’. Τόν
Βασιλέα τῶν οὐρανῶν.
Ὅσοι ἐν
πίστει εἰλικρινεῖ προσιοῦσι, τῇ
θήκῃ τῶν σεπτῶν Σου
λειψάνων, ψυχῶν τε καί
σωμάτων λαμβάνουσιν τήν
ῥῶσιν.
Ναός καί
τάφος τοῦ Σίγιας
Ἀντωνίου, ἱατρεῖον ἱερόν
πρόκεινται τοῖς πᾶσι,
κἄν ἀσεβούντων ἐδέχθησαν
τήν μῆνιν.
Δόξα…
Ἁγίων,
Πάτερ, φανεῖς εἰκονογράφος, λαβών τό
χάρισμα τοῦτο παρά
Κυρίου, προστάτης ταύτης
τῆς τέχνης ἡμῶν πέλεις.
Καί
νῦν. Θεοτοκίον.
Ὀμμάτων
σκότος, ψυχῆς ἀορασίαν,
φωταγώγησον Σύ, φωτός ἀκτίστου
Μῆτερ, τῶν δεομένων τυχεῖν
τοῦ Σοῦ ἐλέους.
Τόν Βασιλέα
τῶν οὐρανῶν Ὅν
ὑμνοῦσι στρατιαί τῶν
Ἀγγέλων ὑμνεῖται καί
ὑπερυψοῦται εἰς πάντας
τούς αἰῶνας.
Ὠδή θ’. Κυρίως Θεοτόκον.
Δεκάδες
τά Σά τέκνα, βορείου Θηβαΐδος, τόν Σόν
δρόμον, Πάτερ, ἐβάδισαν καί ἔλαβον
παρά Θεοῦ μισθούς
ἀγώνων καί στέφη
οὐράνια.
Εὐχαῖς Σου
τάς σειράς μου
τῶν πταισμάτων λῦσον
καί τό χειρόγραφον, Μάκαρ, διάρρηξον τῆς
ἁμαρτίας, τοῦ τήν Σήν
ἁγίαν μνήμην πᾶσι κηρύττοντος.
Δόξα.
Ἴδε
μου τήν πτωχείαν, τοῦ
ταῦτα στιχουργοῦντος καί
Σαῖς πρεσβείαις πρός
Κύριον, Ὅσιε, πλούτισον τήν
ἐμῆν ψυχήν, τῶν δωρεῶν
καί χαρίτων τοῦ
Πνεύματος.
Καί
νῦν. Θεοτοκίον.
Σωτῆραν
ἡ τεκοῦσα, Παρθένε Θεοτόκε, σύν
Ἀντωνίῳ Κυρίῳ πρεσβεύσατε, ἵνα δωρήσῃ
πᾶσιν ὡς Θεός, ἁμαρτημάτων τήν
λύσιν καί ἄφεσιν.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαῖροις
ὁ Ῥωσίας γόνος
λαμπρός καί Μονῆς
τοῦ Σίγια πολιοῦχος καί
βοηθός, πάντων Ὀρθοδόξων τῶν
ἐπικαλουμένων, τήν Σήν
θερμήν πρεσβείαν καί
τήν ἀντίληψιν.
Ἀντώνιε
Πάτερ ἡμῶν σεπτέ, τούς
Σοί προσφυγόντας σπεῦσον
τοῦ σῶσαι τῶν
πονηροῦ, προσβολῶν ματαίων
καί τείχισον εὐχαῖς
Σου, πάντας τούς Ὀρθοδόξους, Ῥώσους τε Ἕλληνας.
Θαυμάτων
ποικίλων τόν αὐτουργόν, σημείων, τεράτων καί
ἰάσεων θαυμαστῶν ποιητήν, τόν
θεῖον Ἀντώνιον τιμῶμεν, αὐτοῦ τήν
θείαν χάριν ἐπικαλούμενοι.
Πᾶσαι
τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ
Ἅγιοι Πάντες μετά
τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν
εἰς τό σωθῆναι
ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἀπολυτίκιον τοῦ
Ἁγίου.
Ἦχος α’. Τοῦ λίθου
σφραγισθέντος.
Θηβαΐδος τῆς
πρώτης Ἀντώνιος πέφυνε, μέγας
τῇ ἀσκήσει, πλήν τούτου
τόν θεῖον τρόπον
ἐζήλωσε, Ἀντώνιος ὁ Νέος
ὁ βορρᾶ καί
τούτου Θηβαΐδος πολιστής· ὁ
ἐν Σίγιᾳ τῆς
Ῥωσίας ἀναδειχθείς, Ἀντωνίου τοῦ
Μεγάλου ὁμότροπος. Πάντες οὗν
Ὀρθόδοξοι ψαλμικῶς δοξάσωμεν
τόν Κύριον κράζοντες· δόξᾳ Σοι
τῷ δωρησαμένῳ ἡμῖν, τοῦτον
πρέσβυν ἀκοίμητον.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ
ξύλου.
Δεῦτε
τόν τοῦ Σίγια τόν σεπτόν
καί θαυμα-τουργόν ποιμενάρχην πάντες τιμήσωμεν, τόν ἔνδοξον
Ἀντώνιον, σύν Παχωμίῳ ὁμοῦ,
θεῖοις Πατράσι καί εἴπωμεν
αὐτοῖς μελωδοῦντες· χαίρετε τρισόλβια
δοχεῖα Πνεύματος· Πατέρες, Ῥωσίας φωστῆρες καί
ἡμῶν προστάται ἐν
ἀνάγκαις, πάντων τε
Ὀρθοδόξων οἱ ἀμύντορες.
Τήν
πᾶσαν ἐλπίδα μου, εἰς
Σέ ἀνατίθημι, Μῆτερ τοῦ
Θεοῦ, φύλαξόν με ὑπό
τήν σκέπην Σου.
Ὁ
Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου