Παράκλησις Ἀγίου Σάββα τοῦ Ἡγιασμένου
Ὁ Ἱερεύς:
Εὐλογητός ὁ Θεός ἡμῶν παντοτινὲ, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν
αἰώνων.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὃτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἓνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἴτα
τά παρόντα Τροπάρια.
Ἦχος
δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Ἁγιασθείς ἀπό παιδός θεοφόρε, ἁγιασμόν καί φωτισμόν καί
εἰρήνην, καί ὀφλημάτων αἴτησαι συγχώρησιν, νόσων ἀπολύτρωσιν, καί εἰρήνην ἐν βίω
πιστῶς προστρέχουσι τή ἁγία σου σκέπη. Σάββα Πατέρων θεία κορωνίς, καί τήν
θερμήν σου, αἰτούσιν ἀντίληψιν.
Δόξα... Καὶ νῦν...
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὃτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνω ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ‘Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὃτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ρημάτων ψυχῆς μου τῆς ταπεινῆς, εἰσάκουσον Σάββα, καί
παρασχον μοί φωτιομόν, καί ρώμην κατά τοῦ πολεμίου, ὡς ἀντιλήπτωρ μου Πάτερ καί
ἔφορος.
Ὑφέρπων δολίως ὁ δυσμενής, προσβάλλει μέ Πάτερ, καθ'
ἑκάστην δί’ ἡδονές, ἀλλά τούτου συντριψον τό θράσος καί τήν ζωήν μου βελτίωσον
Ὅσιε.
Στολήν ἀμαυρώσας τήν ἱεράν, Θεοῦ ἐμακρύνθην, διά πλῆθος
ἁμαρτιῶν, ἀλλά οὐ γενοῦ μοί ὁδηγία, πρός τόν Χριστόν καί οἰκείωσις Ὅσιε.
Θεοτοκίον
Ἁγνή Παρθένε Μῆτερ Θεοῦ, τή σῆ εὐσπλαγχνία, τήν ψυχήν
μου τήν ἐναγῆ, ἁγίασον ἔργοις ἐναρέτοις, καί σεσωσμένον Θεῶ μέ προσάγαγε.
Ὠδή γ΄. Οὐρανίας ἁψῖδος
Ἱλασμόν καί εἰρήνην, καί τῶν παθῶν ἴασιν, καί ἐπηρειῶν
πολυτρόπων, τήν ἀπολύτρωσιν, καί εἰρηναίαν ζωήν, ἠμίν ἀπαύστως ἑξαίτει. τοῖς σέ
μακαρίζουσι, Σάββα μακάριε.
Μετανοίας πρός τρῖβον, καί πρός ζωήν κρείττονα, ὡς τῆς πολιτείας τῆς θείας, ἔνθεον ὄργανον, ἠμᾶς ὁδήγησον, ὡς ἄν τῇ σῇ ἀντιλήψει, τούς καρπούς τοῦ Πνεύματος, καρποφορήσωμεν.
Εὐμενῆ ἀρωγόν ὀε, καί βοηθόν ἕτοιμον, Σάββα Θεοφόρε πλουτοῦντες, διασωζόμεθα, πάσης στενώσεως, καί πειρασμῶν ἀδοκήτων, Πάτερ τή πρεσβεία σου, Χριστῶν δοξάζοντας.
Μετανοίας πρός τρῖβον, καί πρός ζωήν κρείττονα, ὡς τῆς πολιτείας τῆς θείας, ἔνθεον ὄργανον, ἠμᾶς ὁδήγησον, ὡς ἄν τῇ σῇ ἀντιλήψει, τούς καρπούς τοῦ Πνεύματος, καρποφορήσωμεν.
Εὐμενῆ ἀρωγόν ὀε, καί βοηθόν ἕτοιμον, Σάββα Θεοφόρε πλουτοῦντες, διασωζόμεθα, πάσης στενώσεως, καί πειρασμῶν ἀδοκήτων, Πάτερ τή πρεσβεία σου, Χριστῶν δοξάζοντας.
Θεοτοκίον
Συντριβεῖς ταῖς ἀμέτροις. καί πονηραῖς πράξεσι. νῦν τήν
παρά σου θεραπείαν, αἰτοῦμαι Ἄχραντε, ἤν μοί πρυτάνευσον, καί πρός ὁδόν
σωτηρίας ἴθυνον μέ δέομαι ὡς Ὑπεράγαθος.
Διάσωσον Ἠγιασμένε Θεόληπτε
Πάτερ Σάββα, ἐκ κινδύνων καί ἀναγκῶν καί κακώσεων, τούς τῇ σεπτή σου πρεσβεία προσπεφευγότας.
Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν
χαλεπήν τοῦ σώματος
κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό
ἄλγος.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Κάθισμα. Ἦχος β΄. Τά ἄνω ζητῶν
Ἁγίαν ζωήν, ἀνύσας ἐκ νεότητος, παθῶν ἐναγών, καί
χαμερπῶν προλήψεων, Σάββα θεομακάριστε, καί ἁπάσης φαυλότητος λύτρωσαι, τούς
τήν σήν ἑξαιτούντας ἀρωγήν, βραβεύων ἡμῖν Πάτερ τά
κρείττονα.
Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Τῶν παθῶν μου τά κύματα, πράϋνον παμμάκαρ, τή προστασία
σου, καί πρός ὅρμον μέ κυβέρνησον, θείων ἐνταλμάτων Σάββα Ὅσιε.
Ὀδυνῶν μέ ἁπάλλαξον, τῶν κατά ψυχήν καί σῶμα ἀοίδιμε.
καί τόν νοῦν μου πρός ἐγρήγορσιν θείων θελημάτων Πάτερ ἔγειρον.
Νοσημάτων τήν ἴασιν, καί πλημμελημάτων Πάτερ συγχώρησιν, καί εἰρήνην καί ὁμόνοιαν, αἴτει δωρηθῆναι τοῖς αἰνούσι σέ.
Νοσημάτων τήν ἴασιν, καί πλημμελημάτων Πάτερ συγχώρησιν, καί εἰρήνην καί ὁμόνοιαν, αἴτει δωρηθῆναι τοῖς αἰνούσι σέ.
Θεοτοκίον
Ὡς Θεόν σωματώσασα, ὑπέρ νοῦν καί λόγον Θεοχαρίτωτε, τά
τοῦ σώματός μου νέκρωσον, πάθη τά ὀλέθρια καί σῶσον μέ.
Ὠδή ε΄. Φώτισον ἡμᾶς
Νέκρωσον ἠμῶν, ζωηφόροις ἰκεσίαις σου τάς κινήσεις τῆς
σαρκός καί πρός ζωήν τήν ἀγήρω, Πάτερ Σάββα, ἠμᾶς ἴθυνον.
Ὄμβρησον ἠμίν, ἰαμάτων Πάτερ νάματα, ἀσθενείαις φλεγομένοις χαλεπαῖς, καί φωτί τῶν ἀρετῶν ἠμᾶς καταύγασον.
Σώματος δειναῖς, ἀρρωστίαις ἐταζόμενος τῇ πρεσβεία σου προστρέχω ἐκ ψυχῆς, ἴασαι μέ, Πάτερ Σάββα, καί σωθήσομαι.
Ὄμβρησον ἠμίν, ἰαμάτων Πάτερ νάματα, ἀσθενείαις φλεγομένοις χαλεπαῖς, καί φωτί τῶν ἀρετῶν ἠμᾶς καταύγασον.
Σώματος δειναῖς, ἀρρωστίαις ἐταζόμενος τῇ πρεσβεία σου προστρέχω ἐκ ψυχῆς, ἴασαι μέ, Πάτερ Σάββα, καί σωθήσομαι.
Θεοτοκίον
Ἴνα τήν πολλήν, μεγαλύνω σου χρηστότητα, σκεῦος
εὔχρηστον μέ ποίησον Χριστοῦ, τήν ψυχήν μου, Θεοτόκε, καθαγνίζουσα.
Ὠδή ς΄. Τήν δέησιν ἐκχεῶ
Ἐκένωσε κατ' ἐμοῦ ὁ δόλιος, τήν φαρέτραν τῆς αὐτοῦ
κακουργίας καί τραυματίσας δεινῶς τήν ψυχήν μου, πρός ἀπογνώσεως βόθρον
καθέλκει μέ, ἀλλά σύ προφθασον σοφέ,
καί τῆς τούτου κακίας μέ λύτρωσαι.
καί τῆς τούτου κακίας μέ λύτρωσαι.
Συνέχομαι ἡδονῶν τῷ κλύδωνι, καί πολλῶν ἁμαρτιῶν τή
θυέλλη˙ ἀλλά τή σῆ καταφεύγω γαλήνη, καί ἐκ βαθέων ψυχῆς ἀνακράζω σοί˙ εἰρήνευσόν
μου τήν ζωήν, καί Χριστῷ μέ καταλλαξον Ὅσιε.
Ἀκύμαντον ἀληθῶς καί ἄκλυστον. τήν πρεσβείαν σου
πλουτοῦντες λιμένα, οἱ ἐν θαλασσή πικρά τή τοῦ βίου, περιστατούμενοι Σάββα
ἑκάστοτε, ἀντιπνοιῶν τῶν χαλεπῶν,
ἐκλυτροῦνται Χριστόν μεγαλύνοντες.
ἐκλυτροῦνται Χριστόν μεγαλύνοντες.
Θεοτοκίον
Βοήθεια κατ' ἐχθρῶν καί σύμμαχος, καί γλυκεία προστασία
καί σκέπη. Θεοχαρίτωτε ἔσο Παρθένε, τοῖς ἀδιστάκτω ψυχή προσιούσι σοί, τήν
τούτων θραύουσα ἰσχύν, καί ἠμᾶς ἀσφαλῶς περιέπουσα.
Διάσωσον Ἠγιασμένε Θεοληπτε, Πάτερ Σάββα, ἐκ κίνδυνων
καί ἀναγκῶν καί κακώσεων, τούς τή σεπτή σου πρεσβεία προσπεφευγότας.
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμήνευτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν.
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμήνευτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν
Προστατεύειν ἠμῶν καί λυτροῦσθαι ἑκάστοτε, δυσχερείας
ἁπάσης καί ἐναντιότητος, μή ἐλλείπης ὡς ἀληθῶς οἴα συμπαθής˙ ἐν πεποιθήσει γάρ
στερρά, καταφεύγομεν πιστῶς, τή πρεσβεία σου κράζοντες.Προφθασον Πάτερ Σάββα,
καί σκέδασον τήν μανίαν, τήν καθ' ἠμῶν τοῦ πονηροῦ. ἴνα πόθω σέ γεραίρωμεν.
Προκείμενον. Ἦχος δ
Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.
Στίχος. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον (ια΄. 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοί παρεδόθη
ὑπό τοῦ Πατρός μου˙ καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰ μή ὁ Πατήρ˙ οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει, εἰμή
ὁ Υἱός,
καί ὤ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ' ὑμᾶς, καί μάθετε ἀπ' ἐμοῦ, ὅτι πράος εἰμι, καί ταπεινός τή καρδία, καί εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός, καί τό φορτίον μου ἐλαφρόν ἐστίν.
καί ὤ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ' ὑμᾶς, καί μάθετε ἀπ' ἐμοῦ, ὅτι πράος εἰμι, καί ταπεινός τή καρδία, καί εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός, καί τό φορτίον μου ἐλαφρόν ἐστίν.
Δόξα
Πατρί...
Ταῖς τού σου
Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν...
Ταῖς τῆς
Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησον μέ ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Χάριτος τοῦ Πνεύματος, τή ἰσαγγέλω ζωή σου, πλήρης
ἐχρημάτισας, καί δαιμόνων ἤλασας τά συστήματα˙ ὧν κάμε λύτρωσαι, τῶν
τεκταινομένων, θερμοτατη ἀντιλήψει σου,
Σάββα μακάριε, πρόθυμον ἀεί ἐργαζόμενος, πρός ἀρετῶν ἐπίδοσιν, τήν ἐκλελυμένην καρδίαν μου. ἄφεσιν πταισμάτων. καί πάντων τῶν ἐν βίω λυπηρῶν, ἀπαλλαγήν μοί δωρούμενος θείαις μεσιτείαις σου.
Σάββα μακάριε, πρόθυμον ἀεί ἐργαζόμενος, πρός ἀρετῶν ἐπίδοσιν, τήν ἐκλελυμένην καρδίαν μου. ἄφεσιν πταισμάτων. καί πάντων τῶν ἐν βίω λυπηρῶν, ἀπαλλαγήν μοί δωρούμενος θείαις μεσιτείαις σου.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβ')
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βοηθός ἐν ἀναγκαις, καί θερμός ἀντιλήπτωρ ἐν
περιστάσεσιν ἐν πόνοις θεραπεία, ἐν λύπαις θυμηδία, καί μεσίτης πρός Κύριον,
γενού ἠμίν ἀληθῶς, Ἠγιασμένε Σάββα.
Ἀλγεινῶν συμπτωμάτων, καί δεινῶν συντριμμάτων ἠμᾶς
ἐκλύτρωσαι, κινδύνων πολυτρόπων καί πάσης δυσπραγίας, τούς θερμῶς καταφεύγοντας
τή προστασία τῇ σῇ Ἠγιασμένε Σάββα.
Γνούς τό θέλημα Πάτερ, τοῦ Σωτῆρος οὐδόλως τοῦτο
ἐτέλεσα διό μέ τῆς μελλούσης, δικαίας καταδίκης, τῇ θερμή ἱκεσία σου,
ἐκλύτρωσαι δυσωπῶ, Ἠγιασμένε Σάββα.
Θεοτοκίον
Ἐνταλμάτων ἁγίων, καί σεπτῶν προσταγμάτων πληρωτήν δεῖξον
μέ, ἐγείρουοα τόν νοῦν μου, δεινῆς ἐκ ραθυμίας πρός σπουδήν ἐγρηγόρσεως, ἴνα
ζωῆς ἀληθοῦς, Παρθένε ἐπιτύχω.
Ὠδή η΄. Τόν Βασιλέα
Ρώμην παράσχου, τῇ
ἀσθενούση ψυχή μου, καί ἰκάνωσον τόν νοῦν μου Θεοφόρε, ἴνα εὐαρέστως δουλεύσω
τῷ Κυρίω.
Ἀπό παντοίων, ἐπιφορῶν ὀλεθρίων, καί στενώσεων καί πειρασμῶν καί νόσων, ἀβλαβεῖς συντηρεῖ, ἠμᾶς Σάββα Θεοφρον.
Σωματικῶν σέ, καί ψυχικῶν παθημάτων, ὁ Φιλάνθρωπος θεραπευτήν δεικνύει˙ ὅθεν ἠμᾶς Πάτερ, θεράπευσον κατ' ἄμφω.
Ἀπό παντοίων, ἐπιφορῶν ὀλεθρίων, καί στενώσεων καί πειρασμῶν καί νόσων, ἀβλαβεῖς συντηρεῖ, ἠμᾶς Σάββα Θεοφρον.
Σωματικῶν σέ, καί ψυχικῶν παθημάτων, ὁ Φιλάνθρωπος θεραπευτήν δεικνύει˙ ὅθεν ἠμᾶς Πάτερ, θεράπευσον κατ' ἄμφω.
Θεοτοκίον
Ἰλέωσαι μέ. τόν σόν Υἱόν, Θεοτόκε. Ὄν ἐλύπησα ἀμέτροις
ἁμαρτίαις, καί τῆς μετανοίας, φωτί καταύγασον μέ.
Ὠδή
θ΄. Κυρίως Θεοτόκον
Μή παύση ἐποπτεύων, Σάββα Θεοφόρε τούς ἀκλινῶς
ἀπορώντας τή σκέπη σου, ὡς ἄν ἠσύχιον βίον Πάτερ διαγωμεν.
Οὐράνωσον τόν νοῦν μου, οὐρανίω πόθοι, καί τῶν γηΐνων τῆς σχέσεως ρύσαι μέ, καί τῷ Χριστῷ μέ οἰκείωσαι. Σάββα Ὅσιε.
Ὑδάτων ἀπωλείας, ἐλκυσόν μέ, Πάτερ, καί πρός ζωῆς μέ τό ὕδωρ ὁδήγηοον, καί σεσωσμένον μέ Σάββα, Χριστῷ προσάγαγε.
Οὐράνωσον τόν νοῦν μου, οὐρανίω πόθοι, καί τῶν γηΐνων τῆς σχέσεως ρύσαι μέ, καί τῷ Χριστῷ μέ οἰκείωσαι. Σάββα Ὅσιε.
Ὑδάτων ἀπωλείας, ἐλκυσόν μέ, Πάτερ, καί πρός ζωῆς μέ τό ὕδωρ ὁδήγηοον, καί σεσωσμένον μέ Σάββα, Χριστῷ προσάγαγε.
Θεοτοκίον
Ὑπέρτερον τόν νοῦν μου, ἐννοιῶν γηΐνων, τή σῆ
λαμπρότητι δεῖξον Πανάχραντε καί ἀναπτέρωσον τοῦτον πρός φῶς τό ἄδυτον.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καί τά Μεγαλυνάρια
Ἔρωτι τῷ θείω ἀπό παιδός, Πάτερ τετρωμένος, ἠκολούθησας
τῷ Χριστῷ, βίω ἰσαγγέλω καί ἀρετῶν τή κτήσει, δί’ ὧν ὡς φῶς ἐν κόσμω, Σάββα
ἐξέλαμψας.
Χαίροις τῶν Ὁσίων κλέος λαμπρόν, χαίροις Μοναζόντων, ὁ
ἀλείπτης καί ὁδηγός, χαίροις οὐρανίου ζωῆς ὁ ὑποφήτης. Ἠγιασμένε Σάββα, Πατέρων
καύχημα.
Τύπος καλῶν ἔργων ἀναδειχθεῖς πράξει τέ καί λόγω, πρός
ἀγώνας θεοειδεῖς, ἀσφαλῶς ἰθύνεις, ἀγέλας Μοναζόντων, Ἠγιασμένε Σάββα, μεθ' ὧν
τιμῶμεν σέ.
Πράξεσιν ἐμπρέπων, ἀοκητικαῖς λύχνος ἀνεδείχθης,
διακρίσεως φαεινός, πρός γάρ θεωρίας, ἐλλάμψεις ἀνυψώθης, καί δωρεῶν ἐπλήσθης,
τῶν ὑπέρ ἔννοιαν.
Πνεύματος δοχεῖον ἀναφανεῖς, πνεύματα διώκεις, κι
ἀκάθαρτα ἰσχυρῶς, ὧν τῆς κακουργίας, ἡμᾶς λύτρωσαι Πάτερ,
καί ὀφλημάτων αἴτει, ἠμίν συγχώρησιν.
Τῆς ζωῆς τοῦ ξύλου κατατρυφῶν, ἐκ θανατηφόροι, παθημάτων
καί προσβολῶν, τοῦ ἀντικειμένου καί πάσης ἄλλης βλάβης, ἄτρωτους ἠμᾶς τήρει,
Σάββα Πατήρ ἠμῶν.
Σκῆνός σου τό ἅγιον καί σεπτόν, θεοφόρε Σάββα,
περιέποντες εὐλαβῶς, τεθησαυρισμένον, ἐν Λαύρα φερωνύμω, προστρέχοντες ἐν πόθω,
κατασπαζόμεθα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι
καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Ἀπολυτίκιον Ἦχος πλ. δ΄
Ταῖς τῶν δακρύων σου ροαῖς τῆς ἐρήμου τό ἄγονον
ἐγεώργησας, καί τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατόν τούς πόνους
ἐκαρποφόρησας, καί γέγονας φωστήρ τή Οἰκουμένη,
λάμπων τοῖς θαύμασι, Σάββα Πατήρ ἠμῶν Ὅσιε* πρέσβευε Χριστῷ τῷ Θεῶ σωθῆναι τάς ψυχᾶς ἠμῶν.
λάμπων τοῖς θαύμασι, Σάββα Πατήρ ἠμῶν Ὅσιε* πρέσβευε Χριστῷ τῷ Θεῶ σωθῆναι τάς ψυχᾶς ἠμῶν.
Ἕτερον. Ἦχος γ΄. θείας πίστεως
Τό τοῦ Πνεύματος, ἠγιασμένον, σκεῦος Ὅσιε, τρισμάκαρ
Σάββα, εὐφημοῦμεν νῦν κυκλοῦντες σήν λάρνακα* καί εὐφροσύνως Χριστῷ ὕμνον
ἄδομεν, χαρισαμένω ἠμίν τό σόν
σκήνωμα. Ὄν ἱκέτευε πάσιν ἠμίν δωρήσασθαι, συγχώρησιν πταισμάτων καί μέγα ἔλεος.
σκήνωμα. Ὄν ἱκέτευε πάσιν ἠμίν δωρήσασθαι, συγχώρησιν πταισμάτων καί μέγα ἔλεος.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος
β΄ Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν
Μέγας ἐν Ὀσίοις πεφηνῶς, τή συντονωτάτη ἀσκήσει, τῆς πολιτείας σου, Σάββα
Θεοδόξαστε, μεγίστης χάριτος, ἀναδέδειξαι ὄργανον ἐντεῦθεν μεγάλων, κινδύνων
καί θλίψεων,
λυτροῦσαι πάντοτε, πάντας τούς πιστῶς προσιόντας, τή συμπαθεστάτη σου σκέπη, καί εἰλικρινῶς σέ μακαρίζοντας.
λυτροῦσαι πάντοτε, πάντας τούς πιστῶς προσιόντας, τή συμπαθεστάτη σου σκέπη, καί εἰλικρινῶς σέ μακαρίζοντας.
Ἦχος
πλ. δ.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Ἦχος β.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξον μέ ὑπό τήν σκέπην σου.
Ὁ Ἱερεύς:
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου