Παράκλησις ΥΠΕΡ
ΑΔΙΚΩΣ ΦΥΛΑΚΙΣΘΕΝΤΩΝ.
Ποίημα π. Στυλιανοῦ Μακρῆ, Δρος Θ.
Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου.
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὃτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἓνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ἧχος δ΄.Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ ἀδεκάστου Δικαστοῦ γεγονυῖα, Μήτηρ συνήγορος γενοῦ μοι, Παρθένε, τῷ δικηφόρον κλήτευμα λαβόντι ποτέ, ἐν πλεκτάνῃ κατηγόρων μου ἐκδοθὲν καὶ ἀσφάλισον τὴν ἐμὴν ἀθῴωσιν, τῇ σῇ ἀνεπικλήτῳ ὑπερασπίσε, Δέσποινα Σεμνή, καὶ τῶν δυσφόρων δεσμῶν μου τὴν ἄνεσιν.
Δόξα... Καὶ νῦν...
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὃτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνω ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ‘Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὃτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα
ψάλλομεν τὸν παρόντα Κανόνα,
οὗ ἡ ἀκροστιχίς: Ἐξάγαγε, Μῆτερ,
ἐκ φυλακῆς τὴν
ψυχήν μου. Σ(τυλιανοῦ).
Ἦχος πλ. δ΄. ᾨδὴ
α΄. Ὑγρὰν διοδεύσας.
Εἰργμένοις ἀδίκως ἐν φυλακῇ, Ἄχραντε, ὡς πάλαι ὁ Υἱός σου καὶ Λυτρωτής, ἄνεσιν δεσμῶν ταχὺ παράσχου, τῇ πρὸς Αὐτὸν κραταιᾷ ἱκεσίᾳ σου.
Ξηράνας σαρκός μου τοὺς ὀφθαλμούς, ἐν κλαυθμῷ καὶ στόνῳ, γοερῶς σοὶ ἀναβοῶ· μνήσθητι κἀμοῦ τοῦ ταλαιπώρου καὶ τῆς εἰρκτῆς μου, Ἁγνὴ, ἐλευθέρωσον.
Ἀγόρευσον, Μῆτερ, εἰς δικαστοῦ, ἀδεκάστου Λόγου βῆμα ὄντως τὸ φοβερόν, ὑπὲρ τῶν ἀδίκως συλληφθέντων, ἀνασκευάζουσα ψεῦδος ἀντίδικον.
Γυρόθεν μου σίδηρος καὶ κιγκλίς καὶ σκότος ὡς φίλοι, τῆς μονώσεως τῆς ἐμῆς· ἀλλ’, Ἁγνὴ, τοιαύτης με φιλίας, ὥσπερ κλειδοῦχος ἐλέους ἀπάλλαξον.
ᾨδὴ
γ΄. Οὐρανίας ἀψῖδος.
Ἀντιβόλει ἐφέτιν καὶ οἰκτιρμῶν Κύριον, ὑπὲρ τῶν καταδικασθέντων ἀδίκως, Δέσποινα, ἵνα ταχέως αὐτοῖς, ἐλευθερίας τὸ δῶρον, διὰ τῆς πρεσβείας σου, πᾶσι δωρήσηται.
Γειτνιόντων μοι χλεύην καὶ ὑβριστῶν γέλωτα καὶ τὸν καγχασμὸν, Θεοτόκε, συγκαταδίκων μου, συνηγορίας τῆς σῆς, ὡς καθελοῦσα δυνάμει, κουφισμὸν παράσχου μοι τῆς δικαιώσεως.
Ἑδωλίου δολίου καὶ πονηρᾶς κρίσεως, δικαστῶν ἀδίκων, Παρθένε, καὶ εἰσαγγέλσεως, κακεντρεχοῦς μυστικῇ, συναντιλήψει σου Κόρη, σῷζε τοὺς μηδέποτε παρανομήσαντας.
Μηνυτῶν μου ἡ μῆνις, εἰς φυλακὴν ἔβαλεν· οἴμοι τὸν πιστόν σου οἰκέτην, τὸν ἀνυμνοῦντά σε· καὶ νῦν κατάδικος, πέλων προσφεύγω δικαίως, πρὸς ἐτυμηγόρον σου, Δέσποινα, ἔφεσιν.
Δικαίωσον, τοὺς ἐν εἱρκτῇ παρανόμως ἐγκεκλειμένους καὶ ἀθώους δεσμῶτας, Μῆτερ, αὐτεπαγγέλτῳ σου ὑπὲρ ἱκετῶν σου συνηγορίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ
ἄλγος.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Κάθισμα.Ἦχος β΄. Τὰ
ἄνω ζητῶν.
Εἰς νόμου σαφῶς ἠρήσθησαν ἀσάφειαν, μετήλλαξαν δέ τὸ ψεῦδος εἰς ἀλήθειαν, οἱ ἐμοὶ ἀντίδικοι, ἐν εἱρκτῇ ἰδεῖν με ἐφέμενοι· ἀλλ’ ἀνταπόδος, Δέσποινα, αὐτοῖς, τῆς πονηρίας αὑτῶν τὴν ἀντάμειψιν.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ἡ τεκοῦσα τὸν Ἄρχοντα τῆς δικαιοσύνης ἐπιμελήθητι, περὶ τῆς ἀνταποδόσεως, τοῦ ὄντως δικαίου τοῖς ἱκέταις σου.
Τὴν παράνομον κράτησιν καὶ τὸν ἐγκλεισμόν μου εἰς δεσμωτήριον, δι’ ἀνύπαρκτα ἐγκλήματα, λῦσον, Ἀγαθὴ, χειρὶ ἐνδίκῳ σου.
Ἐφετεῖον τὸ ἔμψυχον καὶ ἀλιτροδίκων ἡ ἀνεπίδικος πέλεις, Δέσποινα, ἀναίρεσις καὶ τῶν ὑποδίκων ὑπεράσπισις.
Ῥῆξον δύσθλαστον ἅλυσιν, ἀξιοπενθῆ τε καὶ ἀπαράκλητον, τοῦ δεσμώτου δεομένου σου, παύουσα τὴν θλίψιν μου, Πανύμνητε.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Ἔλεος Χριστοῦ, καθειργμένοις ὡς ἀεἰρυτος, θείας συγγνώμης κρήνη καὶ τῆς χαρᾶς, πηγὴ ἐκπόρισον πᾶσι, Νύμφη Ἀνύμφευτε.
Κλαίω ἐμαυτόν, τοῖς δεσμοῖς ὀλοφυρόμενος· ἀπὸ μακρόθεν ἔστησαν οἱ γνωστοί· οὐδεὶς πλησίον μου πλὴν σου, Θεομακάριστε.
Φίλτρῳ μητρικῷ, τοὺς ἀθώους ἐπισύναξον, ὥσπερ ἡ ὄρνις νοσσία τὰ ἑαυτῆς, ὑπὸ τὰς πτέρυγας, Μῆτερ, τῆς προστασίας σου.
Ὕποπτον φυγῆς, ὡς με πάλαι ᾐτιάσαντο, Εὐαγγελίου φυγάδες τῶν ἐντολῶν, ὑπὸ τὴν σὴν εὐσπλαχνίαν, Κόρη, κατέφυγον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Λιμώττοντας, τοὺς πεινῶντας χόρτασον, τὴν Χριστοῦ δικαιοσύνην καὶ ῥῶσιν δίδου, τὴν λύτρωσιν ἐκδεχομένοις, κἀπὶ τὴν σὴν δικηφόρον ἐλπίζουσι, χεῖρα τὴν τίνουσαν, Ἁγνή, τοὺς ἀνόμως αὐτοὺς ἐκδικάσαντας.
Ἀκύρωσον ψευδολόγων ἔλεγχον τὸν ἀνόμιμον καὶ ἄδικον κρίσιν, τῶν ἐπιόρκων κριτῶν μου ἐνστάσει, ἀνεπικλήτῳ τῇ σῇ, Ἀειπάρθενε, ἵνα Σεμνὴ ἐκ σκοτεινῆς καὶ στενῆς φυλακῆς ἐξαγάγῃς με.
Κακούργημα καὶ ἀνοσιούργημα ποινατόρων δικαστῶν, Θεοτόκε, ἡ καταδίκη ἀθώων καθάπερ, ὑπὸ Πιλάτου σταυροῦ τὸ κατάκριμα, ἀλλ’ ἀνταπόδωμα αὐτοῖς, ἡ ποιναῖα τοῦ τόκου σου νέμεσις.
Ἡτοίμασαν κατ’ ἐμοῦ καθείρξεως τὸ ἀκάνθινον, Πανάμωμε, στέφος, ἠμφίεσάν με τὴν χλεύην ὡς χλαῖναν καὶ ψευδομάρτυρας πλείστους ἐκάλεσαν· σὺ δὲ γενοῦ μοι βοηθός καὶ φρουρά μου τῆς ὑπερασπίσεως.
Δικαίωσον, τοὺς ἐν εἱρκτῇ παρανόμως ἐγκεκλειμένους καὶ ἀθώους δεσμῶτας, Μῆτερ, αὐτεπαγγέλτῳ σου, ὑπὲρ ἱκετῶν σου συνηγορίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα ἱκέτευε, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Κοντάκιον. Ἦχος β΄. Τοῖς
τῶν αἱμάτων σου.
Ἐναγομένου ἐμοῦ οὐχ εὑρέθησαν, παρανομίας τινὸς τὰ πειστήρια, ἀλλ’ εἰ καὶ ἀθῷον ἑώρων με, οἱ δικασταὶ ἐν εἱρκτῇ με συνέκλεισαν, τὸν κράζοντα· σῶσόν με, Θεόνυμφε.
Τὸ α΄ Ἀντίφωνον
τοῦ δ΄ Ἤχου καὶ
τὸ Προκείμενον·
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (Τρίς).
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον (Λουκ. 1,
39 - 56).
Τῷ καιρῷ ἐκείνῳ, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὑτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου· Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με· Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου· Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῶ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὑτοῦ· Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὑτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὑτῆς.
Δόξα. Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Εἶτα τὸ
παρὸν Τροπάριον.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην
ἀποθέμενοι.
Μὴ καταπιστεύσῃς με, δεσμωτῶν Παραμυθία, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου· θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῆς καθείρξεως τὰ δέσμια καὶ τὰς ἁλύσεις μου καὶ τῶν μηνυτῶν μου τὰ πρόδηλα χαλκεύματα καὶ δόλια, κατὰ τῆς ζωῆς μου βουλεύματα· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν· τὸ συμφέρον ποίησον.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβ')
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς
Ἰουδαίας.
Συσσεισμῷ σαλευθῆναι τὰ θεμέλια, Κόρη, δεσμωτηρίου παθῶν, ὡς ἂν διανοιχθῶσιν, αἱ θύραι παραχρῆμα, καρδιῶν καθικέτευε, τὸν τῶν πατέρων ἡμῶν, Θεόν τε καὶ Υἱόν σου.
Τιμωρὸς ἡ ἡμέρα, ἐπελθέτω Κυρίου ἡ φοβερὰ ἐν πυρί, τοὺς κρίνοντας κρινοῦντι, μὴ τὴν δικαίαν κρίσιν καὶ δικάσοντι, Δέσποινα, τοὺς δικαστάς μου ποτέ, Παρθένε, γινομένους.
Ἡ Χριστοῦ δεομένη ἀμνηστίαν καὶ χάριν τοῦ ἀπονεῖμαι πιστοῖς, ἑκάστου τῶν δεσμίων, Ἁγνὴ Παρθενομῆτορ, τὸ συμφέρον ἐξαίτησαι, ὅσα γὰρ θέλεις σαφῶς, δύνασαι τοῦ ποιῆσαι.
Νηπενθῆ με καὶ πάλιν, οἱ οἰκεῖοι καὶ φίλοι ἰδέτωσάν με, Σεμνή, καὶ τῆς φρικτῆς εἱρκτῆς μου, ποσὶν ἀγαλλομένοις ἐξερχόμενον, Δέσποινα, καὶ σοὶ φωνῇ ἠχηρᾷ, θερμῶς εὐχαριστοῦντα.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Ψαλμοῖς καὶ ὕμνοις καὶ προσευχαῖς τῶν δεσμίων, φυλακαὶ κατασείονται πᾶσαι, ῥήγνυσι γὰρ τείχη, Ἁγνὴ, τὸ ὄνομά σου.
Ὑλάκτησάν με τῆς ψευδορκίας οἱ κύνες, ἀλλ’ ἐγὼ τῆς καρδίας μου στύλον, τὴν σὴν Θεοτόκε, ὑπῄρεισα πρεσβείαν.
Χρεὼν ὑμνεῖν σε, ὅτι χρεῶν παραγράφεις πλῆθος, Ἄχραντε, δυσαποδότων δωρεὰν καὶ πάντας λυτροῖ χρεωφειλέτας.
Ἤγγισαν θλίψεις, ἤλασαν ἄλγη τὸ σῶμα, ᾔκησάν μου ἁλύσεις τὰς χεῖρας, ἀλλ’ ὡς Πέτρον πάλαι, σῶσόν με Θεοτόκε.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Νοήματα θανάτου, αὐτοβούλου πάντῃ, κολαστικοῦ καὶ ἀπέλπιδος καὶ πονηροῦ, τῶν δεσμωτῶν ἀποσόβησον, Παναμώμητε.
Μὴ παύσῃ δεομένη, ὑπὲρ τῶν ἀδίκως, ἐν φυλακαῖς ἐγκλεισθέντων, Παρθένε Ἁγνή, καὶ τῆς ἐκείνων ἀμέσου ἀποδεσμεύσεως.
Οὐκ ἔστι μοι ἑτοίμη πρὸς ἀπολογίαν, ἡ βορβορώδης ψυχή μου·
διόπερ Σεμνή, τὸν τῆς ἐμῆς μετανοίας χρόνον παράτεινον.
Δόξα.
Ὑπὸ τὴν προστασίαν τὴν σὴν καταφεύγω, ὁ ἀντιδίκων ἀδίκων σαγήνῃ ἁλούς· μὴ οὖν Παρθένε ζωγρίαν ἐγκαταλίπῃς με.
Καὶ νῦν.
Συνήγορος γενοῦ μοι εἰς ἐσχάτην ὥραν, τῆς τελικῆς ἀνακρίσεως πάντων, Ἁγνή, καὶ αἰωνίου με ῥῦσαι τῆς κατακρίσεως.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια
Χαῖρε ἡ ἐπίκλησις δεσμωτῶν· χαῖρε τῶν δικαίων, ἡ προστάτις καὶ βοηθός· χαῖρε ὑποδίκων, θερμὴ συνηγορία· ἐλπὶς ἀδικουμένων, χαῖρε Πανάχραντε.
Τῆς φωνῆς εἰσάκουσον τῶν πιστῶν, τῶν ἐκδεχομένων ἱκεσίαν σου πρὸς Χριστόν τὸν Δικαιοκρίτην, ὑπὲρ τῶν δικαζόντων καὶ τῶν δικαζομένων, Ἄχραντε Δέσποινα.
Ὡς καρδίαν ἄδεσμος, Ἀγαθή, ἀχείρωτος πνεῦμα καὶ ἀνάλωτος τὴν ψυχήν, πρὸς σὲ καταφεύγων, προσπίπτω τοῖς ποσί σου, αἰτούμενος σαρκός μου δεσμῶν ἀπάλλαξιν.
Δόλῳ καὶ πλεκτάνῃ δικαστικῇ, ἐπεδίκασάν μοι κακοπάθειαν καὶ κλαυθμόν, σὺ δὲ μεταβάλλεις ταῦτα εἰς θυμηδίαν, αὐτεπαγγέλτῳ, Κόρη, παραμυθία σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Τροπάριαα.
Ἐλέησον ἡμᾶς, Κύριε ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· Ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τὴν εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσαιμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενής
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος β΄. Ὅτε
ἐκ τοῦ ξύλου.
Ἴδε τὴν ταπείνωσιν, Ἁγνή, τῶν ἐν φυλακαῖς ἐγκλεισθέντων, ὧνπερ ἑκάστου ταχύ, Ἄχραντε, ἀπέργασαι τὸ ἀπελεύθερον· ἐφετῶν γὰρ ἀκρότητα, τεκοῦσα ἀσπόρως, Λόγον τὸν Φιλάνθρωπον, πᾶσιν τὴν ἄφεσιν, δίδως δωρεὰν καὶ δωσμώταις, λύσιν τῶν ἁλύσων παρέχεις, ἀλκαιᾷ πρεσβείᾳ σου πρὸς Κύριον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Δίστιχον·
Ἀσμένως τῷ ὑμνήσαντι σὲ Μῆτερ Θεοτόκε,
χρυσοῦν ἀντίδος τάλαντον τὸ τῆς ὑμνογραφίας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου