****************************
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ
ἱερεύς·
Εὐλογητὸς ὁ
Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ
χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν
δέησίν μου ἐν τὴ ἀληθεία σου, εἰσάκουσόν μου ἐν τὴ δικαιοσύνην σου. Καὶ μὴ
εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς
ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισεν μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν τὸ πνεῦμα μου, ἐν
ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτησα. Διαπέτασα
πρὸς σὲ τὰς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχὺ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου
ἂπ΄ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον. Ἀκουστὸν ποίησον μοὶ τὸ
πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισὸν μοὶ κύριε, ὁδὸν ἐν ᾗ
πορεύσομαι, ὅτι πρὸς σὲ ᾗρα τὴν ψυχήν μου. Ἐξελοὺ με ἐκ τῶν ἐχρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξον μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι
σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ
ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου
ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν
μου, ὅτι ἐγὼ δοῦλος σου εἰμί.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν
στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄
Ἦχος δ΄
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ.
α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ.
β´. Πάντα τὰ ἔθνη ἐκύκλωσαν μέ, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ.
γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος
δ΄. Ὁ Ὑψωθείς.
Τοὺς
ὁσιάθλους Καρεώτας Πατέρας, οἱ ἐν τῷ Ἄθω μονασταὶ καὶ μιγάδες, ἱκετικῶς
τιμήσωμεν αἰτούμενοι, λήψεσθαι τὴν ἄφεσιν τῶν πταισμάτων καὶ χάριν, τοῦ Ἁγίου
Πνεύματος ἐνδυθῆναι ἐνθέως, καὶ δοξασθῆναι οὕτω τὸν Θεόν, τὸν παρασχόντα αὐτοῖς
θεῖον στέφανον.
Δόξα,
τὸ αὐτό.
Τοὺς
ὁσιάθλους Καρεώτας Πατέρας, οἱ ἐν τῷ Ἄθω μονασταὶ καὶ μιγάδες, ἱκετικῶς
τιμήσωμεν αἰτούμενοι, λήψεσθαι τὴν ἄφεσιν τῶν πταισμάτων καὶ χάριν, τοῦ Ἁγίου
Πνεύματος ἐνδυθῆναι ἐνθέως, καὶ δοξασθῆναι οὕτω τὸν Θεόν, τὸν παρασχόντα αὐτοῖς
θεῖον στέφανον.
Καὶ
νῦν. Θεοτοκίον.
Τῇ
Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν ἐν μετανοίᾳ,
κράζοντες ἐκ βά-θους ψυχῆς· Δέσποινα, βοήθησον, ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα·
σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς·
σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Ψαλμὸς
ν´ (50).
Ἐλέησόν
με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας
μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ
γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον,
καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις
σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην,
καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας·
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ,
καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας
μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου
σου, καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν
τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων,
ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην
σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν
σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ
τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ
σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν
ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ εὐθὺς ὁ Παρακλητικὸς Κανών, οὗ
ἡ ἀκροστιχίς· Πρώτῳ τε συμμάρτυσιν ὁμολογηταῖς
ᾄδω.
Ὠδὴ α΄.
Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλὴν
κεκτημένοι παρὰ Θεῷ, Πατέρες μου θεῖοι, παῤῥησίαν ἐκ τῶν σεπτῶν, ἱδρώτων
αἱμάτων τε τὰς χεῖρας, ὑπὲρ ἡμῶν ἐκτενῶς Αὐτῷ ἄρατε.
Ῥευστῶν τὴν γεώδη παραφοράν, καὶ τῶν ἀθανάτων ἀγαθῶν τὴν διαμονήν, συγκρίναντες Ὅσιοι Πατέρες, εἰς Ὅρος Ἄθω Χριστῷ ἐδουλώθητε.
Ὠνήσασθε πλοῦτον τοῦ οὐρανοῦ, ζυγῷ τοὺς αὐχένας ὑποκλίναντες τοῖς ὑμῶν, πατράσι μιμούμενοι ἐν πᾶσι, τὸν ὑπὲρ οὗ τὰ φθαρτὰ κατελίπετε.
Θεοτοκίον.
Τρωθέντες
τῷ θέλει τῷ γλυκερῷ, τοῦ σοῦ παμποθήτου Θεοτόκε Μῆτερ Υἱοῦ, Πατέρες προσῆλθον
ὡς δορκάδες, ἐν τῷ σῷ κήπῳ καὶ κλήρῳ ἀσκήσασθαι.
Ὠδὴ γ΄.
Οὐρανίας ἀψίδος
Ὡραιώθη
τοῦ Ἄθω τὸ ἁγιόλλεκτον σύνταγμα, ὅτε ὡς μετόχους Πατέρες ὑμᾶς ἐδέξατο,
θεομακάριστοι, οὗπερ δεόμεθα πάντας, τεύξασθαι εὐχαῖς ὑμῶν τοὺς μακαρίζοντας.
Τὸ
μαρτύριον ὄντως τῆς συνειδήσεως Ὅσιοι, εἴληφε προσέτι τὸ στέφος ἐκ τῆς
ἀθλήσεως, ὑπὲρ τῆς πίστεως, παρὰ τῶν λατινοφρόνων, ὧν τῆς πλάνης ῥύσασθε ἡμᾶς
πανάριστοι.
Ἐχαρίσθη
οὐ μόνον ἡμῖν Πατέρες τὸ πείθεσθαι, ἀλλὰ καὶ τὸ πάσχειν Κυρίῳ τῷ προσκαλέσαντι,
εἰς τὰ οὐράνια, ἐνθαπερ εὔξασθε φθάσαι, καὶ ἡμᾶς τοὺς μέλποντας ὑμῶν τὴν
ἄθλησιν.
Σωτηρία
οὐκ ἐστὶ ἐκτὸς τῆς Μάνδρας Θεόνυμφε, ἥνπερ σὸς Υἱὸς, θείῳ Αἵματι κατεπήξατο,
καὶ ὅπερ ἧς Ἁγνή, οἱ ἀθλοφόροι Πατέρες, ὥσπερ ἀλλὰ σφάγια ὡλοκαυτώθησαν.
Διάσωσον
πληθὺς Ὁσίων Πατέρων, τὰ σὰ τέκνα ὑμνοῦντα προφρόνως, ἄθλησιν τὴν θείαν, ἐκ
πάσης δεινῆς πλάνης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἴτα μνημονεύει ὁ ἱερεύς, δι’ οὖς ἡ
Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ Κύριε ἐλέησον, ιε'.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των
εὐσεβῶν καὶ ὀρθοδόξων
χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα.
Ἦχος δ΄. Πρεσβεία θερμή.
Ὡς τεῖχος
στεῤῥὸν τῆς πίστεως κεκτήμεθα, καὶ πρέσβεις θερμοὺς Πατέρων θεῖον σύνταγμα, οὓς
πρεσβεύειν Κυρίῳ δεόμεθα, δωρήσασθαι ἡμῖν ὀρθοδοξίας πλήρωμα.
Ὠδὴ δ΄.
Εἰσακήκοα, Κύριε.
Ὕψη θεῖα
σκηνώσαντες, διὸ μαρτυρίου Πατέρες Ἅγιοι, καὶ ἡμᾶς καθικετεύσατε, τῶν ῥεόντων
τάχει ὑπεραίρεσθαι.
Μολυσμῷ
τῆς αἱρέσεως, ὅλως κοινωνίαν μὴ ποιήσαντες, ὥσπερ δῶρον ἡμῖν ἄμωμον, τὴν
ὀρθοδοξίαν εὐχαῖς δίδοσθε.
Μανιώδη
ὁρμήματα, ἐπιπαφλαζούσης δυτικῆς πλανήσεως, ὡς ἀφρώδη κατασπάσαντες, ἔχετε
Πατέρες νῦν τὸ ἄσυλον.
Θεοτοκίον.
Ἀληθῆ
τέκνα Πάναγνε, οἱ Ὁσιομάρτυρες κατεστάθησαν, τοῦ Υἱού σου Ὃν ἱκέτευε,
λυτρωθῆναι ἡμᾶς πάσης θλίψεως.
Ὠδὴ ε΄.
Φώτισον ἡμᾶς.
Ῥείθροις
τῶν ὑμῶν προχοῶν θεομακάριστοι, τὸν Χριστὸν ἐκδυσωπήσατε, δοθῆναι λύσιν, τῶν
πολλῶν πλημμελημάτων μου.
Τεῖχος
ἀῤῥαγὲς καὶ προπύργιον ὀρθόδοξον, ἀναδέδεικται θεόσοφοι, κατὰ Λατίνων, ἡ σεπτὴ
ὑμῶν ἄθλησις.
Ὕδωρ τῆς
Ζωῆς νῦν ἐκπίνοντες μακάριοι, τὸν διψασμόν μου καταπαύσατε, μικρὰν ῥανίδα,
χορηγοῦντες ἵνα ἅλλωμαι.
Θεοτοκίον.
Σύ μου
κραταιὰ σκέπη Μῆτερ Θεονύμφευτε, καὶ γλυκασμός μου παγχαρμόσυνος, ὡς τῶν
Πατέρων, προϋπῆρξας Παναμώμητε.
Ὠδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἱκέτης
ταπεινὸς προσέρχομαι τῷ κοινῷ ὑμῶν μνημείῳ Πατέρες, παρακαλῶν, ὅπως λάβω τὴν
Χάριν, καὶ ἐν τῇ πέτρᾳ τῆς πίστεως ἵσταμαι, ἀκλόνητος ἐκ προσβολῶν, καινοδόξων
ῥευμάτων αἱρέσεως.
Νικήσας
νικηφόρον ἄθλησιν, πρῶτος ἔλαβες τῆς νίκης στεφάνους, ἀποπνιγείς, τῇ ἀγχόνη
τρισμάκαρ, ἵνα ἀέρος καινοῦ τύχης Ὅσιε, αὐτόν τε Πάτερ καὶ ἡμῖν, ταῖς εὐχαῖς
σου παράσχου ὡς δώρημα.
Οὐδόλως
πτοηθέντες Ὅσιοι, ἀπειλάς τε καὶ Βασάνους τιάρας, ῥωμαϊκῆς, εἰς αὐλὰς τοῦ
Κυρίου, διὰ ποικίλων σκυλμῶν κατεπαύσατε, ἐν αἷς σκηνῶσαι καὶ ἡμᾶς, ἱκετεύσατε
πάντες δεόμεθα.
Θεοτοκίον.
Μαρία
Θεοτόκε καύχημα, μοναζόντων ἐν τῷ Ὅρει τοῦ Ἄθω, παρακαλῶ, σὺν πατράσιν Ὁσίοις,
κατασκηνῶσαι ἡμᾶς καταξίωσον, ἐν Ὄρει ἄνω τοῦ Θεοῦ, Ὅπερ πόθῳ πολλῷ ἐκδεχόμεθα.
Διάσωσον,
πληθὺς Ὁσίων Πατέρων, τὰ σὰ τέκνα ὑμνοῦντα προφρόνως, ἄθλησιν τὴν θείαν, ἐκ
πάσης δεινῆς πλάνης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Εἴτα μνημονεύει ὁ ἱερεύς, δι’ οὖς ἡ Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ Κύριε ἐλέησον, ιε'.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου,
δεόμεθά Σου,
ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας,
ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τη
(κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Μελισσῶν
τῶν Πατέρων ὁ Πάντιμος, οἱ Ὀρθόδοξον πίστιν συνομολογήσαντες, μὴ παρίδητε ἡμῶν
ἱκέσιον φωνήν, ἀλλὰ δωρήσασθε πολὺν τῶν χαρισμάτων ὁρμαθὸν τοῖς ἐκ πόθου
κραυγάζουσι· πάθη δεινὰ καὶ πλάνην, πόῤῥω ἡμῶν ποιεῖτε, οἱ τοῦ Κυρίου τὸν
ζυγόν, ὁμολογία στέψαντες.
Προκείμενον: Ὑπομενὼν
ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι...
Στίχ: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. ιβ΄, 8-12)
Εἶπεν ὁ
Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν
ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ
Θεοῦ. Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν
ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται
αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. Ὅταν δὲ
προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε
πῶς ἤ τὶ ὀπολογήσησθε, ἤ τὶ εἴπητε τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ
ὤρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα Πατρί: Ταῖς τῶν Ὁσιάθλων...
Καὶ
νῦν:
Ταῖς τῆς Θεοτόκου...
Στίχ.: Ἐλεῆμον, ἐλέησον μὲ ὁ Θεός.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην
ἀποθέμενοι.
Ὅλην
ἀποθέμενοι, τὴν κοσμικὴν δυσπραγίαν, νοῦν τε καὶ διάνοιαν, καὶ ζωὴν ἅπασαν
ἐδουλώσατε, εἰς Χριστοῦ νόημα, Ὅσιοι Πατέρες, καὶ τὴν πίστιν τὴν ὀρθόδοξον,
ὁμολογήσαντες, σὺν Κοσμᾷ Θεόφρονι οἱ μὲν ξίφεσι, ἕτεροι δὲ ἀγχόναις, πρὸς
λιμένα ἄκλυστον κατεπαύσατε· ὅθεν τοῦ Κυρίου, δωρήσασθε ἡμῖν θεοπρεπῶς, ὁδὸν
πορεύεσθαι Ἅγιοι, τοὺς Ὑμᾶς γεραίροντας.
Ὁ Ἱερεὺς
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου΄ ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς΄ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ΄ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια΄ πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας΄ δυνάμει τοῦ τιμίου καὶ ζωποιοὺ Σταυροῦ΄ προστασίαις τῶν τιμίων, ἐπουρανίων δυνάμεων ἀσωμάτων΄ ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου΄ τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ θεολόγου καὶ Ἰωάννου τοῦ χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας΄ Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν΄ τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου΄τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης΄(τῷν ἐν τῷ Ὂρει τῷ Ἁγίω μαρτυρησάντων επί Πατριάρχου Βέκου) καὶ πάντων τῶν Ἁγίων. Ἱκετεύομεν σέ, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σοῦ καὶ ἐλέησον ἡμᾶς.
Ὁ Χορός.
Κύριε ἐλέησον (τρὶς)
Ὁ Ἱερεὺς
Ἐλέει
καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπία τοῦ Μονογενοῦς σοῦ Υἱοῦ, μεθ΄ οὐ εὐλογητὸς εἰ ,
σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
Ὁ Χορός.Ἀμήν.
Ὠδὴ ζ΄.
Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ἐκ
πάσης πατρίδος, ἀθροισθέντες Πατέρες ἐν σκήτη τῶν Καρεῶν, ἀθλήσαντες προθύμως,
νῦν ἄνω συνοικεῖτε, τῷ Κυρίῳ συμψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Λίθος κράζει
ἀγλώττως, καὶ κηρύττει ἀφώνως Πατέρες Ὅσιοι, ὑμῶν ὁμολογίαν, ἢν διὰ ψευδαδέλφων,
ἐποιήσατε κράζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Οἱ ἀγχόνῃ
Κυρίου, Βασιλείας γενόμενοι νῦν συμμέτοχοι, πρεσβεύσατε ἐνθέως, ὑπὲρ τῶν μελωδούντων
ἐκ καρδίας θεόσοφοι· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γῆ
Παρθένε ἐβάφη, περιβόλου Ναοῦ Σου τοῖς θείοις αἵμασιν, τῶν σοι προσπεφευγότων,
καὶ πόθῳ τὸν Υἱόν Σου ἀνυμνούντων Πανάμωμε· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς
εἶ.
Ὠδὴ η΄.
Τὸν Βασιλέα.
Ὑμεῖς
Πατέρες, εὐχὰς Ὑμῶν κεκτημένοι, τῷ Κυρίῳ προσπίπτομεν ὑμνοῦντες, καὶ
ὑπερυψοῦντες Αὐτὸν εἰς τοὺς αἰῶνας.
Τὴν κληρουχίαν,
τὴν νυνὶ ἀσκουμένην, ἐν τῷ Ὄρει τοῦ Ἄθωνος Πατέρες, σύσκηνον ποιεῖτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ἅγιον Πνεῦμα,
ὑπὲρ Οὗ οἱ Πατέρες, ἕκοντι ἀνηνέχθησαν θυσία, σκήνου ἡμῖν σκήνου, εἰς πάντας τοὺς
αἰῶνας.
Θεοτοκίον.
Ἱερωμένους,
σὺν μονάζουσι δέχου, Παναγία πρεσβεύ-οντας ἀπαύστως, τῷ Υἱῷ Σου ὅπως, ζήσωμεν
εἰς αἰῶνας.
Ὠδὴ θ΄.
Κυρίως Θεοτόκον.
Στηρίξατε
Πατέρες, εἰς Ὀρθοδοξίαν, τὰ ἐκβλαστήματα Ὄρους τοῦ Ἄθωνος, καὶ μιμητὸς ἡμᾶς
δείξατε ἐν ταῖς πράξεσιν.
Ἀνοίξατε τὰς
πύλας, τῆς ἐπουρανίου σκηνῆς ἡμῖν ὥσπερ ταύτης συμμέτοχοι, ἀθλοστεφεὶς Καρεῶται
Ὁσιομάρτυρες.
Δοξάσαντες
Τριάδα, τῇ ὁμολογίᾳ, ταῖς πατρικαῖς παραδόσεσι μείναντες, εἰς ἂς καὶ ἵστασθαι πάντας,
Αὐτῇ πρεσβεύσατε.
Θεοτοκίον.
Μῆτερ
Θεοτόκε, ἡ Καθηγουμένη, Ἁγίου Ὄρους ἡμᾶς καταξίωσον, σὺν Ὁσιάθλοις σκηνῶσαι εἰς
θεία δώματα,
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις Ὄρος Ἄθω πανευκλεῶς, ἑξαιρέτως χαῖρε, σὺ ἡ Λαύρα τῶν Καρεῶν, ἔχουσα ἐν κόλποις λείψανα τῶν σῶν τέκνων, ἅπερ καταφιλοῦσα, Θεόν σου δόξαζε.
Τῆς Ὀρθοδοξίας τοὺς ὁδηγούς, καὶ τῶν μοναζόντων λύχνους θείους καὶ φωταυγεῖς, τοὺς ἐπὶ τοῦ Βέκκου ἀθλήσαντας Πατέρας, ἡμεῖς τὰ τούτων τέκνα, ὕμνοις δοξάζομεν.
Χαῖρε Πρῶτε Λαύρας τῶν Καρύων, Κοσμᾶ θεοφόρε, ὥσπερ ὄρχαμος κραταιός, πρῶτος ἐναθλήσας ὑπὲρ Ὀρθοδοξίας, διὸ καὶ πρῶτος εἴληφας στέφος ἄφθαρτον.
Χαίρετε
Πατέρες πύργοι στεῤῥοί, πίστεως ἁγίας, θεολόγοι οἱ πρακτικοί, οἱ τὸ θεῖον δόγμα
κηρύξαντες γενναίως, καὶ ὑπὲρ τούτου πάντες συμμαρτυρήσαντες.
Ἔχεις τοῦ Πρωτάτου θεῖος Ναός, σὺν τῇ Θεοτόκῳ ἐγκαυχήματα ἀγλαά, τοὺς σεπτοὺς Πατέρας τοὺς αἵμασι θεμέθλους, ποτίσαντάς σου οὕσπερ, νῦν χαίρων ξένιζε.
Ἡ τῶν Ἀνωνύμων πλειὰς σεπτή, Ὁσίων Πατέρων, ἡ γνωστὴ δὲ πάντως Θεῷ,
οἱ αἵματα δόντες τοῖς ξίφεσι κοπέντες, ἡμῶν ποικίλα πάθη, πρόῤῥιζα τέμνετε.
Πᾶσαι τῶν
Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ
τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὁ ἀναγνώστης·
Ἅγιος
ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πάτερ
ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία
σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν
τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς
καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἱερεύς·
Ὅτι
σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ
καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.
Οἱ ψάλται τὰ τροπάρια
ταῦτα.
Ἦχος πλ. β´.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον
ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ,
οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ
σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν
ἡμῶν· ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν
ἡμῶν· Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου,
καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν. Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον
ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσαιμεν· ῥυσθείημεν
διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ
μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν.
Ἔτι
δεόμεθα ὑπὲρ τοῦ Αρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι
δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων
ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν προσκυνητῶν, ἐπιτρόπων, συνδρομητῶν
καὶ ἀφιερωτῶν τοῦ Παναγίου καὶ Ζωοδόχου Τάφου καὶ τῆς ἁγίας Ἐκκλησίας
(Μονῆς) ταύτης.
Ἔτι
δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι
δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν (ἢ Μονὴν) καὶ τὴν πόλιν (ἢ
κώμην, ἢ χώραν, ἢ νῆσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς,
λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ,
καὶ εὐδιάλλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν,
τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ᾿ ἡμῶν
κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς,
καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι
δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἐπάκουσον
ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν
θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,
καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.
Ὁ ἱερεὺς ποιεῖ ἀμέσως τὴν Ἀπόλυσιν.
Δόξα
σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
[Ὁ ἀναστὰς
ἐκ νεκρῶν] Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις
τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου
καὶ ζωοποιοῦ Σταυροῦ· τῇ χάριτι τοῦ παναγίου καὶ ζωοδόχου Τάφου·
προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις
τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου·
τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τοῦ ἁγίου ἐνδόξου καὶ
πανευφήμου Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου καὶ πρώτου Ἱεράρχου
τῶν Ἱεροσολύμων· τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων
καὶ θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων ἐνδόξων θεοστέπτων μεγάλων
βασιλέων καὶ Ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων
θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ ἁγίου (τῆς
ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν ἁγίων ἐλεήσαι
καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Εἰς δὲ τὴν
ἀπόλυσιν ψάλλομεν τὸ τροπάριον.
Ἦχος
β´. Ὅτε ἐκ τοῦ ξύλου σε.
Δεῦτε
μετὰ πόθου καὶ χαρᾶς, ὕμνοις εὐφημήσωμεν Πρῶτον τῶν Καρεῶν καὶ κλεινούς, στεφηφόρους
Μάρτυρας τοὺς συναθλήσαντας, ὑπὲρ πίστεως οὗτοι γάρ, γενναίως τὴν πλάνην,
δυτικῆς σκοτώσεως συνεξελέγξαντες, νῦν δὲ τὸν Χριστὸν ἐξαιτοῦνται, ἄφεσιν ἡμῖν
τῶν πταισμάτων, κλῆρον Βασιλείας τε αἰώνιον.
Δέσποινα πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν
ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξον μὲ ὑπὸ τὴν σκέπην Σου.
Ἐκ παντοίων
κινδύνων τοὺς δούλους Σου, φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζωμεν, τὴν ἐλπίδα
τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβεία Κύριε, πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτιρμῶν.
Δι’ εὐχῶν...
Τῷ δὲ Θεῷ ἡμῶν, δόξα, τιμὴ καὶ κράτος εἰς αἰῶνας
αἰώνων. Ἀμήν.
Στίχοι.
Μάρτυρές τε ἱδρώτων καὶ αἱμάτων,
Φανῆναι μ’ ἀξιώσατε, μάρτυρα παθημάτων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου