Εἰς
τὸ ὄνομα τοῦ Πατρός,
τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου
Πνεύματος.
Ἀμήν.
Ὁ
ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ
τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ
ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν
σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ
ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις
σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διαπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ
ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν
σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον. Ἀκουστὸν ποίησόν
μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ
πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά
σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις
μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου
ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν
μου, ὅτι ἐγὼ δοῦλος σοῦ εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος
δ΄
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχό-μενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ
ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ
ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ
ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθείς.
Ἀνακαθάρας
τῆς ψυχῆς σου τὰς κόρας, τοῦ θείου Πνεύματος φωτὶ ἀπροσίτῳ, τῶν Μοναζόντων ἤνυσας, τὴν τρῖβον καλῶς, νήσους πλεῖστος ἔδραμες, ἀπτοήτῳ σοῦ ζήλῳ, ὑποδούλοις Ἕλλησιν τοῦ Κυρίου τὸν λόγον λαμπρῶς κηρύξαι Ἄνθιμε σοφέ, ὁ τοῦ Κυρίου, θεράπων ἀόμματος.
Δόξα. Τὸ αὐτό.
Ἀνακαθάρας
τῆς ψυχῆς σου τὰς κόρας, τοῦ θείου Πνεύματος φωτὶ ἀπροσίτῳ, τῶν Μοναζόντων ἤνυσας, τὴν τρῖβον καλῶς, νήσους πλεῖστος ἔδραμες, ἀπτοήτῳ σοῦ ζήλῳ, ὑποδούλοις Ἕλλησιν τοῦ Κυρίου τὸν λόγον λαμπρῶς κηρύξαι Ἄνθιμε σοφέ, ὁ τοῦ Κυρίου, θεράπων ἀόμματος.
Καὶ νῦν. Θεοτόκιον
Οὐ σιωπήσομεν
ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο
πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σούς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ
παντοίων δεινῶν.
Ὁ
Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ
Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ
ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού
ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθὴς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν
ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.Ἰδοὺ γὰρ ἀλήθειαν
ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ
ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ
πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν
καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι
ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται
ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα
μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα
οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συν-τετριμμένην
καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου
τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν
δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου
μόσχους.
Ὁ κανὼν, οὗ ἡ ἀκροστιχίς:
Κήρυκα ἀόμματον
Ἀνθιμον ᾄδω. Ἰσιδώρας.
Ὠδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κηρύκων
τὸ κλέος πάντες πιστοί, ὁσίων κρηπῖδα, Μοναζόντων ὑφηγητήν, τυφλὸν ὑπηρέτην τοῦ Κυρίου· τὸν θεοφόρον τιμήσωμεν Ἄνθιμον.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡλίου
ἀδύτου τὴν χρυσαυγῆ, ἀκτῖνα τὸν κόσμον καταυγάσασαν νοητῶς, τῷ φέγγει κηρύγματος τοῦ θείου, τὸν ἰσαπόστολον μέλψωμεν Ἄνθιμον.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥημάτων
ἐνθέων σοῦ ταῖς πλοκαῖς, καὶ ἔργοις ἀρίστοις ταπεινώσει τε ἀψευδεῖ, ἐζώγρησας πάντας εἰς τὸν φόβον, τὸν τοῦ Κυρίου θεόπνευστε Ἄνθιμε.
Θεοτοκίον.
Ὑψίστου
καθέδρα περιφανής, παλάτιον δόξης καὶ
πορφύρα βασιλική, ὑπάρχεις
Θεόνυμφε Παρθένε, ὡς
τὸν Θεὸν ἐν γαστρί σου χωρήσασα.
Ὠδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κεφαλλήνων
ἡ νῆσος, ἐν σοι σκιρτᾷ Ἄνθιμε, καὶ τοῦ Ληξουρίου ἡ πόλις, συνεπαγάλλεται, ὅτι ἐκ γῆς ἱερᾶς, τούτων ὡς ἄνθος προῆλθες, καὶ τὴν κτίσιν ἅπασαν, κατευωδίασας.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀγρυπνίαις
νηστείαις καὶ
προσευχαῖς Ἄνθιμε, φρόνημα σαρκός σου
γεῶδες, σὺ ἀπενέκρωσσς, διὸ ζωῆς ἀληθοῦς, ἐν οὐρανοῖς ἀπολαύεις, τοῖς Ἀγγέλων τάγμασιν,
συναυλιζόμενος.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπλανὴς Μοναζόντων, χειραγωγὸς γέγονας, Ἄνθιμε Μονὰς ἀνεγείρας, Θεοῦ εἰς αἴνεσιν, καὶ τὰς σεπτὰς ἐντολάς, ἐν ἐπιγνώσει τηρήσας, ὡς Μωσῆς τὸ πρόσωπον, Χριστοῦ τεθέασαι.
Θεοτοκίον.
Οὑρανὼν πλατυτέρα, τῶν Χερουβεὶμ Πάναγνε, καὶ τῶν Σεραφεὶμ ὑπέρτερα, ὑπάρχεις Δέσποινα, ὅτι ἐν μήτρᾳ τῇ σῇ, ὁ Ποιητὴς τῶν ἁπάντων, Ὃν ὑμνούσιν Ἄγγελοι, σάρκα προσείληφεν.
Καταύγασον,
ἡμῶν τὰς κόρας πρεσβείαις σου ἀκοιμήτοις, ὁ τυφλώττουσιν ὀφθαλμοῖς τοῦ σώματος Ἄνθιμε,
τὸ
ἄδυτον
φέγγος ἰδὼν τοῦ Κτίστου.
Ἐπίβλεψον ἐν εὐμένεια,
πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψηχής μου τὸ ἄλγος.
Εἶτα μνημονεύει ὁ ἱερεύς,
δι οὖς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς μεθ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε,
ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ
πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα
ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἐν ταῖς διακονίαις ὄντων καὶ πάντων τῶν ἐλεούντων,
ἐλεησάντων, διακονούντων καὶ διακονησάντων ἡμῖν ἐν τῇ ἁγίᾳ καὶ ἱερὰ Ἐκκλησία
ταύτῃ.
Ἔτι δεόμεθα
ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ
ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων
χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ)
ταύτῃ, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ
τούτου.
Ἔτι δεόμεθα
ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ονόματα).
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Δεσπότου
Χριστοῦ, τὸ κάλλος ἐφιέμενος, ὀπίσω Αὐτοῦ, ὡς ἔλαφος διέδραμες, καὶ πηγὴν τοῦ ὕδατος, ἀλλομένου ἔπιες Ἄνθιμε, εἰς αἰωνίου νάματα ζωῆς, ἀῤῥήτως δροσίζων τοὺς τιμῶντάς σε.
Ὠδὴ δ´. Εἰσακήκοα Κύριε.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μετὰ πόθου προσέδραμες, τῷ Ἁγιωνύμῳ Ὅρει τοῦ Ἄθωνος, ἔνθα Ἄνθιμε ἐνδέδυσαι, τῶν Ἀγγέλων σχῆμα ἀγαλλόμενος.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μετανοίας
τὸ κήρυγμα, ὑποδούλοις Ἕλλησι θεῖε Ἄνθιμε, Ἀποστόλων ὡς ὁμότροπος, ἀκαμάτῳ ζήλῳ σου διέσπειρας.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀδιστάκτῳ καρδίᾳ σου, τὸν Θεὸν τῶν ὅλων Ἄνθιμε ἔστερξας, καὶ εἰς Τόπους οὓς ἐβάδισε, προσκυνῆσαι τούτους Πάτερ ἔδραμες.
Θεοτοκίον.
Τὴν
Παρθένον ὑμνήσωμεν,
τὴν μετὰ τὸν Τόκον μείνασαν ἄφθορον, καὶ συμφώνως ταύτῃ εἴπωμεν, τὸ Ἀγγέλου χαῖρε εὐφραινόμενοι.
Ὠδὴ ε´. Φώτισον ἡμᾶς.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅρμον
γαληνόν, καὶ
ἀκύμαντον σὲ ἐγνωκαν, τοῦ Αἰγαίου νῆσοι Ἄνθιμε σοφέ, ὅτι εἰρήνης, πολιτείαν ταύταις ἔδειξας.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νύκτωρ
τὴν Ἁγνήν, καὶ Παρθένον Κόρην ἔβλεψας, ἐν ὀνείρατι προτρέπουσαν καλῶς, καθυπομένειν τῶν ὀμμάτων θεῖε Ἄνθιμε τὴν στέρησιν.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἄλλον
Ἠλιοῦ, θεῖε Ἄνθιμε σὲ ἔγνωμεν, τῇ αὐχμώσῃ γῇ διδόντα ὑετόν, καιρῷ τοῦ θέρους, εὐπροσδέκτοις ἱκεσίαις σου.
Θεοτοκίον.
Νέον
ἀπὸ σοῦ, ὡς παιδίον ὁ παντέλειος, καὶ προάναρχος σεσάρκωται
Θεός, Παρθενομῆτορ
καὶ καινίζει τὸ ἀνθρώπινον.
Ὠδὴ στ´. Τὴν δέησιν.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θαυμάτων
σύ, αὐτουργὸς γεγένησαι, παραδόξως θεῖε Ἄνθιμε πάλαι, ὅτι φρικτόν, ἐναπέκτεινας ὄφιν, τὸν ἀπειλοῦντα δεινῶς Ἀστυπάλαιαν, τὴν νῆσον ἥτις σὲ τιμᾷ, προσκυνοῦσα λειψάνων τὴν θήκην σου.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱδρῶσί σου, τοῖς τιμίοις Ἄνθιμε, ἀνεστήλωσας Μονὴν τῶν Λεπέδων· Παρασκευῆς, Ἀθληφόρου τὴν βάρει, κατακαμφθεῖσαν σεισμοῦ καὶ εἰσήγαγες, χορὸν παρθένων ἐν αὐτῇ, γεγονὼς ὁδηγὸς τούτων ἄριστος.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μυστήριον,
θαυμαστὸν τετέλεσται, θεῖε Ἄνθιμε εὐχῇ σου παννύχῳ, ἄνευ χειρός, ἡ μορφὴ τῆς Πανάγνου, Πορταϊτίσσης τῷ ξύλῳ τετύπωται, ἐν Ἀθωνι ἥν σῇ χειρί, ἐναπέθου Μονῇ Ἀστυπάλαιας.
Θεοτοκίον.
Οἰνόφωτον,
τοῦ Δεσπότου σκήνωμα, ἀνεδείχθης Θεοτόκε Παρθένε
καὶ γὰρ ἐν σοί, τοῦ Πατρὸς εὐδοκίᾳ, ἀνερμηνεύτως ὁ ἄδυτος Ἥλιος, σεσάρκωται καὶ τοὺς βροτούς, ἐκ κευθμώνων τοῦ ᾍδου ἀνήγαγε.
Καταύγασον,
ἡμῶν τὰς κόρας πρεσβείαις σου ἀκοιμήτοις, ὁ τυφλώττουσιν ὀφθαλμοῖς τοῦ σώματος Ἄνθιμε,
τὸ ἄδυτον φέγγος ἰδὼν τοῦ Κτίστου.
Ἄχραντε, ἡ διὸ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Εἶτα
μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, δι’ οὖς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς μεθ’
ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα
ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ
ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων
χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ)
ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα
ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ
χορός· Ἀμήν.
Μετὰ
δὲ τὴν ἐκφώνησιν, τὸ ἑπόμενον·
Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Οὑρανίων
μυσταγωγιῶν
τὸν ἐκφάντορα, θεοσδότων ἐπαγγελιῶν τὸν διδάσκαλον, Μοναζόντων ὑπογραμμὸν καὶ στῦλον ἀκραιφνῆ, Χριστοῦ σάλπιγγα βροντοειδῆ, τὴν διηχήσασαν τρανῶς Βασιλείαν αἰώνιον. Ἀνθιμον θεηγόρον ἀόμματον εὐφημοῦμεν, τὸν διαβλέποντα ἀεί, τοῦ Κυρίου τὴν λαμπρότητα.
Εἶτα τὸ Α´. Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ ἦχου.
Ἐκ
νεότητός μου, πολλὰ πολεμεῖ με πάθη* ἀλλ’
αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου [δίς].
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου* ὡς
χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι [δίς].
Δ ό ξ α…
‘Αγίω Πνεύματι, πᾶσα ψυχὴ ζωούται, καὶ καθάρσει, ὑψοῦται λαμπρύνεται, τῇ
Τριαδικὴ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
‘Αγίω Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα,
ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον:
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος:
Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ὁ
Ἱερεύς·
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου
Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ὁ
χορός· Κύριε, ἐλέησον (γ΄).
Ὁ
Ἱερεύς·
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Ὁ
χορός·
Καὶ τῷ πνεύματί σου.
Εὐαγγέλιον.
Κατὰ Λουκᾶν τῇ Παρασκευὴ τῆς β΄ Ἑβδομάδος
Τῷ
καιρῷ ἐκείνῳ, ἒστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος
πολύ………
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον,
ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ
κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξά-λειψον τὸ ἀνόμημά μου.
Ὄμμα
τῆς καρδίας σου, ἀνακαθαρὰς ἐμφρόνως, σαρκικῶν ὑπέμεινας, τῶν ὀμμάτων στέρησιν χαίρων Ἄνθιμε, καὶ Χριστῷ ἔδραμες, τοῦ Φωτὸς Δοτῆρι, τοῦ δουλεύειν εὐπειθέστατα, Μονὰς ἐγείρας δέ, δόξαν τοῦ Θεοῦ κατελάμπρυνας τῷ βίῳ σου γενόμενος, στῦλος ὁδηγῶν πρὸς ἀπάθειαν, ὥσπερ ἐν ἐρήμῳ, τὸ πάλαι ὁ θεόπτης Μωυσῆς, μεθ᾿ οὗ ἀπαύστως δυσώπησον, εὑρεῖν ἡμᾶς ἔλεος.
Ὁ
Ἱερεύς·
Σῶσον, ὁ Θεὸς
τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρο-νομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν
ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ ἡμᾶς
τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν
τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου,
Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων·
τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων,
Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου·
Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας·
Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως,
Νικολάου του εκ Νάξου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων
Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος,
Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων
Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων
μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς,
Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων
Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων
καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ
Ὁσίου Πατρὸς ἡμῶν Ἀνθίμου τοῦ Κεφαλληνίας,
οὖ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων· Ἱκετεύομέν σε,
μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.
Ὁ
χορὸς· Κύριε,
ἐλέησον (ιβ´).
Ὁ
Ἱερεύς·
Ἐλέει, καὶ
οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σοῦ Υἱοῦ, μεθ οὐ εὐλογητὸς εἰ, σὺν
τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
Ὁ
χορὸς· Ἀμήν.
Ὠδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὅσιε τοῦ Θεοῦ
πρέσβευε ὑπὲρ ἡμῶν.
Νῆσος
Κρήτη καυχᾶται,
καὶ σκιρτὰ ἀνυμνοῦσά σε μάκαρ Ἄνθιμε, ἐν ταύτῃ γὰρ διδάξας, εἰρήνην τὴν βαθεῖαν, φλογοφόρῳ σου στόματι, πλήθει
θαυμάτων πολλῶν,
ἐσφράγισας τὸν λόγον.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀκαταίσχυντον
ὅπλον, τὸν Σταυρὸν τοῦ Κυρίου κατέχων Ἄνθιμε, ῥαβδίον δὲ τὴν πίστιν, κομβοσχοίνιον ἅμα, βακτηρίαν ὡς ἄσειστον, ὅθεν διέβης καλῶς, κηρύγματος τὴν τρῖβον.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δυνατὸν ἐν ἰσχύϊ, τὸν Θεὸν ἀγαπήσας ἀδόλως Ἄνθιμε, χαρίσμασιν μεγάλοις,
σὲ ἔστεψε πλουσίως, τοῦ προλέγειν τὰ μέλλοντα, καὶ ὀφθαλμοῖς σου κλειστοῖς, ὁρᾶν τὰ τελεσθέντα.
Θεοτοκίον.
Ὡς
πυρίμορφον θρόνον, ὁ
προφήτης σὲ
ἔφη, Παρθένε Ἄχραντε, πατρὸς γὰρ εὐδοκίᾳ, Υἱὸς ἐν σοι ἐπέστη, ἐπελεύσει τοῦ Πνεύματος, καὶ εἰς τὸν θρόνον ἡμᾶς, ἀνήγαγε τῆς δόξης.
Ὠδὴ η´. Τὸν Βασιλέα.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱλαρωτάτῃ καὶ καθαρᾶ σοῦ καρδίᾳ, τὸν Θεὸν θεῖε Ἄνθιμε ᾄδων,
γέγονας Ἀγγέλων, συνόμιλος ἐν βίῳ.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σαγήνῃ λόγων, τῶν σῶν ἰχθύας ζωγρήσας,
λογικοὺς ἐκ
κινδύνου ἐῤῥύσω, κλύδωνος καὶ ζάλης, ὢ Ἄνθιμε τοῦ βίου.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱδρύσας
μάκαρ, πλείστας Μονὰς
εἰς Κυρίου, τοῦ Θεοῦ σου ὢ Ἄνθιμε δόξαν, νῦν ἀντεδοξάσθης ἀξίως εἰς αἰῶνας.
Θεοτοκίον.
Δέσποινα
Κόρη, ἡ ἐν γαστρί σου ἀφράστως, Εἰρηνάρχην Θεὸν συλλαβοῦσα, χάρισαι εἰρήνην τὴν ἄνωθεν λιταῖς σου.
Ὠδὴ θ´. Κυρίως Θεοτόκον.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς
λύχνον φαεσφόρον, λάμποντα ἀῤῥήτως,
τοῦ ἀπροσίτου ἀκτῖσι καὶ θείου φωτός, οἱ ἐν τῷ σκότει δουλείας, Ἄνθιμε ἔγνωκαν.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥημάτων
σου τῇ δρόσῳ, ἔπαυσας δουλείας, τῆς πικροτάτης τὸ καῦμα, μηνύσας λαῷ, πίστεως ἔαρ εὐῶδες, πάντερπνε Ἄνθιμε.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀνύστακτον
τὸ ὄμμα, ἔχων τῆς ψυχῆς σου, σὺν ταῖς φρονίμοις Παρθένοις, εἰσῆλθες Χριστοῦ, εἰς τὸν νυμφῶνα τῆς δόξης, Ἄνθιμε πάντιμε.
Θεοτοκίον.
Στολὴν ἐκ σῶν αἱμάτων, Πάναγνε Παρθένε, ὁ Βασιλεὺς τῶν ἁπάντων, φορέσας Χριστός,
βασιλικὴν ἁλουργίδα, Ἀδὰμ ἐνέδυσεν.
Καὶ
εὐθὺς τό·
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα
μεγαλυνάρια
Ὥν ἡ ἀκροστιχίς: Χαίροις Πάτερ Θεόφωτε.
Χαίροις
Ληξουρίου θεῖος
βλαστός, χαίροις Κεφαλλήνων ὁ
ἐξαίρετος θησαυρός, χαίροις
τοῦ Αἰγαίου ὁ μέγας θεοκήρυξ, Πατέρων ἡ ἀκρότης, πάμφωτε Ἄνθιμε.
Ἄθωνι
τῷ ὅρει ὥσπερ δορκάς, ἔδραμες καὶ σχῆμα ἐνεδύθης Ἀγγελικόν, δίψαν δὲ ψυχῆς σου ὢ Ἄνθιμε κορέσας, πολλοῖς εὐηγγελίσω λόγον ζωὴ ἄδυτον.
Ἵστασο
ἐνώπιον τοῦ Θεοῦ, εὐχαῖς ὁλονύκτοις καὶ δεήσεσι τὴν Αὐτοῦ, κάμπτων εὐσπλαγχνίαν, καὶ ᾄδων σὺν Ἀγγέλοις, ὢ Ἄνθιμε τὴν θείαν μεγαλειότητα.
Ῥάβδον
σου ἐκράτεις ὡς ὁδηγόν, κομβοσχοίνιόν σου ὡσεὶ σύμμαχον κραταιόν, καὶ Σταυρόν σου φέρων, τυφλῶν ὡς βακτηρίαν, διὸ τὸ φῶς τὸ μέγα, ἔφανας Ἄνθιμε.
Ὄφιν
τὸν τὴν Εὖαν ἐκ τῆς Ἐδέμ, πάλαι ἐκβαλόντα θεῖε Ἄνθιμε σαῖς εὐχαῖς, ἐν Ἀστυπαλαίᾳ ἀπέκτεινας τῇ νήσῳ·
πολλοὺς προτρέψας οὕτω, Θεοῦ εἰς αἴνεσιν.
Ἱστίῳ τοῦ ζήλου τοῦ θεϊκοῦ, ἔπλευσας τὰς νήσους τοῦ Αἰγαίου ἵνα Χριστόν, Ἄνθιμε κηρύξῃς, ἀχείμαστον λιμένα καὶ ἄγκυραν ἐλπίδος τοῖς θαλαττεύουσιν.
Σκεῦος χαρισμάτων τοῦ Παντουργοῦ, Πνεύματος ὑπάρχων ἀποπνέεις πᾶσι πιστοῖς, Ἄνθιμε τὴν χάριν, ἀῤῥήτων μεγαλείων, καὶ νέμεις τὴν εἰρήνην τοῖς σὲ γεραίρουσιν.
Πήρωσιν
πηλίνων σοῦ
ὀφθαλμῶν, ἀπροσκόπτως φέρειν σὲ προέτρεψεν ἡ Ἁγνή, Θεοτόκος Κόρη ὀνείρατι φανεῖσα, θαῤῥύνασα σε θείως, μέγιστε Ἄνθιμε.
Ἄστρον
ἀνατέταλκας φαεινόν, Ἄνθιμε ἐν σκότει τῆς δουλείας τῆς ζοφερᾶς, καὶ τὴν γῆν αὐγάσας τῆς πίστεως ἀκτῖσιν, Χριστὸν διαναγγέλεις ἄδυτον Ἥλιον.
Τῆς
Πορταϊτίσσης θεία εἰκών,
ἐν Ἁγίῳ Ὅρει τῇ παννύχῳ σου προσευχή, ἀχειροποιήτως τῷ ξύλῳ ἐτυπώθη, ἥν ἐν Ἀστυπαλαίᾳ Ἄνθιμε ἔφερες.
Ἔρεισμα
καὶ βάθρον σὲ ὀχυρόν, ἔχει τῶν Λεπέδων Ἀθληφόρου Παρασκευῆς, ἡ Μονὴ ἡ θεία, ἥν κόποις ἐδομήσω, σεισμῷ καταστραφεῖσαν κράτιστε Ἄνθιμε.
Ῥαίνουσιν
ὡς
ἄνθη
θείας ᾠδάς,
τῇ
σεπτῇ
σου μνήμῃ
Κεφαλλήνων
αἱ
πατριαί, τῆς
Ἀστυπαλαίας,
καὶ Κρήτης
ἐκλογάδες, ὁμήγυρίς τε πᾶσα Αἰγαίου Ἄνθιμε.
Θαύματα
ὢ Ἄνθιμε φοβερά, ἐτέλεις τὸ βλέπειν παρεχόμενος τῇ τυφλή, τῆς ἀτέκνου μήτραν Εὐχῇ σου εὐλόγησας, πηγάσας τε
παντοίων παθῶν
ἰάματα.
Ἔπαυσας
πελάγους τὴν
ταραχήν, εὐπαῤῥησιάστοις, μάκαρ Ἄνθιμε προσευχαῖς, πρὸς τὸν ἐν δυνάμει ἰσχύοντα τὰ πάντα· καὶ κύμασι θαλάσσης περιπατήσαντα.
Ὄμβρους
τῇ αὐχμώσῃ πάλαι ξηρᾷ, ἔπεμψας πλουσίως ὥσπερ πάλαι ὁ Ἠλίου, ὁ κλεινὸς Θεσβίτης, καὶ δρόσον οὐρανίαν, ψυχαῖς τῶν σὲ τιμώντων βραβεύεις Ἄνθιμε.
Φλόγες
ὡσεὶ πύριναι ἐν καιρῷ, τοῦ κηρύγματός σου ἐξερχόμενοι θαυμαστῶς, ἐκ τοῦ στόματός σου, ὢ Ἄνθιμε τῷ πλήθει, πιστῶν διεβεβαίουν σὴν ἁγιότητα.
Ὥσπερ
δρόσον θείαν ἐξ
Ἀερμών, ἔσταξαν οἱ λόγοι σωτηρίων σου διδαχῶν, ταῖς τῶν ὑποδούλων, ψυχαῖς παραμυθίαν, διδοῦσαι οὐρανίαν θεόφρον Ἄνθιμε.
Τελευτήν
σου πόῤῥωθεν προϊδών, ἐκ Πελοποννήσου εἰς Μονήν σου τὴν ἱεράν, τῶν Λεπέδων φθάσας, ψυχήν σου
ἐναπέθου, χερσὶ Θεοῦ Ὃν πόθῳ ἠγάπας Ἄνθιμε.
Ἔχομέν
σε πρέσβυν πρὸς
τὸν Θεόν, εὐσεβῶν τὰ πλήθη, Μοναζόντων τε οἱ χοροί, Ἱεραποστόλων, ὢ Ἄνθιμε οἱ δῆμοι, τυφλοὶ δὲ σὲ πλουτοῦσι, προστάτην μέγιστον.
Πᾶσαι τῶν ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὁ
Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον
ἡμᾶς (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε,
ἰλάσθητι ταῖς
ἁμαρτίαις
ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς
ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν,
ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ
θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν
σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις
ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ
Ἱερεύς·
Ὅτι Σοῦ
ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ
Ἀναγνώστης· Ἀμήν.
Καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος γ´. Θείας πίστεως.
Γόνον
πάντιμον Κεφαλληνίας, θεῖον
ἔφορον Ἀστυπαλαίας, τῆς τῶν Λεπέδων Μονῆς τὸν δομήτορα, καὶ νήσων πλείστων τὸν ἔνθεον κήρυκα, τῶν Μοναζόντων κρηπῖδα καὶ καύχημα, θεῖον Ἄνθιμον, συμφώνως πιστοὶ τιμήσωμεν, Χριστοῦ τὸν οἰκονόμον τὸν ἀόμματον.
Ἦχος πλ. β΄
Ἐλέησον
ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν
ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλεῆσον ἡμᾶς.
Δόξα.
Κύριε,
ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν
ἀνομιῶν ἡμῶν· ἀλλ ἐπιβλέψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν
ἐχθρῶν ἡμῶν· σύ γὰρ εἰ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου,
καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ
νῦν.
Τῆς
εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ
ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σύ γὰρ εἰ ἡ σωτηρία τοῦ γένους
τῶν χριστιανῶν.
Εἶτα
μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, καὶ μεθ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε,
ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθα Σοῦ, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα
ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ
ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων
χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμη, πόλει, νήσω)
ταύτη, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ
τούτου.
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἡ κώμην, ἢ χώραν, ἢ νῆσον ἢ μονὴν) ταύτην (ἢ
τὸν οἶκον τούτον), καὶ πᾶσαν πόλιν καὶ
χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων,
εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ
ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ ἡμῶν κινουμένην· καὶ
ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἐλεήμων γὰρ καὶ
φιλάνθρωπος Θεὸς ὑπάρχεις,
καὶ σοὶ
τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ὁ
χορός· Ἀμήν.
Καὶ
ὁ ἱερεὺς ποιεῖ τὴν ἀπόλυσιν·
Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς
ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ
ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ
Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ
ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις
τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων
ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων·
τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου
(τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων
Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ Ὁσίου
Πατρὸς ἡμῶν Ἀνθίμου τοῦ Κεφαλληνίας, οὖ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν
Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου...
Χαίρει
Κεφαλλήνων ἡ
πληθύς, χαίρουσιν Αἰγαίου
αἱ νῆσοι, καὶ Κρήτη ἅμα σκιρτᾷ, Ἄθω Ὅρος Ἅγιον, φαιδρῶς ἀγάλλεται, γηθοσύνως
σεμνύνεται, Μονὴ
τῶν Λεπέδων, καὶ ἡ Ἀστυπάλαια καυχᾶται ἄμετρα, θήκην σῶν Λειψάνων πλουτοῦσα, σὺν Πορταϊτίσσης εἰκόνι, ἥν ἐκτήσω Ἄνθιμε ἀόμματε.
Δίστιχα ἀκροτελεύτια.
Ὁσιοκήρυξ Ἄνθιμε, τῶν ἀομμάτων λύχνε, ψυχῆς μου ὄμμα αὔγασον εὐχαῖς σου φωτοφόροις και εἰς ὁδὸν ἀξιῶσον εὐθεῖαν βηματίζειν ἔργα ἡμέρας πράττουσα λέγει σοι Ἰσιδώρα, Μονάζουσα πανευτελὴς ὕμνον πλέξασα τόνδε τῇ προτροπῇ τοῦ εὐλαβοῦς ἱκέτου Κωνσταντίνου ἀπὸ βαθέων σέβοντος τὴν πάμφωτόν σου μνήμην.
Δι’
εὐχῶν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου