Παρακλητικός Κανών ΑΓΙΩΝ 10
ΜΑΡΤΥΡΩΝ ΜΕΓΑΡΩΝ.
Ποίημα Γεροντίσσης Ἰσιδώρας Ἁγιεροθεϊτίσσης
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στιχ. β´.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στιχ. γ´.
Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Χαρμονικῶς Ἀδριανὸν εὐφημοῦμεν, σὺν Ἰακώβῳ Σεραφεὶμ καὶ
Σαράντῃ, Βασίλειον Δημήτριον, Δωρόθεον ὁμοῦ· Πλάτωνα καὶ τὸν Πολύευκτον, καὶ
Γεώργιον πάντες· χάριν ἀρυόμενοι, ἐκ τῶν σεπτῶν λειψάνων, χαίροις βοῶντες
πάνσεπτε δεκάς, θείων Μαρτύρων, Μεγάρων τὸ καύχημα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε...
Εἶτα ὁ Ν’ Ψαλμὸς
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ
τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία
μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου
ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ
γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ
ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν
ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ
αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν
δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν
αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμέ-νην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ
οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος, οὗ ἡ ἀκροστιχίς: Τῶν Μεγάρων τιμῶ δέκα Μάρτυρας θείους.
Ἦχος πλ. δ´. ᾨδὴ α´. Ὑγρὰν διοδεύσας.
Τριάδα τὴν θείαν ἐκδυσωπῶ, λιταῖς εὐπροσδέκτοις
δεκαρίθμων συναθλητῶν, τὴν χάριν διδόναι μοι καὶ σθένος· τοῦ μελωδεῖν τὰ λαμπρὰ
αὐτῶν τρόπαια.
Ὡς λύχνοι ἡλίου τρισοφαοῦς, πίστεως τὸ φέγγος
ἀπαστράπτετε τηλαυγῶς, καρδίαν διὸ αὐγάσατέ μου· τῆς μετανοίας φωτὶ θεῖοι
Μάρτυρες.
Νικήσαντες πλάνην τοῦ δυσμενοῦς, Κυρίου ὁπλῖται ἐν
σταδίῳ ἀθλητικῷ, ζωῆς ἠξιώθητε ἀλήκτου· τὸν θησαυρὸν τῆς ζωῆς καταγγέλοντες.
Θεοτοκίον.
Μαρτύρων ἡ δόξα καὶ χαρμονή, ὑπάρχεις Παρθένε
Θεοδόξαστε Μαριάμ, τῆς δόξης μετόχους διὸ δεῖξον, τοὺς προσκυνοῦντας ἐν πίστει
τὸν τόκον Σου.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἐκ τιμίων λειψάνων ἀρτιφανῶς, ἔβλυσε πλοῦτος θεοσδότων
χαρίτων ἔνδοξοι Μάρτυρες, καὶ κατευφραίνει ψυχάς, τῶν προσιόντων ἐν πίστει, καὶ
Ὑμῶν τὴν πάντιμον, τιμώντων ἄθλησιν.
Γεγηθότες βοῶμεν χαίροις δεκὰς ἔνδοξε, ἅμα Ἰακώβῳ
Σαράντῃ, κλεινὲ Δωρόθεε, σὺν Δημητρίω ὁμοῦ, Ἀδριανῷ Γεωργίῳ, Σεραφεὶμ Βασίλειε,
Πλάτων Πολύευκτε.
Ἀσωμάτων Χορεῖαι Ὑμᾶς στεῤῥοὶ Μάρτυρες, πάλαι ἀνδρικῶς
ἐναθλοῦντας, ὁρῶσαι ἔχαιρον, καὶ τοὺς στεφάνους λαμπρῶς, ἐτοιμασθέντας
παρέσχον, ἐκ χειρὸς τοῦ Κτίσαντος, Ὃν ἐδοξάσατε.
Θεοτοκίον.
Ῥητορεύσεις ἁπάντων τῶν προφητῶν Δέσποινα, πέρας ἐπὶ
Σοι Θεοτόκε, σαφῶς εἰλήφασι, τὸν τοῦ παντὸς Ποιητήν, τίκτεις ἀφράστως γὰρ Κόρη,
ἐν δυσὶ ταῖς φύσεσι, καὶ ταῖς θελήσεσι.
Ἱκέτευε, δεκὰς Μαρτύρων Τριάδα τὴν Παναγίαν, τὴν δεκάδα
τῶν ἐντολῶν τηρεῖν ἀπαράτρωτον, καὶ νόμου δοτῆρα ἡμᾶς λατρεύειν.
Ἐπίβλεψον ἐν εὐμενεία...
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Γεώργιον νῦν, Σαράντη καὶ Δωρόθεον, κλεινὸν Σεραφείμ,
Βασίλειον Πολύευκτον, εὐκλεῶς ἀθλήσαντας· σὺν Ἰακώβῳ Πλάτωνα, ᾄσμασι, Ἀδριανὸν
Δημήτριον πιστοί, δεκάδα Μαρτύρων ἀνυμνήσωμεν.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ὡς πικρὰς ἀθεότητος, λύσαντες χειμῶνα ἥδιστοι Μάρτυρες·
πρὸς τὸ ἔαρ θείας πίστεως, τοὺς Ὑμᾶς φιλοῦντας ὁδηγήσατε.
Νεανίαι ὡς ἄριστοι, καὶ τοῦ Ἀθλοθέτου ἱππεῖς ἀήττητοι·
τὴν ψυχήν μου νεουργήσατε, καὶ παθῶν ἱππεύειν ἀξιώσατε.
Τυραννούντων προστάγματα, εὐθαρσῶς γενναῖοι
κατεφρονήσατε· τοῖς θεσπίσμασιν ὑπείκοντες, τοῦ εἰς τοὺς αἰῶνας Βασιλεύοντος.
Θεοτοκίον.
Ἱλαστήριος πέφυκας, τῶν ἁμαρτανόντων λιμὴν Πανάμωμε· ἐν
ταῖς ζάλαις καὶ ταῖς θλίψεσι, ὅθεν πάντες πόθῳ Σοι προστρέχομεν.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Μύρα δαψιλῶς, ἐκ λειψάνων θείων βλύζουσι, καὶ θαυμάτων
ἀξιέραστος πληθύς, τοῖς προσιοῦσι, μετὰ πίστεως προχέεται.
Ὥσπερ ἀῤῥαγῆ, καὶ ἀπόρθητα προπύργια, Μεγαρεῦσι ἐν
πολέμοις καὶ δεινοῖς, Μάρτυρες δέκα, ἀναφαίνεσθε ὑπέρμαχοι.
Δόξαν τοῦ Θεοῦ, μαρτυρεῖτε ἐν τοῖς πέρασι, Οὐρανοῦ
ὥσπερ ἀστέρες φαεινοί, καὶ τοῦ Σωτῆρος, συγκατάβασιν τὴν ἄῤῥητον.
Θεοτοκίον.
Ἔρεισμα στεῤῥόν, θεῖοι Μάρτυρες ἐκτήσαντο, τὴν
πρεσβείαν Σου Παρθένε Μαριάμ, Αὐτῶν πρεσβείαις, ἐν τῇ πίστει ἡμᾶς στήριξον.
ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Κηρύξαντες, τὸν Χριστὸν ἑνώπιον, τῶν ἀνόμων δέκα
Μάρτυρες θεῖοι, τὰς ἀπειλάς, εἰς οὐδὲν λογισθέντες, πρὸς τὰς βασάνους ἀτρόμως
ἐχώρησαν, καὶ ἔλαβον ὡς ἀληθῶς· τῆς ἀφθάρτου εὐκλείας τὰ ἔπαθλα.
Ἀνέτειλε, ὡς ἀστὴρ δεκάφωτος, Μεγαρέων τῇ σεπτῇ
Ἐκκλησίᾳ, ἡ τηλαυγής, τῶν Μαρτύρων χορεία, καὶ ἀθεΐας τὸ σκότος διέλυσε· τὸ
φέγγος θείων Ἐντολῶν, τοῖς πιστοῖς ἐμφανῶς διαγγέλουσα.
Μαράναντες, ἀπιστίας ἄκανθαν, καὶ τῆς πλάνης τῶν
εἰδώλων φυτείαν, οἱ τοῦ Χριστοῦ, δέκα Μάρτυρες θεῖοι, τοῦ Παραδείσου ὡς ἄνθη
ἀνέθαλον, εὐωδιάζοντες ἡμᾶς· εὐωδίᾳ ἐνθέῳ καὶ κρείττονι.
Θεοτοκίον.
Ἀγγέλων Σύ, τοὺς χοροὺς ἐξέστησας, τῷ καινῷ καὶ
ἀποῤῥήτῳ Σου τόκῳ· ὅτι Θεόν, ἐσωμάτωσας Κόρη, Ὃν Ἀσωμάτων αἱ τάξεις λατρεύουσι,
Τοῦτον δυσώπησον Ἁγνή· τοῦ σωθῆναι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.
Ἱκέτευε, δεκὰς Μαρτύρων Τριάδα τὴν Παναγίαν, τὴν δεκάδα
τῶν ἐντολῶν τηρεῖν ἀπαράτρωτον, καὶ νόμου δοτῆρα ἡμᾶς λατρεύειν.
Ἄχραντε ἡ διὰ λόγου....
Κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Τῶν Μαρτύρων τὴν σεπτὴν δεκάδα τιμήσωμεν, τῶν ἀτρώτως
πρὸς στεῤῥοὺς ἀγῶνας χωρήσαντας, ὡς Δεσπότην ὑπερτελῶς γινώσκοντας ἀεί· διὸ
ἅπαντες, χαρμονικῶς, ἀναβοήσωμεν Αὐτοῖς, ἐκτενῶς ἱκετεύσατε· Μάρτυρες τὸν
Σωτῆρα, διδόναι τὴν σωτηρίαν, τοῖς προσκυνοῦσιν εὐλαβῶς, τῶν Λειψάνων θείαν
Λάρνακα.
Προκείμενον. Ἦχος δ´: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. (κα΄ 12-19) Τὸ εἰς τὸν
Ὄρθρον τοῦ Ἁγίου Δημητρίου.
Δόξα. Ταῖς τῶν Σῶν Μαρτύρων….
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…..
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Δεῦτε ἀνυμνήσωμεν, τὴν τῶν Μαρτύρων δεκάδα, Σεραφεὶμ
πανάριστον, θαυμαστὸν Δωρόθεον καὶ Ἰάκωβον, Ἀθλητῶν καύχημα, τὸν στεῤῥὸν
Σαράντη, καὶ σὺν τούτοις τὸν Δημήτριον, κλεινὸν Βασίλειον, τὸν τῆς Βασιλείας
ἐπώνυμον, Πολύευκτον Γεώργιον, καὶ Ἀδριανὸν καρτερόψυχον, Πλάτωνα σὺν τούτοις,
Μεγάρων ἀντιλήπτορας θερμούς, τοὺς δυνατῶς ἱκετεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαντισμῷ τῶν αἱμάτων, τῶν Μεγάρων τὴν χθόνα Ὑμεῖς
ἠρδεύσατε, πλουσίως ἀποδόντες, καρπὸν τοῦ Μαρτυρίου, καὶ τὴν χάριν τοῖς
ψάλλουσιν ὡς θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Αὐτοῦ Ἁγίοις.
Τοῦ Σταυροῦ τὴν ῥομφαῖαν, ὡς στεῤῥὰν πανοπλίαν ἔχοντες
Μάρτυρες, τὰ βέλη τοῦ δολίου, καρδίαν τε τελείως, τὴν αὐτοῦ κατεβάλατε·
ἐπινικίους ᾠδάς, ἀπαύστως μελωδοῦντες.
Ὑπελθόντες προθύμως, τὰς πικρὰς ἀλγηδόνας οἱ θεῖοι
Μάρτυρες, χαρᾶς κατατρυφῶσι, καὶ θείας εὐφροσύνης, ἐκβοῶντες τῷ Κτίσαντι· δέχου
ἡμᾶς Ἀγαθέ, σὸν κράτος ἀνυμνοῦντας.
Θεοτοκίον.
Ῥυπωθεῖσαν τὴν φύσιν, τῶν ἀνθρώπων Παρθένε σὺ
ἐκαινούργησας, τεκοῦσα ὑπὲρ φύσιν, Ἀδὰμ τὸν νέον Κόρη, ὁ Πατὴρ ὡς ηὐδόκησε
Τοῦτον ἀπαύστως Ἁγνή, ὑπὲρ ἡμῶν δυσώπει.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Ἀξιωθέντες, τῷ Βασιλεῖ, τῶν αἰώνων, στρατευθῆναι
αἰώνιον δόξαν, Μάρτυρες κληροῦσθε, φωτὸς εἰς τὰς ἐπαύλεις.
Στολὴν τὴν θείαν, ἐξωραΐσαντες πόνοις, Ἀθληταὶ καὶ
ποικίλαις βασάνοις, τῷ ὡραίῳ κάλλει, παρίστασθε Δεσπότῃ.
Θησαυρισμάτων, τῶν θεϊκῶν ὡς ταμεῖα, θησαυρὸν δαψιλῶς
χορηγεῖτε, Μάρτυρες τοῖς πίστει, Ὑμᾶς ὑμνολογοῦσιν.
Θεοτοκίον.
Ἐλευθερίαν, Σὺ τοῖς βροτοῖς ἐδωρήσω, τῷ καινῷ καὶ
ἀσπόρῳ σου Τόκῳ, Πάναγνε Μαρία, ἀπαύστως Ὃν δυσώπει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱστίῳ Μαρτυρίου, ἔνδοξοι ὁπλῖται, πρὸς τὸν λιμένα τὸν
θεῖον, τὸ σκάφος ψυχῆς, ἐγκαθωρμίσαντες πᾶσι γαλήνην νέμουσιν.
Ὀχύρωμα καὶ τεῖχος, πόλις τῶν Μεγάρων, Μαρτύρων τάφους
πλουτοῦσα, βοᾶ τῷ Χριστῷ· ἐκ τῶν κινδύνων Οἰκτίρμον, λαόν Σου φύλαττε.
Ὑψώσαντες ἐν βίῳ, Κύριον τῆς δόξης, ἐχθροῦ ἐπάρσεις
καθεῖλον, στεῤῥοὶ Ἀθληταί, τῷ Ὑψωθέντι ἐν ξύλῳ, ψυχὰς ἀνάγοντες.
Θεοτοκίον.
Σωτήριος Σὺ πύλη, πάντας ὁδηγοῦσα, πρὸς παραδείσου τὸ
πλάτος, ὑπάρχεις Ἁγνή, τῆς μετανοίας τὰς πύλας, ἡμῖν διανοιξον.
Τό Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια, ὧν ἡ
ἀκροστιχὶς: Ἰσιδώρας.
Ἰάσεων κρήνη ὡς διαυγής, λάρναξ τῶν Μαρτύρων νοσημάτων
παύει αὐχμόν, καὶ ψυχὰς ἀρδεύει, τῇ θείᾳ εὐφροσύνῃ, χαρίτων καλλιῤῥόων τοῦ
θείου Πνεύματος.
Συμφώνως αἰνέσωμεν οἱ πιστοί, τὴν θείαν δεκάδα τῶν
γενναίων συναθλητῶν, τὴν τὸ θεῖον Κράτος αἰνοῦσαν εἰς αἰῶνας, Τριάδος τε τὴν
αἴγλην, τρανῶς κηρύττουσαν.
Ἰακωβον ᾄσμασιν ἱεροῖς, ἅμα Δωροθέῳ Σεραφείμ τε τῷ
θαυμαστῷ, πάντες συνελθόντες, τιμήσωμεν ἐκ πόθου, αὐτῶν σηκὸν τὸν θεῖον
κατασπαζόμενοι.
Δημήτριος χάριν πᾶσι πιστοῖς, σὺν τῷ Βασιλείῳ τῷ
συνάθλῳ τῷ εὐκλεεῖ, ἄμετρον δωρεῖται, τοῖς πόθῳ προσιοῦσι, τῷ θείῳ αὐτῶν τάφῳ,
ζωὴν ἐκβλύζοντι.
Ὡς πλοῦτος ἀσύλητος τὰ ὀστᾶ, τοῦ σεπτοῦ Σαράντη
πεφανέρωνται θαυμαστῶς, δεῦτε κατὰ χρέος, αὐτοῦ τῷ θείῳ οἴκῳ, προσέλθωμεν
χειμάῤῥουν τρυφῆς ἀρύσασθαι.
Ῥόδα ἐπιῤῥέοντα χαρμονήν, παραδείσου Πλάτων καὶ
Πολύευκτος σὺν αὐτῷ, ἅμα Γεωργίῳ, Ἀδριανὸς ὁ θεῖος, Μαρτύρων καλλινίκων τετρὰς
ἡ ἔνδοξος.
Ἁγίων Ἀγγέλων αἱ στρατιαί, ἔχαιρον ὁρώσαι τοὺς
γενναίους συναθλητάς, πίστει συνδεθέντας, ἀνδρείᾳ ὁπλισθέντας, Χριστόν τε ἐν
σταδίῳ ὁμολογήσαντας.
Σκίρτα καὶ ἀγάλλου πόλις λαμπρά, ἡ τῶν Μεγαρέων, ὡς
ἀπόρθητα ὀχυρά, Μάρτυρες οἱ δέκα, φρουροῦσι γὰρ ἀπαύστως, ἐχθρῶν ἐξ δρωμένων
καὶ ἀοράτων σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῶν Μαρτύρων δεκάδα δεῦτε πάντες ὑμνήσωμεν, ἅμα Δωροθέῳ
τῷ θείῳ Σεραφεὶμ καὶ Ἰάκωβον, Δημήτριον Βασίλειον κλεινόν, Πολύευκτον καὶ
Πλάτωνα ὁμοῦ, σὺν Σαράντῃ Γεωργίῳ τε τῷ στεῤῥῶ, Ἀδριανὸν κραυγάζοντες· χαίρετε
Μάρτυρες Χριστοῦ, χαίρετε πύργοι ἄσειστοι· πόλιν Μεγάρων ἀσφαλῶς, εὐχαῖς Ὑμῶν
τειχίσατε.
Εἶτα ὑπὸ τοῦ Ἱερέως, Ἐκτενὴς καὶ ἀπόλυσις. Πρὸ δὲ τοῦ
Δι᾿ εὐχῶν ψάλλομεν τὸ ἑξῆς.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, ὦ Δωρόθεε σεπτέ, καὶ Ἀδριανὲ καρτερόφρον, καὶ
Σεραφεὶμ θαυμαστέ, χαίροις ὦ Πολύευκτε, στεῤῥὲ Γεώργιε· καὶ Ἰάκωβε ἔνδοξε,
Χριστοῦ στρατιῶτα, χαίροις ὦ Βασίλειε, κλεινὲ Δημήτριε· χαίροις, θεηγόρε
Σαράντη, Πλάτων ἱερώτατε χαίροις, χαίρετε Μεγάρων Θεῖοι Μάρτυρες.
Δίστιχα.
Ὑμῶν ἰσχύϊ Μάρτυρες τὸν ὕμνον
περαιώσας,
δῶρον προσφέρω ταπεινὸν καρδίας εὐγνωμόνου.
Τῇ πρεσβείᾳ Κύριε κλεινῶν Μαρτύρων
δέκα,
τῇ ψυχή μου δώρησαι ἐλέους σου τὰ
ῥεῖθρα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου