Δευτέρα 29 Ιουνίου 2015

Παρακλητικός Κανών Ἁγίου ΠΑΡΘΕΝΙΟΥ ἐπ. Ραδοβυζδίου Ἂρτης.



Παρακλητικός Κανών Ἁγίου ΠΑΡΘΕΝΙΟΥ ἐπ. Ραδοβυζδίου Ἂρτης.
Ποίημα Γεωργίου Μηλίτση, Διδασκάλου.


Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ τοῦ Χριστοῦ σεμνοπρεπῇ Ἱεράρχη, Ῥαδοβισδίου φύλακά τε καὶ ῥύστην, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς· Ὅσιε Παρθένιε, Ἱεράρχα Κυρίου, πρόφθασον καὶ λύτρωσαι τοὺς δεινῶς θλιβομένους, μὴ παραβλέψης δέησιν οἰκτράν, τῶν προσπιπτόντων τῇ κάρᾳ σου Ἅγιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε…

Εἶτα ὁ Ν’ Ψαλμὸς
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμέ-νην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Κανών.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Δεχθεὶς τὴν ἐπίθεσιν τοῦ ἐχθροῦ, πρὸς σὲ καταφεύγω Ἱεράρχα θαυματουργέ, καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι, ἥν δώρησαί μοι ταχέως Παρθένιε.

Παθῶν τε καὶ νόσων πολυειδῶν, καὶ πάσης κακίας ἐλευθέρωσον Ἀθλητά, τοὺς εἰς σὲ προσφεύγοντας Θεόφρον, καὶ ἐκζητοῦντας τὴν σκέπην σου Ὅσιε.

Νοσοῦντα τὰ κτήνη θαυματουργέ, θεράπευσον Πάτερ καὶ ἀπόδος ταῦτα ἡμῖν, καὶ τοὺς γόνυ κλίνοντάς σοι μάκαρ, ἐκ τῶν κινδύνων ἀπάλλαξον Ὅσιε.

Θεοτοκίον.
Νοσούντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας καὶ προνοίας τῆς παρὰ Σοῦ, ἀξίωσον μόνη Θεομήτορ, ὡς ἀγαθὴ Ἀγαθοῦ τε λοχεύτρια.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
κετεύω σε Πάτερ τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τῆς ζάλης διασκεδάσαι μου, σὺ γὰρ τὸν Κύριον, τὸν ἀρχηγὸν τῆς εἰρήνης, τὸν Χριστὸν ἠγάπησας, Πάτερ Παρθένιε.

Πειρασμῶν καὶ κινδύνων καὶ τῶν παθῶν κοίμησιν, τῶν πολυειδῶν νοσημάτων τὴν ἀπολύτρωσιν, αἴτει Παρθένιε, παρὰ τῶν πάντων Δεσπότου, ὑπὲρ τῶν τιμώντων σε ἀξιοτίμητε.

Τῇ δυνάμει σου σπεύδω σεμνοπρεπῶς Ὅσιε, καὶ γονυκλινῶς ἱκετεύω Πάτερ βοήθει μοι, σὲ γὰρ προσκέκτημαι, μετὰ Θεὸν προστασίαν, οἱ πιστῶς τῇ σκέπῃ σου, ἀεὶ προστρέχων σοι.

Θεοτοκίον.
Χαλεπαῖς ἀῤῥωστίαις καὶ νοσεροῖς πάθεσιν…

Διάσωσον, ἀπὸ κινδύνων τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ ἀνακράζομεν, ὡς ἔχοντα πρὸς Θεὸν παῤῥησίαν.
πίβλεψον, ἐν εὐμενείᾳ…

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Νοσούντων Σωτήρ, πενήτων ἡ βοήθεια, πενθούντων χαρά, ἀλόγων ἰατήριον, καὶ Ἠπείρου πρόμαχος, ἀνεδείχθης Ὅσιε πάντιμε, δι’ ὅ μὴ παύση πάντας τοὺς πιστούς, παρέχων ἰάματα Παρθένιε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
ποδίωξον τάχειον, τῇ σῇ μεσιτείᾳ Πάτερ Παρθένιε, τῆς σαρκός μου τὰ σκιρτήματα, καὶ τῶν ἁμαρτάδων μου τὴν ζόφωσιν.

Καταπράϋνον Ὅσιε, θυμόν τε ταῖς ἱκεσίαις σου, ὡς προστάτην γὰρ σὲ ἔχομεν, πάντες οἱ ἱκέταις σου Παρθένιε.

ρθοδόξων τὸ στήριγμα, καὶ Χριστιανῶν στεῤῥὸν καταφύγιον, σὺ τὸν Κύριον ἱκέτευε, δυσχερείας πάσης ἐκλυτρούμενος.

Θεοτοκίον.
ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον κεκτημένοι Σε Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέδασον σοφέ, τῶν παθῶν μου τὰ σκιρτήματα, καὶ τῷ Θεῷ σὺ αἴτει θαυματουργέ, ἵνα ῥυσθῶμεν, τῆς αἰωνίου κολάσεως.

μπλησον ἡμῶν, τὰς καρδίας θείας χάριτος, θαυματουργὲ Ῥασδοβισδίου ποιμήν, ἵνα ζωῆς εἰρήνης τύχωμεν Ὅσιε.
 
Λύτρωσαι ἡμᾶς, Ἱεράρχα παμμακάριστε, ἐκ πάσης νόσου καὶ πικρὰς θλίψεως, καὶ σούς ἱκέτας μετανοίας καταξίωσον.

Θεοτοκίον.
ασαι Ἁγνή…

ᾨδὴ στ΄. Τὴν δέησιν.
Προστάτην, ὡς ἀλόγων Ὅσιε, καὶ φρουρὸν τῶν Χριστιανῶν σὲ τιμῶμεν, τῶν πειρασμῶν γὰρ σκεδάζεις τὸν ὄχλον, καὶ δυσσεβῶν ἐκδιώκεις ἐπήῤῥειαν, καὶ δέομαι διὰ παντός, ἐκ φθορᾶς τῶν παθῶν μου διάσωσον.

Θανάτου, τοῦ αἰφνιδίου ῥῦσαί με, καὶ πασῶν τῶν συμφορῶν θεοφόρε, καταφυγὴ γὰρ ἡμῶν τῶν ἀλγούντων, καὶ ὁ λιμὴν ἀνεδείχθης ἀκύμαντος, καὶ δέομαι θαυματουργέ, ἐκ παντοίας ἀνάγκης με λύτρωσαι.

ς τεῖχος, καταφυγῆς καλοῦμέν σε, Ὀρθοδόξων οἱ χοροὶ θεοφόρε, καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ, σὲ ὀνομάζομεν Ὅσιε πάντιμε, καὶ δέομαί σου ἀγαθέ, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Θεοτοκίον.
ν κλίνῃ, νῦν ἀσθενῶν κατάκειμαι…

Διάσωσον…
χραντε…

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
ντιλήπτωρ τῶν Χριστιανῶν ἀκαταίσχυντος, καὶ ἡμῶν τῶν πιστῶν σὺ φρουρὸς ὁ ἀκοίμητος, μὴ παρίδης Χριστιανῶν δεήσεων φωναῖς, ἀλλὰ σπεῦσον σὺ θαυματουργέ εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς ἐκβοώντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς θεραπείαν, ὡς ἀντιλήπτωρ τῶν πιστῶν, σὺ Παρθένιε μακάριε.
Προκείμενον. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην…
Στ. Θαυμαστὸς ὁ Θεός…

Εὐαγγέλιον Ὁσιακόν. Ἐκ τοῦ κατὰ Ματθαῖον (ΙΑ΄27-30).
Δόξα. Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β’.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Μεταβολή τῶν ἐν κινδύνοις, ἀπαλλαγὴ τῶν ἀλγουμένων, πανεύφημε Ἱεράρχα Κυρίου, σῶζε κτήνη καὶ λαόν, τῶν ἀδικουμένων ὁ προστάτης, ἐλευθερωτὴς τῶν αἱχμαλώτων, ἁπάντων Ὀρθοδόξων ἀρωγός.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
αθυμίας ἀμέτρου, καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱκεσίαις σου, Παρθένιε παμμάκαρ, προστρέχοντά σοι ῥῦσαι, τῇ σῇ σκέπῃ κραυγάζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Πειρασμῶν καὶ κινδύνων, καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον, ἐκ νόσου τοῦ καρκίνου, σὺ φύλαξον θεόφρον, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

πηρείας παντοίας, καὶ δεινῶν ἀῤῥωστείας ῥῦσαι Παρθένιε, τοὺς πόθῳ τε καὶ πίστει, προστρέχοντάς σοι Πάτερ, καὶ θερμῶς ἀνακράζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Σωμάτων μαλακίας…

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς ἀσθενούντας, καὶ τοὺς ἐν ζάλαις τοῦ βίου, μὴ παρίδης Παρθένιε Πάτερ, ἀλλὰ ταῖς λιταῖς σου, γενοῦ μοι ἀντιλήπτωρ.

Τὰς ἐπιθέσεις, τοῦ ἀοράτου Βελίαρ, φυγαδεύεις πρεσβείαις σου μάκαρ, καὶ τοὺς ἐν ἀνάγκαις, κουφίζεις θεοφόρε.

Τὰς ἀσθενείας, σὺ τῶν πιστῶν ἰατρεύεις, καὶ ἀλόγων τὰς νόσους παμμάκαρ, δι’ ὅ σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Τῶν πειρασμῶν Σύ…

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νοσούντων καὶ πλεόντων, καὶ τῶν ἐν κινδύνοις, φρουρὸς σοφὲ ἀνεδείχθης ἀκοίμητος, καὶ τῶν στενόντων ἐκ πόνων τὸ παραμύθιον.

Παθῶν μου τὴν μανίαν, νέκρωσον θεόφρον, καὶ τοῦ νοός μου τὴν ζάλην κατεύνασον, ἵνα ἀπαύστως δοξάζω σὲ τὸν μακάριον.

Πηγὴ τῶν ἰαμάτων ὄντως ἀνεδείχθης, καὶ δωρημάτων κρουνὸς ὁ ἀκένωτος, δι’ ὅ σὺ πάντας θεόφρον σκέπε καὶ φύλαττε.

Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ…

Τό Ἄξιόν ἐστι καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις τῶν Ἀγράφων θεῖος βλαστός, καὶ Ῥαδοσβισζίου ἀρχιθύτης ὁ ἐκλεκτός, χαίροις τῆς Δουσίκου, τὸ σέμνωμα καὶ δόξα, Ἀρχιερέων κλέος Πάτερ Παρθένιε.

Χαίροις Θεσσαλίας θεῖος καρπός, χαίροις τῆς Ἠπείρου ἀντιλήπτωρ καὶ ἀρωγός, χαίροις τῶν Αγράφων, θησαύρισμα τὸ νέον, πηγὴ τῶν ἰαμάτων, μάκαρ Παρθένιε.

Χαίροις ἀσθενούντων ὁ ἰατρός, καὶ τῶν ἐν ἀνάγκαις καταφύγιον ἰσχυρόν, μάκαρ τῆς Ἠπείρου, ἀγλάϊσμα τὸ νέον, σὺ ὄντως ἀνεδείχθης, Πάτερ Παρθένιε.

Φύλαξον τοὺς δούλους σου θαυμαστέ, νόσου τοῦ καρκίνου καὶ τῶν ἄλλων ἀσθενειῶν, τοὺς προσερχομένους, ἐν τῇ Μονῇ Δουσίκου, ἐν πόθῳ προσκυνῆσαι θεῖά σου λείψανα.

Ψάλλουσι πανδήμως σεμνοπρεπῶς, μοναζόντων τάξεις, Ὀρθοδόξων τε οἱ χοροί, καὶ ἀνευφημοῦσι, σὲ Πάτερ Ἱεράρχα, τὸν ἄκακον ποιμένα μάκαρ Παρθένιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί…

Τὸ Τρισάγιον, τὰ συνήθη, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἥν τὸ.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, Ἱερέων οἱ χοροί, καὶ Ἀρχιερέων οἱ δῆμοι, τῶν Ὀρθοδόξων πληθύς, ὕμνοις ἀνυμνήσωμεν τὸν Ἱεράρχην Χριστοῦ, Θεσσαλίας τὸ καύχημα, Ἠπείρου ποιμένα, τῶν Ἀγράφων κλέϊσμα, Ῥαδοσβισζίου ποιμήν· ὅθεν, ἱκετεύομεν μάκαρ, φύλαξον ἡμᾶς ταῖς λιταῖς σου, ἀπὸ πάσης Ἅγιε κακώσεως.

Δέσποινα πρόσδεξαι…

Τὴν πᾶσαν ἐλπίδα μου…

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου