Δευτέρα 29 Ιουνίου 2015

Παρακλητικός Ἁγίου Προφήτου ΖΑΧΑΡΙΟΥ

Παρακλητικός Κανών Ἁγίου Προφήτου ΖΑΧΑΡΙΟΥ
         
      Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
Ἀμήν.

Ἱερεύς·
Εὐλογητὸς Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Τροπάρια.
Ἦχος δ’. Ὁ ὑψωθείς.
Τὸν Ἀρχιερέα τοῦ Θεοῦ τοῦ Ὑψίστου, τὸν τὴν Παρθένον καὶ Ἁγνὴν Θεοτόκον, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγων, πόθῳ εὐφημήσωμεν, καὶ βοήσωμεν πάντες· Ζαχαρία ἔνδοξε, ὁ πατὴρ τοῦ Προδρόμου, πρέσβευε δεόμεθα τυχεῖν, θείου φωτισμοῦ καὶ πάντων πταισμάτων θείαν ἄφεσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε...

Εἶτα ΝΨαλμὸς
λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμέ-νην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
κτῖσι τοῦ Πνεύματος, ταῖς φωτοφόροις πρεσβείαις σου, τὸν νοῦν μου καταύγασον, ὅπως ὑμνήσω σου, τὴν λαμπρότητα, τοῦ βίου Ζαχαρία, καὶ μέλψω σοι Ἅγιε, ὕμνον ἀρμόνιον.
δὼν τὸν Ἀρχάγγελον, ἐν τῷ Ναῷ ἐφεστῶτά σοι, καὶ τούτου δεξάμενος, τὰ εὐαγγέλια, υἱὸν τέτοκας, ἐν γήρατι, Προφῆτα, Κυρίου τὸν Πρόδρομον, θείῳ βουλήματι.
Ναῷ ὡς εἰσδέδεξαι, προσενεχθεῖσαν τὴν ἄμωμον, Παρθένον ὡδήγησας, Αὐτὴν εἰς τὰ Ἅγια, ἀγαλλόμενος, τραφῆναι τῶν Ἁγίων, εἰς θείαν κατοίκησιν τοῦ Παντοκράτορος.
Θεοτοκίον.
οἶκος ὁ πάμφωτος, τοῦ Ποιητοῦ πάσης κτίσεως, ὁ θρόνος ὁ ἔμψυχος τοῦ Παντοκράτορος, ἀνυμνείσθω μοι, ἡ μόνη Θεοτόκος, Χριστὸν γὰρ ἐκύησε, κόσμον καινίζοντα.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Νοὸς τὰς κινήσεις κατευθύνων, σοφῶς τοῖς προστάγμασι Θεοῦ, Ἀρχιερεὺς θεόληπτος, οἷα Προφήτης ἔνθεος, ὦ Ζαχαρία πέφηνας, τοῦ Βασιλέως τῆς Κτίσεως.
Πλήρης φωτισμοῦ ἐπουρανίου, ὑπάρχων ἱέρευσας πιστῶς, Θεῷ τῷ Παντοκράτορι, καὶ τὰς ἀρχὰς εἰσδέδεξαι, τῆς τοῦ Χριστοῦ λαμπρότητος, τοῦ σαρκωθέντος δι’ ἔλεος.
ήμασι τοῖς θείοις τοῦ Ἀγγέλου, ἀπείθειαν δείξας σιωπήν, ἐδέξω καὶ ἀνύμνησας, λυθέντος σου τοῦ στόματος, Θεὸν ὅτε ἐν γήρατι, ἡ σὴ γυνὴ υἱὸν τέτοκεν.
Θεοτοκίον.
ρέων ἁπάντων ὑπεράνω, ἐδείχθης τὸ ὄρος τοῦ Θεοῦ, τὸ πῖον καὶ κατάσκιον, ταῖς ἀρεταῖς Πανάχραντε, ὡς οἱ Προφῆται ἔφησαν, θείῳ λαμπόμενοι Πνεύματι.
Διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς δούλους Ἱεράρχα, τοὺς εἰς σὲ τὴν ἐλπίδα ἔχοντας, ὡς μέγα Κυρίου θεράπων.
πίβλεψον...

Κοντάκιον. Πρεσβεία θερμή.
Προφῆτα πανάγιε, καὶ θείε διάκονε, τὴν μνήμην τὴν σήν, ὡς ἄνθος εὐωδέστατον, τιμῶντες ἑορτάζωμεν, καὶ φαιδρῶς ἀλαλάξωμεν· μὴ ἐάσης ἡμᾶς καταπιεῖν ἐχθρὸς ὁ παμβέβηλος.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Στόματι ηὐλόγησας, τὸν Ποιητήν, ὅτε Ἐλισάβετ ἐκτέτοκε, τὸν Ἰωάννην, Ζαχαρία ἐκβοῶν· εὐλογητὸς εἶ Κύριε, ὁ ποιῶν καινὰ καὶ παράδοξα.
Ἀρχιερωσύνης τῆς νομικῆς, τὴν στολὴν τὴν θείαν ἐνδέδυσαι, καὶ τὰς θυσίας, κατὰ νόμον τῷ Θεῷ, προσήγαγες μακάριε, τεταπεινωμένῳ φρονήματι.
Δύναμιν ἐν γήρατι ἀναλαβών, ἔτεκες υἱὸν τὸν ὑπέρτατον, πάντων Ἁγίων, Ζαχαρία ἱερέ, λυθείσης τῆς στειρώσεως, νεύσει θεϊκῇ τῆς εὐνέτιδος.
Θεοτοκίον.
φθης ὑπερτέρα πάντων κτιστῶν, ὁρατῶν ὁμοῦ ἀοράτων τε, ὡς τετοκυΐα, τὸν τῶν ὅλων Ποιητήν, διὸ καμὲ ὑπέρτερον, δεῖξον Θεοτόκε τοῦ χείρονος.

Ὠδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Σαρκὶ ὡς ἑώρακας, τεχθέντα τὸν Ὑπέρθεον, Κόρη Ζαχαρία ἐξ Ἀχράντου, ἔγνως τοῦ νόμου τὸ πέρας Ἅγιε, καὶ τῆς διαθήκης τῆς καινῆς, τὰς ἀρχὰς μεμύησαι, ὡς φωτὸς θείου ἔμπλεως.
νοῦς σου λαμπόμενος, ταῖς πρὸς τὸ θεῖον νεύσεσιν, ἔνδον τῶν ἀδύτων ὡς ἐχώρεις, οἰκονομίας Χριστοῦ μεμύησαι, μάκαρ Ζαχαρία ἱερέ, τὸ φρικτὸν μυστήριον, δι’ οὗ πλάνης ἐῤῥύσθημεν.
έρευσας Ἄγιε, ἐν τύποις μὲν τὸ πρότερον, καὶ σκιᾷ τοῦ νόμου Ζαχαρία, νῦν δὲ ἀμέσως Θεῷ ἰστάμενος, πρέσβευε ἀεὶ ὑπὲρ ἡμῶν, τῶν ἀνευφημούντων σε, ὡς Κυρίου θεράποντα.
Θεοτοκίον.
Ζωῆς με τῆς κρείττονος, ἐχθρὸς ὁ δολιότροπος, πάλαι ἀπεμάκρυνε Παρθένε, ἀλλὰ τὸν πάντων τεκοῦσα Κύριον, πάλιν μὲ ἀνήγαγες Ἁγνή, πρὸς δόξαν τὴν ἄφθαρτον, διὰ τοῦτο δοξάζω Σε.

ᾨδὴ στ΄. Τὴν θείαν στάσιν.
πρὶν ἰδεῖν ἐπεθύμησαν, Προφῆτα Ζαχαρία οἱ Δίκαιοι, ἰδὼν ἐδόξασας, Χριστὸν παιδίον γενόμενον, ἐκ τῆς Ἁγνῆς Παρθένου, δι’ἀγαθότητα.
Χαρᾶς ἐπλήσθης ὡς ἔβλεψας, τεχθέντα Ἰωάννη τὸν Πρόδρομον, καὶ ἀποθέμενος, τὴν σιωπὴν ἐπευλόγησας, Προφῆτα Ζαχαρία, τὸν Παντοκράτορα.
διαλείπτως ἱκέτευε, ὁμοῦ σὺν Ἰωάννη δεόμεθα, Χριστὸν τὸν Κύριον, καὶ Ἐλισάβετ τοῦ διδόσθαι, ἡμῖν ὦ Ζαχαρία, πταισμάτων ἄφεσιν.
Θεοτοκίον.
άβδος ἐδείχθης θεόβλαστος, ὡς ἄνθος ἀποτίστως βλαστήσασα, Χριστὸν τὸν Κύριον, Θεογεννῆτορ Πανάχραντε· διὸ τὰς τῶν παθῶν μου, βλαστήσεις ἔκτιλλον.

Διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς δούλους Ἱεράρχα, τοὺς εἰς σὲ τὴν ἐλπίδα ἔχοντας, ὡς μέγα Κυρίου θεράπων.
χραντε...

Κοντάκιον. Ἦχος γ΄.
Προφήτης σήμερον καὶ Ἱερεὺς τοῦ Ὑψίστου, Ζαχαρίας προΰθηκεν, ὁ τοῦ Προδρόμου γενέτης, τράπεζαν τῆς αὐτοῦ μνήμης, πιστοὺς ἐκτρέφων, πόμα τε δικαιοσύνης τούτοις κεράσας, διὸ τοῦτον εὐφημοῦμεν, ὡς θεῖον μύστην Θεοῦ τῆς χάριτος.

Προκείμενον. Σὺ Ἱερεὺς εἰς υἱὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Στ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδών σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (ΚΓ΄, 25-26): Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους·… 
Δόξα. Ταῖς τοῦ σοῦ Προφήτου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ.  Ἐλεῆμον, ἐλέησόν με...
Προφῆτα θεσπέσιε, ἡ παναγία σου μνήμη, σήμερον ἐξέλαμψε ὥσπερ ῥόδον ἀμάραντον καὶ ἐφαίδρυνε ἅπαντα πιστῶν τὰ συστήματα. Καὶ νόσους ἐφυγάδευσε καὶ ἐχθροῦ τὰ πλήστα τεχνάσματα. Καὶ παθῶν ἀνιάτων θεράπευσον ὡς ἰατρὸς ἀῤῥαγέστατος, πρεσβείαν προσάγων, ὡς μέγας μεσίτης πρὸς Θεόν, καὶ πάντας καταφεύγοντας ὑπὸ τὴν σκέπην σου φρούρησον ἀοίδιμε.

ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.
ερωσύνης νομικῆς, τύπος Ζαχαρία ἐδείχθης, καὶ τὰ τῆς χάριτος σαφῶς, ἐμυήθης κραυγάζων μυστήρια· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Αἷμα ἐκχέας σου σοφέ, ὑπὲρ τῆς Ἀχράντου Παρθένου, μέσον ναοῦ ἀποκτανθείς, καὶ θυσιαστηρίου ὡς γέγραπται, μαρτυρίου διάδημα, Ζαχαρία ἐκομίσω παρὰ Κυρίου.
Γνοὺς διανοίᾳ καθαρᾷ, τὸ τετελεσμένον ἀῤῥήτως, τῆς σωματώσεως Θεοῦ, ἐκ Παρθένου Ἁγίας μυστήριον, Θεοτόκον πανάφθορον, τὴν αὐτὸν ἐκτετοκυῖαν μάκαρ κηρύττεις.
Θεοτοκίον.
ν τῷ ναῷ τῷ κοσμικῷ, Σὲ καθυπεδέξατο χαίρων, ὡς Ἱεράρχης ἱερός, Ζαχαρίας Θεοτόκε κραυγάζων Σοι· χαῖρε Πάναγνε Δέσποινα, ὁ ναὸς ὁ καθαρώτατος τοῦ Δεσπότου.

ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
είθροις θείων αἱμάτων μακάριε, τὴν στολὴν τὴν ἁγίαν ἐλάμπρυνας, καὶ πρὸς ναὸν οὐράνιον, μεταβέβηκας χαίρων, Ζαχαρία, ὑπὲρ πάντων πρεσβεύων πρὸς Κύριον.
κηλίδωτον βίον διήνυσας, ὡς Προφήτης Θεοῦ ἐνθεώτατος, καὶ τοῦ Χριστοῦ τὴν σάρκωσιν, κατιδεῖν ἠξιώθης Ζαχαρία ἱεράρχα, καὶ Μάρτυς θεόληπτε.
Σῷ υἱῷ προφητεύων προέλεγες, τοῦ Ὑψίστου Προφήτης καὶ Πρόδρομος, κληθήσῃ τέκνον Ἅγιον, προπορεύσῃ γὰρ τούτου, τοῦ ἐτοιμάσαι, τὰς ὁδοὺς εἰς εὐθεῖαν ἐπίβασιν.
Θεοτοκίον.
ησοῦν τὸν Σωτῆρα καὶ Κύριον, ἀποῤῤήτως τεκοῦσα Πανάμωμε, τῆς δεσποτείας ῥῦσαί με, τοῦ δραπέτου τυράννου, ἐκδυσωπῶ Σε, σωτηρίας πρὸς τρίβον με ἄγουσα.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Μύστης μυστικῶν θεαμάτων, οἷα Προφήτης τοῦ Κυρίου, καὶ Ἀρχιερεὺς θεοφόρος, καὶ Μάρτυς ὤφθης οἰκείῳ αἵματι, διό σε μακαρίζομεν, ὦ Ζαχαρία παμμακάριστε.
λην τῆς Ἁγίας Τριάδος, ἤδη δεχόμενος τὴν αἴγλην, καὶ τῆς ὑπὲρ νοῦν εὐφροσύνης, Προφητομάρτυς καταξιούμενος, ὦ Ζαχαρία πρέσβευε, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων σε.
μνοις καὶ ᾠδαῖς δὲ τιμῶμεν, καὶ ἐκβοῶμέν σοι Προφῆτα· σὺν τῷ Βαπτιστῇ Ἰωάννῃ, καὶ Ἐλισάβετ τῇ σῇ εὐνέτιδι, ἀπαύστως καθικέτευε, ἡμῖν διδόναι θεῖον ἔλεος.
Θεοτοκίον.
δωρ ἀφθαρσίας μοι βλῦσον, οἷα πηγὴ ζωῆς ναμάτων, κεχαριτωμένη Παρθένε, καὶ τῶν παθῶν μου σβέσον τοὺς ἄνθρακας, ἵνα ὑμνῶ Πανύμνητε, τῆς Σῆς χρηστότητος τὸ μέγεθος.

Τό Ἄξιον ἐστίν καὶ τὰ Μεγαλυνάρια.
Χρῖσμα κατὰ νόμον περιβληθείς, Θεῷ τὰς λατρείας, ἀναφέρεις τὰς τοπικάς, καὶ τὴν τῶν συμβόλων, φανέρωσιν κηρύξας, Προφῆτα Ζαχαρία, ξίφει ἐκτέτμησαι.
Χρίσματι ἁγίῳ Ἀρχιερεύς, ὤφθης ἐν τῷ νόμῳ, Ζαχαρία ὡς ἀληθῶς, καὶ ὑπὲρ Κυρίου, τὸ αἷμά σου ἐκχέας, Προφητομάρτυς θεῖος ἐδείχθης Ἅγιε.
Πᾶσαι τῶν Ἀγγέλων...

Τρισάγιον καὶ Ἀπολυτίκιον.
Ἀπόλυσις καὶ τό Τροπάριον.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε οἱ φιλόθεοι πιστῶς, δεῦτε τῶν δικαίων οἱ πάντες ἑορτάσωμεν τὴν ἁγίαν πανήγυριν τοῦ Ἱεράρχου Χριστοῦ, καὶ ἀξίως τιμήσωμεν αὐτὸν ἐκβοῶντες· ῥῦσαι πανάγιε πάντας ἡμᾶς, νόσων καὶ παντοίων κινδύνων, καὶ πάσης αἰρέσεως Ζαχαρία ταῖς πρεσβείαις σου.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...

1 σχόλιο:

  1. Χαίρετε!

    Θα μπορούσατε μήπως να παραθέσετε κάποια πηγή για τον συγκεκριμένο παρακλητικό κανόνα; Με ενδιαφέρει για μια εργασία που κάνω σχετικά με τον άγιο Ζαχαρία.

    Ευχαριστώ εκ των προτέρων.

    ΑπάντησηΔιαγραφή