Παρακλητικός Κανών Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων.
Ποίημα Γεωργίου Μηλίτση, Διδασκάλου (2006).
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´.
Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Νεομάρτυρι Χριστοῦ Ἰωάννῃ, εὐσεβοφρόνως οἱ πιστοὶ
δεῦτε πάντες, ἐν κατανύξει κράξωμεν ἐκ βάθους ψυχῆς· ῥῦσαι τοὺς προστρέχοντας,
λοιμικῆς ἀσθενείας, πάσης περιστάσεως καὶ ποικίλων κινδύνων, ταῖς πρὸς Χριστὸν λιταῖς σου θαυμαστέ, Ἰωαννίνων
προστάτα ἀκοίμητε.
Δόξα. Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Νέον καύχημα, Ἰωαννίνων, καὶ κραταίωμα, τῶν Ὀρθοδόξων,
ἀνεδείχθης Ἰωάννη τρισένδοξε, σὺ γὰρ ἐν Πόλει ἐνήθλησας, καὶ μαρτυρίου τὴν
χλαῖναν κατέκτησας, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ
μέγα ἔλεος.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν
οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξε ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ,
σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ Ψαλμὸς
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν
ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ
αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν
δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν
αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ
οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τὸ θυσιαστήριόν σου μόσχους.
Κανών οὗ ἡ ἀκροστιχίς: Ἰωάννη, Χριστῷ
σύναψον νοῦν μου Γεώργιος.
ᾨδὴ α. Ὑγρὰν διοδεύσας.
Ἰάσεις ποικίλας θαυματουργέ, ταχὺ ἀπελαύνεις, καὶ
δαιμόνων ἐπιβουλάς, διό σοι προσέρχονται ἀσμένως, Ὀρθοδόξων τὰ πλήθη τρισένδοξε.
ᾨδάς σοι προσάγωμεν ἀθλητά, καὶ σοῦ ἐξαιτοῦμεν,
προστασίαν καὶ ἀῤῥωγήν, ἥν τάχος παράσχου Ἰωάννη, τοῖς Ὀρθοδόξοις πιστοῖς
τρισμακάριστε.
Ἀρχὴν μετανοίας θαυματουργέ, λιταῖς σου παράσχου, τῷ
ποθοῦντι διακαῶς, ἰδεῖν Ἰωάννῃ Νεομάρτυς, τοῦ Παραδείσου τὰ κάλλη, θεόζηλε.
Θεοτοκίον.
Νεότητα Μῆτερ τοῦ Λυτρωτοῦ, προστάτευσον τάχος, ἐκ
κινδύνων καὶ ἐθισμῶν, καὶ ἐκ χειρῶν ἀνθρώπων δολίων, σὺ διαφύλαξον Κόρη
Πανύμνητε.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Νῦν προστρέχω ὁ τάλας, ἱκετικῶς ἔνδοξε, καὶ σὴν
βοήθειαν αἰτοῦμαι, ἀξιομίμητε, ἥν τῷ ἀθλίῳ ταχύ, σὺ Ἰωάννη παράσχου, ἵνα μὴ ἀπόλωμαι, ὦ πανευφρόσυνε.
Ἡ ἁγία σου κάρα, ἐν Βαρλαὰμ Ἅγιε, λιμὴν ἀνεδείχθη
ἐσχάτως, καὶ καταφύγιον, τῶν ἀσθενούντων σοφέ, καὶ τῶν θελόντων σωθῆναι, διὸ οἱ
Ὀρθόδοξοι, πίστει προσέρχονται.
Χριστομάρτυς σὲ πόθῳ, ἱκετικῶς δέομαι, ἐκ τῆς μοχθηρίας
ἱκέτην, τάχος διάσωσον, ἵνα ὑμνῶ τὸν Θεόν, καὶ ποιητὴν τῶν ἁπάντων, Ἰωάννη
ἔνδοξε, Ἡπείρου κλέϊσμα.
Θεοτοκίον.
Ῥᾳθυμίας κατέστην, ἐργάτης ὁ ἄθλιος, διὸ πρὸς σὲ
καταφεύγω, καὶ πόθῳ δέομαι, σπεῦσον ταχὺ Μαριάμ, καὶ σῶσον Κόρη ἱκέτην, καὶ
Υἱόν σου Ἄχραντε, σὺ ἐξευμένισον.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Ἰωάννη, ὅτι
πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, Νεομαρτύρων τὸ κλέος καὶ δόξα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Πρεσβείαν τὴν σήν, ποθοῦμεν ἀξιάγαστε, διὸ τῶν πιστῶν,
τὰ πλήθη εἰς σὲ σπεύδουσι, καὶ θερμῶς βοῶσί σε, Ἰωάννη σκέπασον ἅπαντας, καὶ ἐκ
τροχαίου φύλαξον ἡμᾶς, Βαρλαὰμ καὶ Ἡπείρου τὸ καύχημα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰατρὸν ὀνομάζομεν, σὲ ὦ Ἰωάννη, Ἠπείρου καύχημα, καὶ
δεόμεθα ἱκέται σου, ἐκ παντοίων νόσων διαφύλαξον.
Σωφροσύνην παράσχου μοι, καὶ ταπείνωσιν Ἰωάννη ἔνδοξε,
καὶ τὸν νοῦν μου ἀποκάθαρον, ἐκ τῶν φαύλων σκέψεων, θεόφιλε.
Τὴν ψυχήν μου διάσωσον, ἐκ τῶν παθῶν Ἰωάννη μακάριε,
καὶ τὸ σῶμά μου προστάτευσον, ἐκ ποικίλων νόσων ἀκατάβλητε.
Θεοτοκίον.
Παρθένε θεόνυμφε, τὸν Υἱόν Σου σκέπε καὶ διαφύλαττε,
καὶ τὸ στόμα μου διάνοιξον, τοῦ δοξάζειν σε Θεοκοινώνητε.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Σὲ παρακαλῶ, Ἰωάννη παμμακάριστε, τοὺς Ὀρθοδόξους ἐκ
πλάνης θαυμαστέ, καὶ ἐκ κινδύνων, ταχὺ λιταῖς σου φύλαξον.
Ὕμνους καὶ ᾠδάς, σοι προσφέρομεν Ὀρθόδοξοι, καὶ σοὶ
προσπίπτομεν θαυματουργέ, ἐκ τῶν ποικίλων, παθῶν ἡμᾶς ἐλευθέρωσον.
Νέος ἀθλητής, ἀνεδείχθης Μάρτυς ἔνδοξε, καὶ Ὀρθοδόξων
πιστῶν καταφυγή, ὦ Ἰωάννη, Ἡπείρου δόξα καὶ σέμνωμα.
Θεοτοκίον.
Ἄχραντε θερμῶς, ἱκετεύω Σε ὁ ἄθλιος, ἐκ τῶν παγίδων
ἀρχαικάκου ἐχθροῦ, τὸν Σὸν ἱκέτην, ἀπαύστως Μαριάμ, προστάτευσον.
ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ψυχήν μου σοῦ, Ἰωάννη δέομαι, ὁ ἀνάξιος διάσωσον τάχος,
ἐκ τῶν χειρῶν, τοῦ ἀλάστορος Μάρτυς, καὶ ἐκ ποικίλων παγίδων τοῦ ὄφεως, καὶ
ῥῦσαί με διαπαντός, ἐκ ποικίλων παθῶν, ἀξιάγαστε.
Ὁ τάλας σέ, ἱκετεύω ἔνδοξε, καὶ αἰτῶ τὴν σὴν θερμὴν
μεσιτείαν, πάντας ἡμᾶς τοὺς προσπίπτοντας πίστει, πρὸ τῆς ἁγίας σου κάρας
διάσωσον, ἐκ πάντων τῶν διαβολῶν, ἅς κακότροποι Μάρτυς ὑφαίνουσι.
Νῦν πάντες, ἱκετικῶς προσφεύγομεν, καὶ δεόμεθα θερμῶς
Ἰωάννη, ἐκ τοῦ καρκίνου διάσωσον πάντας, καὶ ἐξ ἐχθρῶν ἀοράτων προστάτευσον,
καὶ φύλαξον ἐκ συμφορῶν, τοὺς ἱκέτας σου Μάρτυς τρισένδοξε.
Θεοτοκίον.
Νευρώσεις σύ, ἀπελαύνεις Ἄχραντε, καὶ τὰς νόσους
θεραπεύεις σῶν δούλων, καὶ ταῖς ψυχαῖς ἱκετῶν σου παρέχεις, ἀκαταπαύστως
βοήθειαν ἔνδοξε, σοῦ δέομαι ὁ δυσμενής, τῆς ψυχῆς μου τὰ ὄμματα ἄνοιξον.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Ἰωάννη, ὅτι
πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, Νεομαρτύρων τὸ κλέος καὶ δόξα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία.
Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος, καὶ μεσίτης
πρὸς τὸν Λυτρωτὴν ἀμετάθετος, μὴ παρίδῃς ἁμαρτωλῶν ἱκέτιδας φωνάς, ἀλλὰ
πρόφθασον θαυματουργέ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν θερμῶς κραυγαζόντων σοι,
δέχου ἡμῶν πρεσβείας, καὶ σπεῦσον εἰς ἱκεσίαν, τῶν Ὀρθοδόξων ἰσχυρόν, Ἰωάννη
καταφύγιον.
Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριο, καὶ προσέσχε μοι.
Εὐαγγέλιον (Ματθ. Ι΄ 32-36 καὶ ΙΑ΄ 1).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πᾶς ὅστις
ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ
Πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων,
ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι
ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχᾶσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς
αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς·
καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς
διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν, τοῦ διδάσκειν καὶ
κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
Δόξα. Ταῖς τοῦ Ἰωάννου πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον...
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεὸς...
Μὴ ἐγκαταλείπῃς με, ὦ τοῦ Χριστοῦ Νεομάρτυς, τὸν πρὸς
σὲ προστρέχοντα, καὶ καθικετεύοντα ἀξιάγαστε, θλῖψις γὰρ ἔχοιμε, φέρειν οὐ
δύναμαι, ἀρχαικάκου τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ καταφύγιον Πάντιμε,
πάντοθεν εἰμὶ δέσμιος, ἐκ ποικίλων παθῶν ὁ τρισάθλιος, μάκαρ Ἰωάννη θησαύρισμα
καὶ δόξα Βαρλαάμ, μὴ παραβλέπῃς τὴν δέησιν, τοῦ ἀχρείου δούλου σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας,
Οὐρανῶν Κυβερνήτην, Ἰωάννη θεόφρων σφοδρῶς ἠγάπησας,
διὸ καὶ τὴν ζωήν σου, ὡς ἄκακον ἀρνίον, Αὐτῷ προσενήνοχας, ὦ Νεομάρτυς Χριστοῦ,
προστάτευσον ἱκέτας.
Ὑπηρέτης κατέστην, τῆς σαρκὸς Ἰωάννη θεοκοινώνητε, διό
σοι καταφεύγω, ὁ τάλας καὶ ἀχρεῖος, καὶ μετὰ πόθου δέομαι, βοήθησόν μοι ταχύ,
ἵνα μὴ ἀπολλοῦμαι.
Νικητὴς ἀνεδείχθης, τῶν παθῶν Ἰωάννη ἀξιοθαύμαστε, καὶ
τοὺς υἱοὺς τῆς Ἀγαρ, οὐδόλως ἐφοβήθης, διὸ πάντες κραυγάζομεν· ὁ τῶν Πατέρων
ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Μὴ παρίδῃς ἱκέτας, Θεοδόξαστε κόρη πιστῶν τὸ καύχημα,
ἀλλὰ ταῖς Σαῖς εὐχαῖς Σου, ἐκ νόσου τοῦ καρκίνου, πάντας Μῆτερ διάσωσον, ἵνα
ὑμνῶμεν ἀεί, τὸν Λόγον Θεοτόκε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Οὐρανοδρόμε, τὸν Βασιλέα καὶ Κτίστην, καθικέτευε
δεόμεθα πάντες, ὅπως ῥυσθῶμεν, πυρὸς τοῦ αἰωνίου.
Ὕμνους προσάγουν, ἐν κατανύξει βαθείᾳ, πρὸς σὲ τοῦ
Βαρλαὰμ οἱ Πατέρες, καὶ προσκυνοῦσι, τὴν κάρα σου φωσφόρε.
Τὴν τῆς Ἠπείρου, σὺ καθηγίασας Μάρτυς, καὶ κατέστης
αὐτῆς ὁ προστάτης, διὸ Ἰωάννη, δοξάζομέν σε πάντες.
Θεοτοκίον.
Ἑλλήνων Κόρη, καταφυγὴ ἀνεδείχθης, καὶ ἀκοίμητος πάντων
προστάτης, διὸ Θεοτόκε, ἀπαύστως Σὲ ὑμνοῦμεν.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μάρτυς Ἰωάννη, μὴ ἐγκαταλείπης, τοὺς Ὀρθοδόξους εἰς
χεῖρας τοῦ ὄφεως, ἀλλὰ παράσχου ἡμῖν, ἀνώδυνα τὰ τέλη.
Ῥαπίσματα ἐδέχθης, Μάρτυς Ἰωάννη, καὶ μαρτυρίου τὴν
χλαῖναν κατέκτησας, διὸ σὲ πάντες ἐν πίστει, μάκαρ δοξάζουσι.
Γαλήνην σὺ παράσχου, ἐμοὶ τῷ ἀχρείῳ, καὶ τῆς πικρὰς
τυραννίδος τοῦ ὄφεως, τὸν σὸν ἱκέτην θεόφρον, τάχος ἀπάλλαξον.
Θεοτοκίον.
Ἱλέωσαι Υἱόν Σου, Κεχαριτωμένη, τὸν ἐπ ἐμοὶ ὀργισθέντα
δικαίως Ἁγνή, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, τάχος μὲ λύτρωσε.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν σε ὦ Νεομάρτυς, τὸν ἀειμακάριστον καὶ θεοδόξαστον, τὸν
προστάτην καὶ φρουρὸν ἡμῶν. Τὸν διὰ ἀγάπην τοῦ Ἰησοῦ, μαρτυρίου χλαῖναν,
ἐνδυθέντα περιχαρῶς, καὶ νῦν σὺν τοῖς Ἀγγέλοις, ὑμνεῖ ἐν Παραδείσου, Χριστὸν
τὸν ζωοδότην, καὶ πάντων Κύριον.
Χαίροις τῆς Ἠπείρου θεῖος βλαστός, καὶ Ἰωαννίνων,
ἀντιλήπτωρ καὶ βοηθός. Χαίροις Ἰωάννη, τῶν Ὀρθοδόξων δόξα, καὶ τῶν πιστῶν τὸ
κλέος, ἀξιοτίμητε.
Ἐκτενῶς ἱκέτευε τὸν Θεόν, ὑπὲρ τῆς Ἑλλάδος, εἰρηναίαν
αὐτὴν τηρεῖν, καὶ λυτροῦσθαι πάντων, δεινῶν τε καὶ κινδύνων, ὦ Ἰωάννη κλέος,
δόξα καὶ καύχημα.
Χαίρουσιν Πατέρες τοῦ Βαρλαάμ, ἔχοντες ἐν μέσῳ, σοῦ τὴν
κάραν θαυματουργέ, ἥτις ἀπελαύνει, δαιμόνων ἐπιθέσεις, καὶ τοῖς πιστοῖς
παρέχει, ῥώμην καὶ δύναμιν.
Μάνδραν τὴν τιμῶσάν σε εὐλαβῶς, φύλαττε ἀπαύστως, ἀπὸ
πάσης ἐπιβουλῆς, μάκαρ Ἰωάννη, σὺν τῷ Νεκταρίῳ, καὶ θείῳ Θεοφάνῃ, Χριστὸν
πρεσβεύοντες.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς
τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Νέον καύχημα, Ἰωαννίνων, καὶ κραταίωμα, τῶν Ὀρθοδόξων,
ἀνεδείχθης Ἰωάννη τρισένδοξε, σὺ γὰρ ἐν Πόλει ἐνήθλησας, καὶ μαρτυρίου τὴν
χλαῖναν κατέκτησας, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ
μέγα ἔλεος.
Τῶν πιστῶν ἀσπαζομένων τὴν εἰκόνα τοῦ Νεομάρτυρος
ψάλλομεν τὰ ἑξῆς. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Χαῖρε Ἰωάννη θαυμαστέ, χαῖρε τῆς Ἠπείρου τὸ κλέος, καὶ
Βαρλαὰμ θησαυρέ, ἄλλον γὰρ οὐκ ἔχομεν πρεσβευτὴν πρὸς Θεόν, οἱ ποθοῦντες
Παράδεισον, ἀλλὰ δειλιῶντες, ὡς κατατρυχόμενοι ὑπὸ ποικίλων παθῶν, Μάρτυς τοῦ
Χριστοῦ ἀθληφόρε, ὅθεν σοι προσπίπτομεν πόθῳ, πάντες οἱ Ὀρθόδοξοι ἀτίμητε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ
Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου,
τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου