Δευτέρα 29 Ιουνίου 2015

Παρακλητικός Κανών Μεγαλομ. ΔΗΜΗΤΡΙΟΥ τῶν Ὅπλων.



ΠαρακλητικόςΚανών Μεγαλομ. ΔΗΜΗΤΡΙΟΥ τῶν Ὅπλων.
Ποίημα Καθηγουμένης Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης

      Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Τροπάρια.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Δημητρίου μεγαλύνωμεν δεῦτε, τοὺς θαυμαστοὺς ἐν τῷ σταδίῳ ἀγῶνας, πῶς καρτερῶς ὑπέμεινε, δεσμὰ φυλακῆς, ἄλγη πολυώδυνα, καὶ τῆς λόγχης τὰς τρώσεις, θραύσας διὰ Νέστορος, τοῦ Λυαίου τὸ θράσος, νικητικῶς δοξάσας τὸν Θεόν, Ὃς διὰ μύρου, αὐτὸν ἀντεδόξασεν.
Δόξα. Ὅμοιον.
Τὸ θαυμαστόν σου ὦ Δημήτριε θαῦμα, τὸ ἐν Ναῷ σου τῷ σεπτῷ ἐν Ἀθήναις, ἐν ἐθνικῆς ἐγέρσεως, τοῖς χρόνοις συμβάν, Ἅγιε Δημήτριε, πανοπλίτα τιμῶμεν, σὺ γάρ ἐξ εἰκόνος σου, «εἰς τὰ ὅπλα» βοήσας, τὸν τῶν Ἑλλήνων ἔσωσας στρατόν, διαφυγόντα, ἐχθρῶν τὴν παράταξιν.
Καὶ νῦν. Θεοτοκίον. ῞Ομοιον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ Ψαλμὸς
Ἐλέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμέ-νην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ Κανόνος. Οὗ ἡ ἀκροστιχίς· Σκέπε ἡμᾶς Δημήτριε τῶν ὅπλων. Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σκιρτῶντες αἰνέσωμεν οἱ πιστοί, Χριστοῦ τὸν ὁπλίτην καὶ ἐν μάρτυσι θαυμαστόν, τὸν νίκαις καλαῖς ἠγλαϊσμένον, τὸν μυροβλύτην καὶ μέγαν Δημήτριον.
Κραταίωμα ἄσειστον ἐν δεινοῖς, ἐν πᾶσι κινδύνοις παραστάτην καὶ βοηθόν, ἐν ζάλαις σε ἔχομεν λιμένα, Μεγαλομάρτυς τῶν ὅπλων Δημήτριε.
πέστης Δημήτριε ἐναργῶς, Ναῷ σου ἐν θείῳ καὶ ἐξήγειρας τὸν στρατόν, Ἑλλήνων ὑπνούντων πρὸς ὀλίγον, τὸ εἰς τὰ ὅπλα εἰπὼν ἐξ εἰκόνος σου.
Θεοτοκίον.
Παράδεισος ἤνοικται διὰ Σοῦ, ὁ πρὶν κεκλεισμένος καὶ ἐλάβομεν οἱ θνητοί, Ἁγνὴ ἀειπάρθενε Μαρία, τῆς αἰωνίου ζωῆς τὴν ἀπόλαυσιν.

ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
γερτήριος σάλπιγξ, ἡ σὴ φωνὴ γέγονεν, ἔνδον τοῦ Ναοῦ σου τοῦ θείου, Μάρτυς Δημήτριε, καὶ τῶν Ἑλλήνων στρατόν, τὸν πρὸς ὀλίγον ὑπνοῦντα, ἐξ ἐχθρῶν διέσωσε, τῆς ἐπιθέσεως.
καρδία σου ὅλη, πρὸς τὸν Θεὸν δέδοται, ὅθεν ὑπερεῖδες τοῦ κόσμου, δόξαν τὴν πρόσκαιρον, μετὰ σπουδῆς δὲ πολλῆς, εἰς τοὺς ἀγῶνας προσῆλθες, τοὺς καλούς Δημήτριε, Μάρτυς πολύαθλε.
Μυριάδας δαιμόνων, τῶν νοητῶν ἔθραυσας, Ἅγιε Δημήτριε ἔχων, ὅπλον ὡς κράτιστον, τὸν ζωηφόρον Σταυρόν, καὶ διὰ νίκης ἐνδόξου, τὸν Θεὸν ἐδόξασας, τὸν Ἀθλοθέτην σου.
Θεοτοκίον.
διστάκτῳ καρδίᾳ, τῇ κραταιᾷ σκέπῃ Σου, πάντες οἱ τοῦ βίου ταῖς ζάλαις, περιδονούμενοι, ὦ Παναγία σεμνή, καταφυγόντες βοῶμεν, συμπαθῶς ἐπίβλεψον, ἐπὶ τούς δούλους Σου.

ξέγειρον, ἡμᾶς εἰς νῆψιν ὡς ἥγειρας ἐν Ναῷ σου, «εἰς τὰ ὅπλα» ἀναβοῶν στρατὸν τὸν φιλόχριστον, Δημήτριε θεῖε Μεγαλομάρτυς.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Τὴν πίστιν Χριστοῦ, ἀνδρείως ὡμολόγησας, καὶ ἄλγη πικρῶν, βασάνων καθυπέμεινας, Ἀθλητὰ Δημήτριε, καὶ Λυαίου ἔπαρσιν ἔθραυσας, ἐν τῷ σταδίῳ Νέστορι διδούς, τὸ θάῤῥος τῆς θείας βοηθείας σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σελασφόροις ἀκτῖσί σου, τοῖς τοῦ μαρτυρίου σου ἐναπέσβεσας, τῶν εἰδώλων τὴν σκοτόμαιναν, καὶ τὴν κτίσιν ηὔγασας Δημήτριε.
Δεσμευθεὶς ὦ Δημήτριε, διὰ τὴν ἀγάπην Χριστοῦ ἐδέσμευσας, τὴν ἀπάτην καὶ ἐτήρησας, τῆς ψυχῆς τὸ φρόνημα ἀδούλωτον.
εἰκών σου ἐφώνησεν, ἐν Ναῷ ἁγίῳ σου ὦ Δημήτριε, «εἰς τὰ ὅπλα» καὶ ἀφύπνισε, τὸν στρατὸν Ἑλλήνων εἰς διέγερσιν.
Θεοτοκίον.
Μετὰ τόκον ἁγνεύουσα, ὡς καὶ πρὸ τοῦ τόκου Σου πάλιν ἔμεινας, Παναγία ἀειπάρθενε, τῶν θαυμάτων θαῦμα ὑπερθαύμαστον.

ᾨδὴ ε΄. Φώτισον ὑμᾶς.
δυσμα γλυκύ, ἐν τῷ ἔαρι ἐφέστηκε, ἡ τῶν ὅπλων ἱερά σου ἑορτή, χαροποιοῦσα, τοὺς τιμῶντάς σε Δημήτριε.
Τρώσεις σου τιμῶ, τὰς τῆς λόγχης ὦ Δημήτριε, δι’ ὧν εὗρες οἰκειότητα πολλήν, πρὸς τὸν Δεσπότην, τὸν τὴν λόγχην ὑπομείναντα.
εύματα δεινά, τῆς κακίας ἐξηράνθησαν, ταῖς τοῦ μύρου σου Δημήτριε ῥοαῖς, καὶ ἀληθείας, ἡ εὐπρέπεια ἐξήνθισεν.
Θεοτοκίον.
δετε λαοί, τὸ παράδοξον μυστήριον, τῆς ἁγνῆς ἀειπαρθένου Μαριάμ, πῶς ἀπειράνδρως, τὸν Θεὸν ἐκυοφόρησεν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Εὐφραίνονται, ἐπὶ σοὶ Δημήτριε, τῶν Ἀγγέλων αἱ οὐράνιαι τάξεις, τῶν Ἀθλητῶν, αἱ χορεῖαι σκιρτῶσι, καὶ τῶν Μαρτύρων τὰ πλήθη εὐφραίνονται, πιστοὶ δὲ πάντες ἐν χαρᾷ, ὑπαντῶσι σοί ὕμνους προσᾴδοντες.
Τρανότερον, τὸν Θεὸν ἐδόξασας, ἐν τοῖς ἄθλοις σου Δημήτριε Μάρτυς, τῆς φυλακῆς, τὰ δεσμὰ ὑπομείνας, καὶ μὴ καμφθεὶς τῆς σαρκὸς ταῖς λογχεύσεσιν, ἀλλ’ ἔστης ὥσπερ ὁ χαλκός, ἐν ταῖς θλίψεσι πᾶσαι ἀλύγιστος.
τόλμης σου, ὤ στεῤῥᾶς ἀνδρείας σου, ὤ πολλῆς σου ψυχικῆς καρτερίας, ὤ τῆς καλῆς, ὦ Δημήτριε γνώμης, ὤ τῆς σπουδῆς σου ἐν ἄθλοις τῆς πίστεως, δι’ ὧν ἐκτήσω ἐκ Θεοῦ, τῆς ζωῆς τὸν ἀκήρατον στέφανον.
Θεοτοκίον.
Ναμάτων Σου, ζωτικῶν μετέχοντες, Παναγία Θεοτόκε Παρθένε, καὶ τὸν βυθόν, τῶν πολλῶν οἰκτιρμῶν Σου, ἐπεγνωκότες τὸ χαῖρε βοῶμεν Σοι, πηγὴ ὑπάρχεις γάρ χαρᾶς, καὶ ἀφάτου χρηστότητος πέλαγος.

ξέγειρον, ἡμᾶς εἰς νῆψιν ὡς ἥγειρας ἐν Ναῷ Σου, εἰς τὰ ὅπλα ἀναβοῶν στρατὸν τὸν φιλόχριστον, Δημήτριε θεῖε Μεγαλομάρτυς.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κάθισμα. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Δημητρίου τὰ μαρτυρικὰ κατορθώματα, ἐγκωμίοις ἐπαινετικῶς μακαρίσωμεν, πῶς ὑπέστη τῆς φυλακῆς ἀνύποιστα δεσμά, Θεοῦ ἔρωτι κατατρωθείς, οὐχ ἐλογίσατο ποσῶς, τῆς σαρκὸς τὰ ἀλγήματα. Ἔτρωσεν οὖν εἰς τέλος, τυράννων τὰς δυναστείας, καὶ τοῦ Λυαίου τὴν ἰσχύν, διὰ Νέστορος ἐνέκρωσεν.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Ἀγαλλιᾶσθε Δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Εὐαγγέλιον Μαρτυρικόν.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος· Ἐλεῆμον ἐλέησόν με Θεὸς, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Θαῦμα τὸ ἐξαίρετον, καὶ θαυμαστόν σου τιμῶμεν, ἀθλητὰ Δημήτριε, ἐν Ναῷ ἁγίῳ σου ὅ ἐτέλεσας, τὸν στρατὸν ἥγειρας, τῶν ἐκεῖ ὑπνούντων, «εἰς τὰ ὅπλα» ὡς ἐβόησας, ἐχθρῶν οὖν ἔφυγον, τῶν Τουρκαλβανῶν τὴν ἐπίθεσιν, ἐν χρόνοις ὅτε ἤρχισεν, ἡ Ἑλληνικὴ Ἐπανάστασις. Σκέπε οὖν καὶ σῶζε, ἐκ θλίψεως καὶ πάσης ἀπειλῆς, τούς προσφωνοῦντας ἑκάστοτε, τὸ θεῖον σου ὄνομα.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐδαμῶς κατεκάμφθης, ἀπειλαῖς τῶν τυράννων Μάρτυς Δημήτριε, τὸ φρόνημα ψυχῆς σου, ἀκλόνητον τηρήσας, ἄχρι τέλους καὶ ἔκραζες· οὐ μὲ χωρίσει οὐδείς, Χριστοῦ μου τῆς ἀγάπης.
Πενομένων ὑπάρχεις, συμπαθὴς ἀντιλήπτωρ καὶ καταφύγιον, τῶν θλίψεσι ποικίλαις, δεινῶς χειμαζομένων, μυροβλύτα Δημήτριε· ἀδικουμένων ἰσχύς, φρουρὸς πολεμουμένων.
Λεγεῶνες δαιμόνων, φυγαδεύονται αὖθις τῇ προσφωνήσει σου, Δημήτριε τῶν ὅπλων, καὶ θράση τῶν τυράννων, κραταιῶς καταῤῥίπτονται· καὶ ἀνυψοῦσι πιστοί, τὰ τρόπαια τῆς νίκης.
Θεοτοκίον.
ς ὑπέρτατος θρόνος, τοῦ τῶν ὅλων Δεσπότου Θεοχαρίτωτε, Παρθένε Παναγία, Ἀγγέλων ὑπερβαίνεις, τὰ οὐράνια τάγματα, ἐν ἀσυγκρίτῳ τιμῇ, καὶ δόξῃ ἀπροσίτῳ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νικήσας κράτος, τοῦ θρασυτάτου Λυαίου, διὰ Νέστορος ἔδειξας πᾶσι, πίστεως τὸ σθένος, Δημήτριε τῶν ὅπλων.
λέῳ βλέψον, καὶ εὐμενεῖ ὄμματί σου, ἐφ’ ἡμᾶς ὦ Δημήτριε Μάρτυς, τοὺς τῇ ἀπογνώσει, δεινῶς συνεχομένους.
Σὸν μεγαλύνω, Μάρτυς Δημήτριε θαῦμα, «εἰς τὰ ὅπλα» εἰπὼν γὰρ ἐκφώνως, ἔσωσας Ἑλλήνων, στρατὸν ἐν τῷ Ναῷ σου.
Θεοτοκίον.
δοὺ Σε πᾶσαι, αἱ γενεαὶ τῶν ἀνθρώπων, μακαρίζουσι Κόρη Παρθένε, Μήτηρ γὰρ ἐγένου, Θεοῦ τοῦ πρὸ αἰώνων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δημήτριε τῶν ὅπλων, Μάρτυς τοῦ Κυρίου, τοὺς καταφεύγοντας πόθῳ, τῇ σῇ ἀρωγῇ, ἐκ τοῦ ἐχθροῦ τῶν παγίδων, σκέπε καὶ φύλαττε.
ς θώρακα τὴν πίστιν, ἔσχες ἐν πολέμοις, καὶ τὸν Σταυρὸν ὡς ἀσπίδα, διὸ νικητής, καὶ τροπαιοῦχος ἐξῆλθες, Μάρτυς Δημήτριε.
αδίως μαρτυρίου, ὥδευσας τὴν τρίβον, τὴν ὁδηγοῦσαν εἰς δόξης, τὰς θείας σκηνάς, ἔνθα Δημήτριε Μάρτυς, χαίρων παρίστασαι.
θῆναι Δημητρίου ᾄδουσι τῶν ὅπλων, τὸ ὑπερθαύμαστον θαῦμα, καὶ πᾶσα ὁμοῦ, ἡ Ἐκκλησία καυχᾶται, τούτου ταῖς χάρισιν.
Θεοτοκίον.
Σιγῶσι Θεομῆτορ, χείλη τῶν ῥητόρων, καὶ γὰρ οὐ δύνανται φράσαι, τὸ θαῦμα τὸ Σόν, πῶς τὸν Θεὸν τετοκυῖα, μένεις ἁγνεύουσα.

Καὶ εὐθύς τό·
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ ἑπόμενα Μεγαλυνάρια, ὧν ἡ ἀκροστιχίς· Χαῖρε μυροβλύτα.
Χαίροις ὁ ἐν Μάρτυσι θαυμαστός, χαίροις τῆς ἀνδρείας καρτερόψυχε ἀθλητά, χαίροις στρατιῶτα Χριστοῦ τοῦ Βασιλέως, Δημήτριε τῶν ὅπλων ἀξιοθαύμαστε.
δω Δημητρίου τοῦ Ἀθλητοῦ, θαῦμα τὸ ἐν χρόνοις τοῖς Ἐγέρσεως τελεσθέν, ὅτε ἐξ εἰκόνος ἐβόα «εἰς τὰ ὅπλα», καὶ ἔσωσεν Ἑλλήνων ἔνοπλον στράτευμα.
δωμεν καρδίας τοῖς ὀφθαλμοῖς, τὴν τοῦ Ἀθλοφόρου Δημητρίου ὑπεροχήν, πῶς τὰς διακρίσεις τοῦ κόσμου ὑπερεῖδε, Χριστῷ ἀκολουθήσας ἀπὸ νεότητος.
εύματα ἐξήρανας θολερά, τῆς πολυθεΐας ὦ Δημήτριε τῆς δεινῆς, καὶ μαρτυρικοῖς σου κατήρδευσας ἀγῶσι, Χριστοῦ τῆς Ἐκκλησίας ἅπαν τὸ πλήρωμα.
παρσιν Λυαίου τοῦ δυσμενοῦς, ἔθραυσας εἰς τέλος τῇ δυνάμει τῇ πανσθενεῖ, πίστεως τῆς θείας Δημήτριε γενναῖε, καὶ ἔστησας τῆς νίκης ἔνδοξα τρόπαια.
Μάστιγας Δημήτριε ἀλγεινάς, ἔφερες ἀκμαίῳ καὶ στεῤῥόφρονι λογισμῷ, τὴν ἀλαζονείαν μαστίξας τοῦ δολίου, καὶ δείξας τῆς ψυχῆς σου τὴν γενναιότητα.
λην τῶν εἰδώλων τὴν βδελυκτήν, ἔφλεξας ἀγάπης τοῦ Κυρίου σου τῷ πυρί, καὶ τοῦ θείου φόβου προσήναψας τὴν φλόγα, Δημήτριε ὁπλίτα ἐν τῇ καρδίᾳ σου.
ᾶον ὦ Δημήτριε τὴν ὁδόν, τὴν τοῦ Μαρτυρίου ἐπορεύθης καὶ ἀκλινῶς, ἔφθασας εἰς δόξαν Θεοῦ τῆς Βασιλείας, ἐν ᾗ ᾠδὴν προσάδεις τὴν ἐπινίκιον.
μματα καρδίας σου εἰς Θεόν, ὕψωσας ἐν ὥρᾳ τῶν βασάνων σου τῶν πικρῶν, ὅθεν καὶ τὸ σθένος ἀνέλαβες ἐξ ὕψους, νικῆσαι πολεμίων θράσος Δημήτριε.
Βέλη τῆς κακίας συντριπτικῶς, ἔθραυσας τῷ κράτει ὦ Δημήτριε τοῦ Σταυροῦ, τρώσεσι δὲ λόγχης ἐν αἷς ἐτελειώθης, κατέτρωσας καρδίαν τοῦ πολεμήτορος.
Λάμπει ἐν τοῖς πέρασι τηλαυγῶς, σοῦ ἡ θεία μνήμη ὦ Δημήτριε Ἀθλητά, καὶ καταφαιδρύνει καρδίας τῶν ἐν ὕμνοις, τιμώντων σου τὴν χάριν τὴν πολυέραστον.
φανας Δημήτριε σεαυτῷ, θείας εὐπρεπείας τὸ ἱμάτιον τὸ λαμπρόν, καὶ τοῦ Μαρτυρίου δεξάμενος τὸ στέφος, μετέχεις τῆς ἀλήκτου μακαριότητος.
Τὶς ἂν ἐπαινέσει ὑμνοπρεπῶς, σοῦ τὰ μεγαλεῖα τὰ μεγάλα καὶ θαυμαστά, θεῖε μυροβλύτα Δημήτριε παμμάκαρ, πρεπόντως οὖν τὸ χαῖρε σοι ἀναμέλπομεν.
γιε Δημήτριε ἐκ δεινῶν, σκέπε τὸν λαόν σου καὶ τὴν πόλιν τῶν Ἀθηνῶν, ἥτις τὸν Ναόν σου τῶν ὅπλων καὶ εἰκόνα, ἐν τούτῳ σου τὴν θείαν ἔχει θησαύρισμα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον καί Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
θηνῶν ἐν Ναῷ σου, τῶν Ἑλλήνων τὸ στράτευμα, ἐν Ἐπαναστάσεως χρόνῳ, πρὸς ὀλίγον ἐκάθευδεν, ἠκούσθη δὲ Δημήτριε φωνή, εἰποῦσα ἐξ εἰκόνος σου σεπτῆς, εἰς τὰ ὅπλα ἐξεγέρθητε παρευθύς, ἵνα κινδύνους φύγητε. Χαίροις Μεγαλομάρτυς τοῦ Χριστοῦ, Χαίροις φρουρὲ ἀκοίμητε, χαίροις πολεμουμένων ἡ ἰσχύς, τὸ τεῖχος τῶν ἐν θλίψεσιν.

Ἐκτενὴς καὶ Ἀπόλυσις. Πρὸ δὲ τοῦ Δι’ εὐχῶν τὰ ἀκόλουθα· Ἦχος β´. Ὅτε ἐκ τοῦ Ξύλου...
Χαίροις στρατιῶτα τοῦ Χριστοῦ, πίστεως ἁγίας τὸ σθένος, τῆς καρτερίας πυγμή, Ἅγιε Δημήτριε, ἀξιοθαύμαστε, ὁ συντρίψας τὴν ἔπαρσιν, τυράννων ὡς ὅπλον, ἔχων ἀπροσμάχητον, Σταυρὸν τὸν τίμιον. Χαίροις Ἀθλητῶν ἡ λαμπρότης, Μεγαλομαρτύρων ἡ δόξα, χαίροις Ἐκκλησίας ἡ εὐπρέπεια.
τε τῶν Ἑλλήνων ὁ στρατός, ἐν Ἐπαναστάσεως χρόνοις, τῷ ἱερῷ σου Ναῷ, Ἅγιε Δημήτριε ἐπανεπαύετο, ἐκ τοῦ τέμπλου ἐβόησας, εὐθὺς «εἰς τὰ ὅπλα», ὅπως διαφύγητε, ἐχθρῶν τὴν ἔφοδον. Τοῦτο οὖν τὸ θαῦμα τῶν ὅπλων, πόλις Ἀθηνῶν εὐφημοῦσα, ὕμνοις ἑορτίοις μεγαλύνει σε.
Θάῤῥος ὦ Δημήτριε διδούς, Νέστορι Λυαίου καθεῖλες, τὴν ἐπηρμένην ὀφρύν, δείξας τὴν τῆς πίστεως, ἰσχὺν ἧς ἕνεκεν, μαστιγώσεις ὑπέμεινας, δεσμὰ φυλακῆς τε, ἄλγη πολυώδυνα, σαρκὸς τὴν λόγχευσιν. Ὅθεν παῤῥησίαν μεγάλην, εὗρες πρὸς Χριστὸν ὅστις βλύζειν, μύρον σε ἠξίωσαι τὸ ἅγιον.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου