Παράκλησις Ἁγίας
ΘΕΟΔΩΡΑΣ Βασιλίσσης τῆς Ἄρτης.
Ποίημα Σεραφείμ τινός
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’ (142)
Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τὸ Τροπάριον.
Ἦχος δ΄. Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς βασιλίδος τοῖς λειψάνοις προσδράμωμεν, οἱ ἐν κινδύνοις καὶ ἐν δέει
προσπέσωμεν, πόθῳ ψυχῆς κραυγάζοντες καὶ λέγοντες αὐτῇ· Ἄνασσα βοήθησον, σοῖς
προσπίπτουσι τέκνοις, ῥῦσαι καὶ ἀπάλλαξον, νόσων τε καὶ κινδύνων, τοὺς σοὺς
ἱκέτας θείαις σου εὐχαῖς, κλέος τῆς Ἄρτης, Θεοδώρα πάνσεμνε.
Δόξα. Καὶ
νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ
Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους
σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ N’ (50) Ψαλμός.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς, ἐν τοῖς
Θεοτοκίοις: Σεραφείμ.
ᾨδὴ α΄. Ἦχος
πλ. δ’. Ὑγρὰν διοδεύσας.
Στέφει κοσμηθεῖσα ἀσκητικῷ, καὶ ἐνηδομένη Θεοδώρα ἐν
οὐρανοῖς, δώρησαι ὑγείαν σαῖς πρεσβείαις, τοῖς σὲ τιμῶσι καὶ πόθῳ γεραίρουσι.
Ἔκλαμπρον ἐδέξω παρὰ Θεοῦ, στέφος Θεοδώρα, καὶ τῷ
θρόνῳ ἀεὶ Αὐτοῦ, παρίστασαι ὑγείαν δυσωποῦσα, καὶ σωτηρίαν σοῖς τέκνοις
δωρήσασθαι.
Ἱλάσθητι Ὁσία τοῖς ταπεινοῖς, καὶ Θεὸν τῶν ὅλων,
καθικέτευσον ἐκτενῶς, κινδύνους καὶ νόσους Θεοδώρα, ἀποσοβῆσαι ἀπὸ τῶν τέκνων
σου.
Θεοτοκίον.
Συνέχομαι κινδύνοις καὶ πειρασμοῖς, καὶ πρὸς Σὲ
Παρθένε, καταφεύγων ἐπιζητῶ, τὴν λύσιν αὐτῶν καὶ σωτηρίαν· διὸ λιταῖς Σου τὸν
δοῦλόν Σου οἴκτιρον.
ᾨδὴ γ΄. Σὺ εἶ
τὸ στερέωμα.
Ἡμᾶς τοῦς γεραίροντας, τοὺς ἐν ἀσκήσει ἀγῶνάς σου, ταῖς σαῖς εὐχαῖς ἐκ νόσων
παντοίων, Θεοδώρα ἀπάλλαξον.
Τὰ ἆθλά σου μέγιστα, ὦ Θεοδώρα πανεύφημε, ῥῦσαι διὸ εὐχαῖς σου κινδύνων, καὶ
ἐκ νόσων τὴν ποίμνην σου.
Ἀνδρείαν πανθαύμαστον, καὶ τῆς ἁγνείας ὤφθης ὑπόδειγμα· διὸ κἀμὲ ἁγνεύειν
εὐχαῖς σου, Θεοδώρα ἀξίωσον.
Θεοτοκίον.
Ἔχων τὴν ἐλπίδα σου, εἰς Σὲ πανάσπιλε Δέσποινα, ὅλην παθῶν καὶ κινδύνων
ῥῦσαι, τὴν ψυχήν μου πρεσβείαις Σου.
Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Θεοδώρα, βασιλισσῶν
τὸ κλέος καὶ καύχημα, τοὺς
προσιόντας καὶ τιμῶντάς σε πόθῳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος
β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν Ὁσίαν ἐξαιτούμεθα, ἐλέους τυχεῖν παρὰ τοῦ πανοικτίρμονος,
Χριστοῦ τοῦ Σωτῆρος καὶ μόνου Θεοῦ ἡμῶν· καὶ γὰρ ἰσχύεις δέησις πολύ, δικαίων
Δεσπότου πρὸς εὐμένειαν.
ᾨδὴ δ΄.
Εἰσακήκοα Κύριε.
Αὐγασθεῖσα ἐκλάμψεσι, Πνεύματος Ἁγίου θεοδωρώνυμε, τὴν ψυχήν μου
καταλάμπρυνον, οὐρανίᾳ δόξῃ ταῖς πρεσβείαις σου.
Φωτοφόρων ἐκλάμψεων, ἅσπερ Θεοδώρα ἀπολαμβάνεις νῦν, ἀπολαῦσαι ἱκεσίαις σου,
πάντας τοὺς ὑμνοῦντάς σε ἀξίωσον.
Σαῖς εὐχαῖς με ἐνίσχυσον, κατ’ ἀσθενειῶν τε ἀεὶ καὶ θλίψεων, Θεοδώρα
ἀξιάγαστε, ταῖς πρὸς τὸν Σωτῆρα μεσιτείαις σου.
Θεοτοκίον.
Ῥῶσιν ἄνοσον δίδου μοι, καὶ πάθη ἀνίατα καταπράϋνον, τῇ πρεσβείᾳ τοῦ ἐλέους
Σου, ὡς Θεὸν τεκοῦσα Ἀπειρόγαμε.
ᾨδὴ ε΄.
Φώτισον ἡμᾶς.
Σθένει τοῦ Θεοῦ, τὸν ἐχθρὸν κατεπολέμησας· διὸ καὶ ἡμᾶς εὐχαῖς σου ἅπαντας,
Θεοδώρα κατ’ ἐχθρῶν δεινῶν ἐνδυνάμωσον.
Σῶσον τοὺς εἰς σέ, Θεοδώρα προσπελάζοντας, καὶ ἀπὸ νόσων καὶ περιστάσεων,
ταῖς σαῖς πρεσβείαις φιλαδέλφους ἐλευθέρωσον.
Δῶρον τοῦ Θεοῦ, σὺ ὑπάρχουσα ἐπώνυμος, πᾶσι δοθῆναι τὸ θεῖον ἔλεος, ὦ
Θεοδώρα ἱκεσίαις σου ἀξίωσον.
Θεοτοκίον.
Ἄχραντε σεμνή, θείῳ ὕδατί με ῥάντισον, καὶ ταῖς λιβάσι τῆς εὐσπλαγχνίας Σου,
σταγόνας δίδου τῶν δακρύων ὑετίζειν με.
ᾨδὴ στ΄.
Ἱλάσθητί μοι Σωτήρ.
Ἰσχὺϊ τοῦ παντουργοῦ, ὦ Θεοδώρα πανέντιμε, πλεκτάνας τοῦ πονηροῦ σοφῶς
κατεφρόνησας, κἀμὲ οὖν ἀξίωσον, καταλῦσαι σθένει τοῦ Θεοῦ σατὰν τὸν δόλιον.
Ἡράσθης φωτός, Θεοῦ ὦ Θεοδώρα, καὶ πάντα τὰ ἀγαθά, τῆς γῆς κατεφρόνησας,
κἀμὲ οὖν ἀξίωσον, φωτισθῆναι σαῖς εὐχαῖς οὐρανίαις ἐλλάμψεσι.
Σὺν τοῖς Ἀγγέλοις νυνί, ὦ Θεοδώρα χορεύουσα, ἐνώπιον τοῦ Θεοῦ, πρεσβείας
προσάγαγε, ὑπὲρ τῶν τιμώντων σε, καὶ τῶν ἀσπαζομένων τὰ ἱερά σου λείψανα.
Θεοτοκίον.
Φωτὸς νεφέλη Σὺ εἶ, καὶ τοῦ Θεοῦ θρόνος ἔνδοξος, Παρθενομῆτορ ἁγνή· ψυχῆς
οὖν τὰ ὄμματα, τῆς ἐμῆς νῦν φώτισον, καὶ παθῶν ἀχλύος τὴν καρδίαν μου
καθάρισον.
Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Θεοδώρα, βασιλισσῶν τὸ κλέος καὶ καύχημα,
τοὺς προσιόντας καὶ τιμῶντάς σε πόθῳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα
δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Θείων δωρημάτων Θεοδώρα ἐπώνυμε, Ὁσίων σύσκηνε καὶ βασιλισσῶν ἀγλάϊσμα,
ἐγκαρδίως βοῶμέν σοι· πρόφθασον καὶ ἐκ παντοίας βλάβης λύτρωσαι ἡμᾶς, ταῖς πρὸς
τὸν Σωτῆρα θερμαῖς ἱκεσίαις σου.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχεν μοι καὶ
εἰσήκουσεν τῆς δεήσεώς μου.
Στ. Καὶ ἀνήγαγεν ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ
ἰλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνεν τὰ διαβήματά μου
Εὐαγγέλιον Ὁσιακόν.
Εἶτα ὁ Ν’ Ψαλμὸς
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν
ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ
αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν
δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν
αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμέ-νην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ
οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Χαίροις αὖχος ἔνδοξον, Ἀκαρνανίας καὶ Ἄρτης, κλέος τε καὶ σέμνωμα, καὶ πηγὴ
ἀκένωτος τῶν ἰάσεων· χαίροις ἀείφωτος, λαμπὰς ἡ φωτίζουσα, Αἰτωλίαν τοῖς σοῖς
θαύμασι· χαίροις ἐπίσκεψις, καὶ ῥῶσις ἐν νόσοις τῶν τέκνων σου· σὲ οὖν
καθικετεύομεν, πρέσβευε Χριστῷ τῷ παντάνακτι, ὑπὲρ σωτηρίας, εἰρήνης τε ἡμῶν
διηνεκοῦς, μετὰ ὑγείας καὶ ῥώσεως, Θεοδώρα πάνσεμνε.
ᾨδὴ ζ΄.
Παῖδες Ἑβραίων.
Νῦν καθορῶσα Θεοδώρα, τὴν πανέκλαμπρον τοῦ Πλάστου θείαν θέαν, ἱεραῖς σου
ευχαῖς, δώρησαι τὴν κατ’ ἄμφω, ὑγείαν τοῖς ὑμνοῦσί σε, καὶ τιμῶσι τὴν σὴν
μνήμην.
Πίστει τιμῶντάς σου τὴν μνήμην, Θεοδώρα νῦν τοὺς ταπεινούς σου δούλους,
εὐλαβῶς καὶ πιστῶς, ἡμᾶς δεόμεθά σου, ταῖς θείαις ἱκεσίαις σου, τοῦ ῥυσθῆναι ἐκ
κινδύνων.
Ὦ Θεοῦ δῶρον Θεοδώρα, σοῦ δεόμεθα οἱ ταπεινοί σου δοῦλοι, τὸν δοτῆρα Θεόν,
τῶν ἀγαθῶν δυσώπει, δοῦναι ἡμῖν τὴν ἄφεσιν, τῶν πολλῶν ἁμαρτημάτων.
Θεοτοκίον.
Ἔμμονον ἔχων τὴν κακίαν, καὶ δουλούμενος ἀτόποις συνηθείαις, εὐσπλαγχνίᾳ τῇ
Σῇ, προστρέχω ἀνακράζων· σῶσόν με σῶσον Πάναγνε, μητρικαῖς Σου ἱκεσίαις.
ᾨδὴ η΄. Τὸν
Βασιλέα.
Ῥῶσιν κατ’ ἄμφω, ὦ Θεοδώρα δυσώπει, τοῖς σοῖς δούλοις εὐχαῖς σου δωρηθῆναι,
καὶ δεινῶν παντοίων, ἀπαλλαγήν Ὁσία.
Ὦ Θεοδώρα, ταῖς ἱκεσίαις σου σῷζε, ἀπὸ νόσων παντοίων καὶ κινδύνων, τοὺς
προσπεφευγότας, τῷ θείῳ σου τεμένει.
Ἵνα ὑμνῶ σε, ὦ Θεοδώρα Ὁσία, χαρὰν καὶ ὑγείαν μοι παράσχου, ταῖς πρὸς τὸν
Σωτῆρα, ἐνθέρμοις σου πρεσβείαις.
Θεοτοκίον.
Ἱκεσίαις, ταῖς πρὸς τὸν Θεόν Σου Παρθένε, δυσχερῶν τῶν τοῦ βίου με σῶσον,
καὶ τὸν σάλον παῦσον, ἀσθενειῶν παντοίων.
ᾨδὴ θ΄. Κυρίως
Θεοτόκον.
Πλουτοῦντες Θεοδώρα, τὰ σεπτὰ ὀστᾶ σου, κατασπαζόμεθα ταῦτα δεόμενοι, ῥῦσαι
ἡμᾶς ταῖς εὐχαῖς σου, Μῆτερ τῶν θλίψεων.
Κινδύνων τῶν τοῦ βίου, λύτρωσαι Ὁσία, τὸν σὸν οἰκέτην ἐνθέοις πρεσβείαις
σου, καὶ πάσης νόσους καὶ βλάβης με, νῦν ἀπάλλαξον.
Ἐν θαύμασι ἀπείροις, βασιλὶς θεόφρον, ὁ Παντοκράτωρ Θεός σε ἐδόξασε· τοῦτον
θερμῶς ἐκδυσώπει, ὑπὲρ τῆς ποίμνης σου.
Θεοτοκίον.
Μαρία ὄμβρισόν μοι, ἄφεσιν πταισμάτων, καὶ ἀσθενοῦντά με ἐπίσκεψαι δέομαι,
καὶ συμφοραῖς νῦν ποντούμενον, ἐλευθέρωσον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ἔχοντες Ἀρταῖοι σὰ ἱερά, λείψανα θεόφρον, Θεοδώρα ὡς ὀχυρόν, προπύργιον
τούτοις, προσφεύγουσιν ἐν νόσοις, καὶ τὴν ὑγείαν πάντες ἀπολαμβάνουσι.
Φύλαττε σὴν ποίμνην δῶρον Θεοῦ, κακῶν ἐκ παντοίων, καὶ ἐκ νόσων φθοροποιῶν,
πίστει τὴν τιμῶσαν, σὴν μνήμην Θεοδώρα, καὶ ἐκ παντοίας βλάβης, ταῖς ἱκεσίαις
σου.
Χαίροις ἄνθος πάντερπνον τῆς Ἐδέμ, ἐν γῇ ἐξανθῆσαν, ὥσπερ ἥλιος νοητός, καὶ
τὴν τῶν Σερβίων, ἀεὶ φωτίζον χώραν, ψυχὰς δ’ εὐωδιάζον, θερμῶς τιμώντων σε.
Χαίροις τῶν Σερβίων κόρη σεμνή, ἀρετῶν δοχεῖον, εὐωδία χριστιανοῖς· ζάλης ἐν
τῷ βίῳ, δεινῶς ἡμᾶς νεκρούσης, λύτρωσαι Θεοδώρα, Χριστῷ πρεσβεύουσα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ
Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην
Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ
μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι
ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα
χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς
Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια:
Ἦχος β’. Ὅτε
ἐκ τοῦ ξύλου.
Δεῦτε, οἱ ἐν Ἄρτῃ εὐσεβεῖς, δεῦτε ἐν ᾠδαῖς Θεοδώραν, ἀνευφημήσωμεν,
βασιλίδων σέμνωμα, μοναστριῶν καλλονήν, πρὸς αὐτὴν ἀνακράζοντες· λύτρωσαι
εὐχαῖς σου, Θεοδώρα πάνσεμνε, τῶν ἐνεστώτων δεινῶν, πάσης προσβολῆς τε καὶ
νόσου, τοὺς τὰ λείψανά σου τιμῶντας, καὶ τῇ ἀντιλήψει σου προστρέχοντας.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν
σκέπην Σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου