Παράκλησις Μαρτύρων
ΜΑΝΟΥΗΛ, ΣΑΒΕΛ καί ΙΣΜΑΗΛ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων
αὐτοῦ καὶ τὸ Τροπάριον.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν
τῷ Σταυρῷ.
Ἐν τῷ πανσέπτῳ καὶ ἁγίῳ τεμένει, συναθροισθέντες οἱ
πιστοὶ ὁμοφρόνως, ἐκλιπαροῦμεν πόθῳ ὑμᾶς Ἅγιοι, ῥύσασθε κολάσεων, καὶ παθῶν
τρικυμίας, ὅπως μεγαλύνωμεν, τὰ σεπτὰ ὑμῶν πᾶθη, ἅπερ ὑπέστητε, στεῤῥῶς ὑπὲρ
Χριστοῦ, στεφανηφόροι ὁπλῖται αὐτάδελφοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,…
Εἶτα ὁ Ν΄ Ψαλμός· καὶ ὁ Κανὼν, οὐ ἡ ἀκροστιχίς: Τὴν τῶν Μαρτύρων μέλπω κλεινὴν τριάδα.
ᾨδὴ α΄. Ἦχος α΄. Ὑγράν διοδεύσας.
Τάξεις τῶν Ἀγγέλων ἐν οὐρανοῖς, ἔχοντες γενναῖοι,
συμπολίτας ὑπὲρ ἡμῶν, πρεσβεύειν ἀπαύστως τῷ Κυρίῳ, μὴ διαλίποιτε ἔνδοξοι
Μάρτυρες
Τριάδι προσφεύγω μαρτυρικῇ, πειρασμοῖς ποικίλοις
συνεχόμενος καὶ δεινοῖς, σὴν σκέπην τριὰς καὶ προστασίαν, δός μοι ταχὺ, καὶ
κακῶν με διάσωσον.
Ἡ σεπτὴ πανήγυρις τοὺς πιστοὺς, πάντας συγκαλεῖται, τῶν
Μαρτύρων ἡ τριφεγγὴς, ῥυόμενοι τούτους ἐκ κινδύνων, εὐωχηθῆναι πρὸς θείαν
ἑστίασιν.
Ἡ δεινὴ ἀσθένεια Ἀθληταὶ, ἐξ ἐμῶν πτασισμάτων,
κατατρύχει με αὐστηρῶς· ταχέως οὖν ταύτην ἐμοῦ πόῤῥῳ, νῦν ἐκδιώξατε δέομαι
Μάρτυρες.
Νέμετε πλουσίως τὰς δωρεὰς, χάριν εἰληφότες, τὴν τοῦ
Πνεύματος Ἀθληταὶ, τοῖς πιστοῖς καὶ τούτους ἐκ κινδύνων, τῶν πολυτρόπων ταχέως
ἁρπάσατε.
Θεοτοκίον.
Τὴν τῶν αὐταδέλφων τρισσολαμπῆ, ὑμνοῦμεν χορείαν,
ὁμοφρόνως οἱ εὐσεβεῖς, σὺν τῇ Θεοτόκῳ ἱκεσίαν, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ πρεσβεύουσαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ὡς ἀείφωτοι λύχνοι, ἐν οὐρανῷ λάμπετε, καὶ τὰς τῶν πιστῶν
διανοίας καταφωτίζετε· ὅθεν ἐν ᾄσμασιν, ὑμῶν τὴν μνήμην γενναῖοι, συνελθόντες
ἅπαντες, πόθῳ γεραίρομεν.
Ὡς πολλὴν παῤῥησίαν, πρὸς τὸν Χριστὸν ἔχοντες, ὑπὲρ
ὑγείας, τοῦ νοσοῦντος καθικετεύσατε· ὅπως χαρᾷ ὑμῖν, εὐχαριστήριον ὕμνον,
προσαγάγῃ Μάρτυρες, νόσου λυτρούμενος.
Νικηταὶ ἐν σταδίῳ, γενναιοφρόνως ἐδείχθητε, τὴν τοῦ
Παραβάτου, μανίαν κατατροπώσαντες· ἀλλὰ προφθάσατε, καὶ τοὺς τελοῦντας
προθύμως, τὰ ὑμῶν μνημόσυνα, ἐκ βλάβης ῥύσασθε.
Μανουὴλ ὦ γενναῖε, καὶ Ἰσμαὴλ πάνσοφε, σὺν Σαβὲλ τῷ
θείῳ, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ ἡμῶν πρὸς Κύριον, ὅπως εὕρωμεν λύσιν, ἁμαρτιῶν
οἱ τρισάθλιοι, καὶ τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν.
Θεοτοκίον.
Ἀληθῆ Θεοτόκον, ὁμολογῶ Δέσποινα, Σὲ τὴν τοῦ θανάτου τὸ
κράτος ἐξαφανίσασαν· ὡς γὰρ φυσίζῳος, ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾅδου, πρὸς ζωὴν
ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα.
Ἐκ θλίψεως, καὶ ἐκ κινδύνων λυτρώσατε Ἀθλοφόροι, τοὺς
τὴν θείαν μνήμην ὑμῶς θερμῶς ἑορτάζοντες, ὡς ἔχοντες παῤῥησίαν μεγίστην.
Διάσωσον…
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Καθίσματα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τῇ πίστει Χριστοῦ, τρωθέντες παμμακάριστοι, καὶ Τούτου
πιστῶς πιόντες τὸ ποτήριον, τῶν Περσῶν σεβάσματα, καὶ τὸ θράσος εἰς γῆν
κατεβάλετε, τῆς Τριάδος ἰσάριθμοι, πρεσβείαις ποιοῦντες ὑπὲρ πάντων ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πρεσβεία θερμῆ, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγὴ,
τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν Σοι, Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ
κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ῥητορεύοντες ὤφθητε, ἔναντι τυράννου ὑπὲρ τῆς πίστεως·
διὸ δέχεσθε δεινότατα, Ἀθληταὶ γενναῖοι κολαστήρια.
Ῥυπαρὸς ὤν καὶ ἄσωτος, ψυχικοῦ ταράχου Ἅγιοι πέπλησμαι·
ἀλλ’ αὐτοὶ ζάλην καὶ κίνδυνον, καὶ τὴν ἀθυμίαν ἐκδιώξατε.
Τετραυμάτισμαι βέλεσι, δεινοῖς ἰοβόλοις τοῦ πολεμήτορος·
ὑμεῖς ἔνδοξοι αὐτάδελφοι, τούτου τῶν παγίδων με λυτρώσατε.
Ὑμνωδίαις καὶ ᾄσμασι, δεῦτε συνελθόντες τοὺς τρεῖς
θεόφρονας, ὑπὲρ πίστεως ἀθλήσαντας, ἅπαντες συμφώνως ἐπαινέσωμεν.
Ὑψιλόφρων καθέστηκα, καὶ τῇ ἀσωτίᾳ ἀεὶ συμπέρφυμαι, καὶ
τοὺς πόρνους ὑπερβέβηκα, τάχιον Δεσπότην ἱλεώσατε.
Θεοτοκίον.
Ῥῦπος ὅλος γεγένημαι, Μῆτερ τοῦ Κυρίου Σύ με ἀπόπλυνον,
καὶ τὴν Σὴν χάριν παράσχου μοι, τοῦ μὴ παροργίζειν τὸν Δεσπότην μου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὦ τρεῖς Ἀθληταὶ, ὑπερένδοξοι αὐτάδελφοι! ἐπὶ τῇ
παρουσίᾳ τῇ φοβερᾷ, τοῦ Ἰησοῦ μου, ἐμοὶ τότε βοηθήσατε.
Νῶτα ἀφειδῶς, καθηλοῦσθε γενναιότατοι, καὶ πᾶσαν
βάσανον ὑπέστητε στεῤῥῶς, ὅθεν πρεσβεύσατε, σωθῆναι ἡμᾶς Ἅγιοι.
Νέμετε παντὶ, τὰς αἰτήσεις ὦ τρεῖς Μάρτυρες· διὸ καὶ τῇ
τικτοῦσῃ νῦν ἀγαθὴν, δεινῶς ὠδινούσῃ, ἐλευθερίαν δωρήσασθε.
Μὴ μὲ Ἰησοῦ ἀποῤῥίψης ἐκ προςῶπου σου, διὰ τὸ μέγεθος
τῶν σῶν οἰκτιρμῶν, ἀλλὰ δὴ σῷσον, ἱκεσίαις τῶν Μαρτύρων Σου.
Θεοτοκίον.
Ἔμπλησον Ἁγνὴ, εὐφροσύνης τὴν καρδίαν μου, τὴν Σὴν
ἀκήρατον διδοῦσα χαρὰν, τῆς εὐφροσύνης ἡ γεννήσασα τὸν αἴτιον.
ᾨδὴ στ΄. Τήν δέησιν ἐκχεῶ.
Λατρείαν, τὴν εἰς Θεὸν ποθήσαντες, οὐδαμῶς ἐπτοήθητε
βασάνους, ἀλλὰ στεῤῥῶς, ἐναντίον τυράννου, ὁμολογήσαντες ταύτην ἐλάβετε, τὸν
στέφανον ἐν οὐρανοῖς, καὶ εἰς αἰῶνας ὡς ἥλιοι λάμπετε.
Λυτήριον, τὴς ἐμῆς ἀσθενείας, ἔστι Μάρτυρες ἡ ὑμῶν
προστασία, διὸ ταχὺ βαρυτάτην μου νόσον, καὶ πυρετὸν τὸν ὀξὺν νῦν ἰάσατε,
ὑπάρχετε γὰρ ἰατροὶ, τῶν προστρεχόντων ὑμῖν θερμῶς ἄμισθοι.
Προστάτας, πρὸς τὸν Θεὸν κεκτήμεθα, τοὺς λαμπροὺς ἐκ
τῆς ερσίδος ἀστέρας, τὸν Ἰσμαὴλ, καὶ Σαβὲλ τὸν γενναῖον, καὶ Μανουὴλ τὸν
πολύαθλον Μάρτυρα· αἰνέσωμεν οὐκοῦν αὐτοὺς, ὡς τῷ Θεῷ ὑπὲρ πάντων πρεσβεύοντας.
Ὡς ἥλιοι, ταῖς ἀκτῖσι λάμπετε, τρεῖς αὐτάδελφοι στεῤῥοὶ
ἐν βασάνοις, τὸν ῥυπαρὸν, καὶ ἀχρεῖόν με ἄμφω, καθαρωτάταις ἀκτῖσι λαμπρύνατε,
πρεσβεύοντες διηνεκῶς, ὅπως λάβω πταισμάτων τὴν ἄφεσιν.
Θεοτοκίον.
Κυκλώσασαι, αἱ τοῦ βίου με ζάλαι, ὥσπερ μέλισσαι κηρίον
Παρθένε, καὶ τὴν ἐμὴν, κατασχοῦσαι καρδία, κατατιτρώσκουσι βέλη τῶν θλίψεων,
ἀλλ’ εὕροιμί σε βοηθὸν, καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.
Ἐκ θλίψεως, καὶ ἐκ κινδύνων λυτρώσατε Ἀθλοφόροι, τοὺς
τὴν θείαν μνήμην ὑμῶς θερμῶς ἑορτάζοντες, ὡς ἔχοντες παῤῥησίαν μεγίστην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα Μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄.
Ἀθλοφόροι Χριστοῦ τρεῖς αὐτάδελφοι, τῆς Ἁγίας Τριάδος
ἰσάριθμοι, μὴ παρίδητε δεήσεις εὐσεβῶν, ἀλλὰ προφθάσατε ταχὺ, εἰς τὴν βοήθειαν
ἡμῶν, τῶν πιστῶς κραυγαζόντων ὑμῖν· ἔνδοξοι ὁπλῖται, πρεσβείας Θεῷ ποιεῖτε,
ὅπως ῥυσθῶμεν τῶν δεινῶν, καὶ πυρὸς τοῦ αἰωνίζοντος.
Εἶτα οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ
κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (ιβ´ 8-12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὃς ἂν
ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν
αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων
ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν
τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ
ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς
ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον πνεῦμα
διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα. Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοια. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ., Ἐλεήμον, ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλήθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Τοὺς ὑπεραθλήσαντας, ἐν τῷ σταδίῳ γενναίως, Ὀρθοδόξων
σύλλογος, ἐν ᾠδαῖς καὶ ᾄσμασιν εὐφημήσωμεν· οὗτοι γὰρ πάντοτε, οὐ διαλείπουσι,
τοῦ πρεσβεύειν πρὸς τὸν Κύριον, ὅπως ἄν λάβωμεν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν,
τούτοις οὖν προσερχόμενοι, πίστει τε καὶ πόθῳ προσείπωμεν· Μάρτυρες Κυρίου,
αὐτάδελφοι τὰ ἄνθη τῶν Περσῶν, ὑπὲρ ἡμῶν μὴ ἐλλείποιτε, πρεσβείαις ποιούμενοι.
Οὐδεὶς προστρέχων ἐφ’ ὑμῖν, κατησχυμένος ἀφ’ ὑμῶν,
ἐκπορεύεται ὦ τρεῖς γενναῖοι Ἀθλοφόροι, ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει
τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Θεοτοκίον.
Μεταβολὴ των θλιβομένων, ἀπαλλαγῆ τῶν ἀσθενούντων
ὑπάρχουσα Θεοτόκε Παρθένε, σῴζε πόλιν καὶ λαὸν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν
χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λυτρωθῆναι κινδύνων, τοὺς πιστῶς ἐκτελούντας τὴν θείαν
μνήμην ὑμῶν, πρεσβεύσατε Κυρίῳ, ἵνα πίστει καὶ πόθῳ, μεγαλύνωσι ψάλλοντες· ὁ ἐν
Ἁγίοις θαυμαστὸς, Θεὸς εὐλογητός εἶ.
Λοιμικῆς ἀσθενείας, καὶ παντοίας με νόσου, λυτρώσατε
Ἅγιοι, πρεσβεύοντες Κυρίῳ, ἵνα ψάλλω ἐκ πόθου, καὶ κραυγάζω ἑκάστοτε· ὁ ἐν
Ἁγίοις θαυμαστὸς, Θεὸς εὐλογητός εἶ.
Ἐν τῷ φόβῳ Κυρίου, ταπεινώσατε παῖδες, τὸ τῆς σαρκὸς
φρόνημα, σκιρτῶν οἷά περ πῶλος, ἀτάκτως τε βαδίζων, ἐν ἐμοὶ καὶ πρὸς βάραθρον,
ζητοῦν κατακρημνίσαι, τὴν ταπεινὴν ψυχήν μου.
Ἐν ψυχῇ τεθλιμμένῃ, αἱ ἐπίτοκες πᾶσαι, ὑμῖν
κραυγάζουσι· τρεῖς Μάρτυρες Κυρίου, ἐκπέμψατε ἐν ὥρᾳ, τοῦ τεκεῖν τὴν βοήθειαν,
δωροῦντες εὐτοκίαν, ἡμῖν ἐγκυμονούσαις.
Ἱερεῖα Κυρίῳ, τὰ σκηνώματα ὤφθη ὑμῶν μακάριοι, ἰάσεις
νοσημάτων, κατ’ ἄμφω χορηγοῦντα, τοῖς ἐν πίστει προστρέχουσι, καὶ μεγαλύνουσι
πιστῶς, τὴν θείαν ὑμῶν μνήμην.
Ἱκετεύειν μὴ παύσῃ, Μανουὴλ τὸν Δεσπότην, θερμῶς
δεόμεθα, ὀργὴν Αὐτοῦ δικαίαν, εἰρήνῃ μεταβάλλειν, καὶ αὐχμὸν λῦσαι τάχιστα, καὶ
καρποφόρους ὑετοὺς, ἐκπέμψαι γῇ διψώσῃ.
Θεοτοκίον.
Νοῦς βροτῶν οὐκ ἰσχύει, οὐδὲ νόων αἱ τάξεις, Θεοκυήτορ
Ἁγνὴ, τὸν Τόκον Σου νοῆσαι, ὡς ξένον τι καὶ μέγα, διὸ πάντες κραυγάζομεν·
εὐλογημένος ὁ καρπὸς, ἐστὶ τῆς Σῆς κοιλίας.
ᾨδὴ η΄. Τόν Βασιλέα.
Ἡ στεφηφόρος, τῶν αὐταδέλφων χορεία, οὐρανὸν σὺν
Ἀγγέλοις οἰκοῦσα, τῷ Χριστῷ πρεσβεύει, ὑπὲρ τῶν Ὀρθοδόξων.
Ἥκω κηρύξων, τὴν πρὸς ἐμὲ προστασίαν, τῶν τριῶν
αὐταδέλφων προθύμως, τῆς εὐχαριστίας, μηδόλως δῶρον ἔχων.
Ναῷ τῷ θείῳ, τῶν Ἀθλητῶν ὁ προστρέχων, εὐχερῶς τὰς
αἰτήσεις λαμβάνει, εἰ μετ’ εὐλαβείας, αὐτοὺς ἐπικαλεῖται.
Τὰς ἀλγηδόνας, ἅς ἐνεγκόντες εἰς τέλος, τῷ Χριστῷ
ἠνέχθητε θυσίᾳ, πίστει Ὀρθοδόξῳ, ὑμνοῦμεν εἰς αἰῶνας.
Τριὰς Μαρτύρων, ἐν πᾶσι πάρεσό μοι, καὶ συνόδευσον
ὁδοιποροῦντι, ἵνα εὐχαρίστως, ὑμνῶ τὴν προστασίαν.
Θεοτοκίον.
Ῥαθυμοτόκους, ἐκ τῆς ψυχῆς μου φροντίδος, ἀποσόβει
πάντοτε Παρθένε, ἵνα τὸν Σὸν Τόκον, ἐν προθυμίᾳ μέλπω.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν Χριστοῦ τὸ κάλλος, ὄντως τὸ ὡραῖον, καὶ τῆς
γλυκείας ἀκτῖνος καὶ αἴγλης Αὐτοῦ, κατακρυφῆσαί με Ἅγιοι ἱκετεύσατε.
Ἀθλήσαντες γενναίως, δέχεσθε δικαίως, παρὰ Χριστοῦ τὰ
βραβεῖα πανένδοξοι, τὸν Παραβάτην καιρίως κατατροπώσαντες.
Δεήθητε Κυρίου, τρεῖς λαμπροὶ ἀστέρες, ὑπὲρ τῶν πίστει
τελούντων τὴν μνήμην ὑμῶν, τοῦ λυτρωθῆναι κινδύνων καὶ περιστάσεων.
Δεήσεσι Μαρτύρων, κεραυνοῦ φρικώδους, καὶ αἰφνιδίου
θανάτου με ῥῦσαι Χριστὲ, μεταβαλὼν ἐν εἰρήνῃ, σὴν ἀγανάκτησιν.
Θεοτοκίον.
Ἀθλίως ὑπὲρ πᾶντας, βίον μου παρῆλθον, ἐν ἀσωτίᾳ
μεγίστῃ Παρθένε Ἁγνὴ, ἀλλὰ Σὺ δός μοι μετάνοιαν καὶ διόρθωσιν.
Ἄξιον Ἐστι…καὶ τὰ παρόντα Μεγαλυνάρια.
Τοὺς ἐκ τῆς Περσίδος τρεῖς φαεινοὺς, ἀστέρας ἐν ὕμνοις,
ἀυταδέλφους καὶ Ἀθλητὰς, Μανουὴλ τὸν μέγαν, καὶ Σαβὲλ τὸν γενναῖον, σὺν Ἰσμαὴλ
τῷ θειῷ, πᾶντες τιμήσωμεν.
Ὤσπερ ὁ Χριστός μου καὶ Ποιητὴς, τὴν πλευρὰν ἐνύγη, καὶ
τὸ Σῶμα τὸ ζωηρὸν, οὗτω καὶ ὁ μέγας, Μανουὴλ ὁ πολύτλας, πλευρὰς τὰς μακαρίας,
λόγχαις τιτρώσκεται.
Δέξαι ὦ πανθαύμαστε Μανουὴλ, λιτὰς τῶν σῶν δούλων, ἅς
ἐκ στόματος ῥυπαροῦ, καὶ γλώττης βεβήλου, προσάγομεν αἰτούντες, ἁμαρτημάτων
λύσιν τῇ μεσιτείᾳ σου.
Ὡς ἀστὴρ ἐξέλαμψας φαεινὸς, ἐκ τῆς τῶν Χαλδαίων, τῶν
Μαρτύρων ἡ καλλονὴ, ὦ Σαβὲλ τρισμάκαρ, καὶ πάντας καταυγάζεις, τοὺς σὲ
ἀνευφημοῦντας καὶ μεγαλύνοντας.
Φύλαττε σοὺς δούλους ὦ Ἰσμαὴλ, Μάρτυς τοῦ Κυρίου, τοὺς
τιμῶντάς σε εὐλαβῶς, πίστει τε καὶ πόθῳ, τελοῦντάς σου τὴν μνήμην, ἀπὸ παντοίας
βλάβης καὶ περιστάσεως.
Πᾶσαι τῶν Ἀγγέλων…
Ἀπολυτίκον. Ἦχος δ΄.
Οἱ τῆς εὐσεβείας ὑπέρμαχοι, καὶ τῆς ἀσεβείας ἀντίπαλοι,
Μανουὴλ θεόπνευστε, καὶ Ἰσμαὴλ θαυμάσιε, καὶ Σαβὲλ ἀξιάγαστε· παῤῥησίᾳ τὸν
Χριστὸν, Υἱὸν Θεοῦ κηρύξαντες, τὸ αἷμα ὑμῶν ὑπὲρ Αὐτοῦ ἐξεχέατε, ὅν δυσωποῦντες
μὴ παύσητε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε,
Εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε τοὺς μεγίστους Ἀθλητὰς, Μανουὴλ, Σαβὲλ, Ἰσμαήλ τε
ἀνευφημήσωμεν· δεῦτε πᾶς ὁμώνυμος, καὶ πᾶς Ὀρθόδοξος, εὐλαβῶς προσκυνήσαντες,
τὴν τούτων εἰκόνα, πόθῳ ἀσπασώμεθα, τούτους δοξάζοντες, ὕμνοις καὶ ᾠδαῖς
ἐγκωμίων· οὗτοι γὰρ πρεσβεύουσιν ὄντως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν ἑκάστοτε.
Ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, Μάρτυς Μανουὴλ, τοῦ
Κυρίου ἀξιοθαύμαστε, μνήμην, τὴν ἑτήσιον τῆς σῆς Ἀθλήσεως, οἱ ὁμώνυμοι ἅμα δὲ,
σὺν τοῖς Ὀρθοδόξοις, πάντοτε ποιούμεθα κατασπαζόμενοι, πόθῳ τὸ σεπτόν σου καὶ
θεῖον, λείψανον ἐκβρύον ἰάσεις, πᾶσι τοῖς πιστῶς αὐτῷ προστρέχουσι.
Θεοτοκίον.
Ὅλην τὴν ζωήν μου ἐν κακοῖς, καταδαπανήσας ὁ τάλας, νῦν
κατελείφθην Ἁγνὴ, πᾶσης ὅλος ἔρημος, ἀγαθῆς πράξεως· προσεγγίζοντα βλέπων δἐ,
τὸν θάνατον οἴμοι, τρέμω τὸ Κριτήριον τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ· οὗπερ ἐξελοῦ με
Παρθένε, καὶ πρὸ τῆς ἀνάγκης ἐκείνης, Δέσποινα ἐπίστρεψον καὶ σῷσον με.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου