Παράκλησις ΠΑΝΑΓΙΑΣ
ΠΑΡΑΜΥΘΙΑΣ (β΄)
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’(142) Ψαλμός
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´.
Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ Τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν
τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ
ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα
βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων·
μὴ ἀποστρέψῃς Σοὺς δούλους κενούς, Σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς ποίμνης κυκλωθείσης ὑπὸ τῶν πολεμίων, καὶ τῶν
διωκτῶν ὑλακτούντων, κατὰ τῶν Σῶν προβάτων, προσείπας τῷ δούλῳ Σου Ἁγνή, καθ’
ὕπαρ φωνήσασα αὐτῷ· διὰ τούτῳ καὶ χωρίαι τῶν μοναστῶν, Σοὶ κράζουσι Θεοτόκε·
δόξα τῇ ἀντιλήψει Σου Σεμνή, δόξα τῇ προστασίᾳ Σου, δόξα Παραμυθίᾳ Σοι μόνη
Πανύμνητε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν
οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων
κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ,
Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό
πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό
τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ
γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό
πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς
ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ
με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας
Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ
χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας
τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα
εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί
τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ
σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου
καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς
σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη
μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Παραμυθία,τῇ Θεοτόκῳ, ὕμνος Βατοπεδίῳ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Πιστῶν παραμύθιον τῶν τῆς Μονῆς Σου ὑπάρχουσα, Ἁγνὴ
μοναζόντων Σή ἀκραιφνεστάτῳ νοΐ, τούτοις δώρησαι, εὐσπλάγχνῳ Σου ἐλέει,
πταισμάτων τὴν ἄφεσιν, μόνη Θεόνυμφε.
Ἀνοίξασα Δέσποινα τὸ θεοδόξαστον στόμα Σου, τὴν ἔφοδον
εἴρηκας τῶν πειρατῶν δυσμενῶν, τῷ ποιμάντορι, τοῦ τότε Σου ποιμνίου, καὶ οὕτω
διέσωσας πάντας προνοίᾳ Σου.
Ῥαδίως τοὺς Ἄραβας ἀπεσκοράκισε Δέσποινα, τῇ θείᾳ
προστάξει Σου ὁ τῆς Μονῆς προεστώς, σὺν τοῖς ἅπασι, τοῖς μετ’ αὐτοῦ μονάσταις,
Σοῦ τὸ θεῖον ὄνομα ὑβρῖσαι θέλοντας.
Ἀπάλλαττε Δέσποινα Παραμυθία ἀείποτε, τοὺς πόθῳ
μονάζοντας Σοῦ τῇ μεγίστῃ Μονῇ, ἐξ ἐφόδου τε, τῶν ἀθεϊστῶν πάντων, καὶ σῶζε
τοὺς δούλους Σου πάσης ἁλώσεως.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Μορφῆς Σου κατέχουσα τοῦ τύπου, Ναὸς ὁ ἐν θείᾳ Σου
Μονῇ, Παραμυθία γάννυται, ἀεὶ καὶ διασώζεται, λιμοῦ λοιμοῦ καὶ κλύδωνος, πυρὸς
μαχαίρας καὶ μήνιδος.
Ὑμνοῦμέν Σε πάνδωρε Παρθένε, ἡ δώδεκα ἐπὶ κεφαλῆς,
λαμπροὺς ἀστέρας ἔχουσα, ὡς ἄνθος ὡραιότητος, ὡς παρθενίας τέμενος, καὶ ὡς πηγὴ
ἁγιάσματος.
Θεώρημα λάμπον καὶ ἀστράπτον, βραβεῖον τῆς γῆς καὶ
οὐρανοῦ, καὶ πάντων παραμύθιον, Σὺ πέλεις Θεονύμφευτε, τῶν μοναστῶν ἐν τῇ δέ
Σου, Μονῇ Σὺ σκέπη καὶ καύχημα.
Ἰδοὺ Σοῦ τὸν θεῖον χαρακτῆρα, σεπτῶς ἀσπαζόμενοι Ἁγνή,
Παραμυθίαν ἔχομεν, οἱ τῆς Μονῆς Σου τρόφιμοι, καὶ Σοῦ τοῦ ὕμνου πρόθυμοι, ἐκ
τῶν παθῶν ἀπολλύμεθα.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Θεοτόκε, ὅτι
πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς μόνη τῶν Σῶν ἡ Παραμυθία.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή,
ἡμῶν τε παραμύθιον, ἐκτενῶς βοῶμέν Σοι· Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ
κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη προστάτις τοῦ ποιμνίου Σου.
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
ᾌδει τὰ παράδοξά σου τῆς Μονῆς, ὦ Παραμυθία τὸ πλήρωμα,
ὅτε τὰ πλήθη, τῶν ἀπίστων τοῦ λαοῦ, ἔξω αὐτῆς συνέδραμον, τοῦ καταπορθῆσαι τοὺς
δούλους Σου.
Τὸ Παραμυθίας τε στόμα σαφῶς, φρᾶσαι βουληθὲν τὰ
γενόμενα, ἐνεποδίσθη τῇ χειρί τοῦ Ἰησοῦ, ἡ δὲ καὶ οὕτω ἔγνωσε, δράμα τὸ πραχθὲν
τοῖς μονάζουσιν.
Ἡ πανυπερθαύμαστος Μήτηρ Θεοῦ, ὡς ποτὲ Ἀρκάδιον ἔσωσας,
ἐκ τῆς θαλάσσης, τὸν τοῦ ἄνακτος υἱόν, οὕτω καὶ νῦν διάσωσον, καὶ ἡμᾶς ἐξ ᾅδου
ποντόσεως.
Θεῖόν Σου ὡς ἔχουσα σῶμα Ἁγνή, ἐν τοῖς οὐρανοῖς τὸ
ἀκήρατον, καὶ ἐν ἁγίῳ Σου ναῷ, τὴν Σὴν μορφὴν σῶζε καὶ περιφύλαττε, ὦ Παραμυθία
τοὺς δούλους Σου.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἐγνώρισας Ἄχραντε ὥσπερ τινὶ τὰ ἑσόμενα, οὕτω γνώρισόν
μοι τῷ Σῷ δούλῳ, Θεῷ ἀρέσαι καὶ Σοὶ τῇ Τούτου Μητρί, καὶ Παραμυθία μοι γενοῦ,
ὅτε ὁ Ἀρχάγγελος τὴν ψυχήν μου χωρίσηται.
Οὐρανώσας Δέσποινα τὴν γῆν Θεὸν ἡ τέξασα, τοῦτον γὰρ μὴ
παύσῃ τοῦ πρεσβεύειν, ὑπὲρ Σῶν δούλων, τῶν παροικούντων καὶ νῦν, ἐν τῇ ἐξαιρέτῳ
Σου Μονῇ, ταύτῃ ἐν ᾗ ἵδρυσται, ἡ μορφή Σου Πανάχραντε.
Τὸ καύχημα Δέσποινα Μονῆς τῆς περιβλέπτου Σου, Σὺ
Παραμυθία εἶ Παρθένε, Σὺ εἶ τὸ ἔαρ,τὸ φῶς καὶ δόξα ἡμῶν, Σὺ προστάτις πάντων
καὶ μιγάδων Σου.
Οἰκεῖς ὡς Βασίλισσα ἐν τῷ σεπτῷ τεμένει Σου, καὶ
παραμυθεῖς τοὺς Σὲ τιμῶντας, καὶ ἀπαλλάττεις τοῦ ταρταρώδους ἡμᾶς, σκότους καὶ
πυρὸς τοῦ ἀφεγγοῦς, Σοῦ γὰρ τὰ θαυμάσια ἐξ αἰῶνος οὐκ ἤκουσται.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Κυρία πάντων καὶ Δέσποινα, ἐλπὶς τῶν τῆς Μονῆς
παροικούντων Σε, καὶ παραμύθιον, σῶζε ἡμᾶς τοὺς ὑμνοῦντάς Σε, ἐν τῷδε Σου τῷ
οἴκῳ πάσης κακώσεως.
Ὡς οὖσα πάντων ἐπέκεινα, ἐξέπληξας Ἀγγέλους τῇ δόξῃ
Σου, καὶ Σοῦ τοῖς θαύμασι, χαρᾶς ἀπείρου ἐνέπλησας, τὴν Σὴν Μονὴν Παρθένε καὶ
συνεδόξασας.
Ὑπὲρ τὸ δέον οὖν πρέπει Σοι, δοξάζεσθαι τὸ Σὸν
ἀφομοίωμα, δι’ οὗ σεμνύνεται, ἡ Σὴ μονὴ Ἀειπάρθενε καὶ νῦν παραμυθεῖται καὶ
μεγαλύνεται.
Μακρὰν ἡμῶν ἀποδίωξον, Παρθένε τοὺς ἀσάρκους ἀλάστορας,
καὶ πάντας οἴκτειρον, τοὺς προσκυνοῦντας ἐν οἴκῳ Σου, ἐν τῷδε Σου τὴν θέαν τὴν
θαυματόβρυτον.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Θεοτόκε, ὅτι
πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς μόνη τῶν Σῶν ἡ Παραμυθία.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς
τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς
ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων Σοι· τάχυνον εἰς
πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων
σε.
Προκείμενον. Ἦχος δ´. Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ
ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς
τοῦ κάλλους σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α´ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς
τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου
καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς
Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ
Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ
εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ
Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου
ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα
ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ
Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ
νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον
τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς
τὸν οἶκον αὐτῆς.
Δόξα. Πάτερ, Λόγε,Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνῃ προστασίᾳ, Παναγία
Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου Σου, θλῖψις γὰρ ἔχει με, φέρειν οὐ
δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποὺ προσφύγω ὁ
ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν Σου, Δέσποινα τοῦ
κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μὴ μοῦ παρίδῃς τὴν δέησιν, τὸ συμφέρον
ποίησον.
Οὐδείς, προστρέχων ἐπὶ Σοί, κατησχυμμένος ἀπὸ Σοῦ
ἐκπορεύεται Ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ’αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ
δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων
ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε ποίμνην καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη,
τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη Παραμυθία τῶν πιστῶν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Νοῦς οὐ δύναται νοῆσαί Σε τὸν ἄναρχον Θεὸν καὶ Κύριον,
Ὃν τῶν Ἀγγέλων χοροί, βροτῶν καὶ ὁ ἥλιος, σελήνη ἄστρα καὶ φῶς, Σὲ δοξάζουσι,
τῶν τὸν Πατέρων Κύριον, καὶ Θεὸν εὐλογημένον.
Οὐκ ἐλάτρευσαν ἐκτός Σου Θεὸν ἕτερον Χριστὲ οἱ δοῦλοί
Σου, οἱ τῆς αὐτῆς Σου μονῆς, προστάτιδα ἔχοντες, τὴν Σὴν Μητέρα Ἁγνήν,
Ὁδηγήτριαν, Σκέπην Φρουρὸν καὶ σέμνωμα, καὶ ἐλπίδα σωτηρίας.
Συγκολλήθητι ὅλη ψυχὴ καὶ εἴσελθε εἰς τὰ Βασίλεια, τῆς
Θεοτόκου ἁγνῆς, ἐν οἷς τῆς Θεότητος, τὸ τριλαμπὲς νοητῶς, καὶ ἐκβόησον,
Παραμυθία Δέσποινα, Σὺ ὑπάρχεις τῶν ἐνθάδε.
Βασιλεύουσα ὑπάρχει ἡ τοῦ κλήρου Σου μονὴ Πανάχραντε,
Βατοπεδίου ἐν ᾗ, ἁγνὴ ὡς Βασίλισσα, διὰ τῆς Σῆς παροικεῖς, νῦν εἰκόνος Σου, ἣν
διατήρει πάντοτε, καὶ τοὺς ταύτῃ παροικοῦντας.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἄναρχος Υἱὸς ὡς ἐξ ἀνάρχου, Πατρὸς καὶ Υἱός Σου οὗτος γέγονεν,
Ὃς ἐδημιούργησεν, κτίσιν τὴν ἀόρατον,
καὶ ὁρατὴν Πανάχραντε, τοῦτον δυσώπησον, ὑπὲρ τῶν οἰκετῶν Σου Παρθένε,
ὡς Παραμυθία, ἡμῶν καὶ τῶν ἐν πᾶσι.
Τὸν Θεὸν καὶ ἄνθρωπον Υἱόν Σου, βαστάζουσα ὥσπερ βρέφος
ἐν ἀγκάλαις Σου, τῶν ἐν Ἄθῳ καύχημα, πέλεις Θεονύμφευτε, ὧν τοὺς πόδας
στήριξον, ἐν ἐπιμόνῳ στοργῇ, ἐξάγουσα
ἡμᾶς ἐκ τῆς πλάνης, τοῦ ματαίου κόσμου, καὶ σώζουσα τῶν ἄνω.
Ὅλῃ προθυμίᾳ οἱ Σοὶ δούλοι, αἰτούμεθα τῆς ἀπείρου
εὐσπλαγχνίας Σου. Εἴθε ἀξιώσειας, τοῦ ἰδεῖν τὴν δόξαν Σου, καὶ εἴθε τὴν λαμπρότητα,
Παρθένε ἴδοιμεν, τὸν Θρόνον,τοῦ Υἱοῦ καὶ Θεοῦ Σου, καὶ τοὺς παρεστῶτας,
Ἀγγέλους θείῳ κύκλῳ.
Πῶς τὰ μεγαλεῖά Σου Παρθένε, οὐχ ἤττονα ἡμῶν ἔδειξας;
Τοῖς τε Σου κατέχουσι, θέας τὸ ὁμοίωμα, τοῖς μονασταῖς ἐν ταύτῃ Σου, τῇ
περιβλέπτῳ Μονῇ, βοήθεια γὰρ πέλεις ἐν ταύτῃ, καὶ Παραμυθία, προστάτις τε καὶ
σκέπη.
ᾨδὴ θ΄. Τὴν θείαν καὶ ταύτην.
Ἅπας Σὲ ὑμνεῖς, καὶ δοξάζει Σε, ὁ θεῖος κλῆρός Σου,
περιβεβλημένη γάρ, ὥσπερ ἱμάτιον, Σὺ τὸν Ἥλιον, καὶ τὴν Σελήνην ἔχουσα ὡς
ὑποπόδιον, νῦν κατάρχεις, διὰ τῆς εἰκόνος Σου, τὴν ἐξαίρετον Μάνδραν τοῦ Κλήρου
Σου.
Ἴασιν ψυχῆς, καὶ σώματος δώρησαι, ἡμῖν Πανάχραντε, ὡς
ποτὲ δεδώρησαι, τὴν Σὴν εἰκόνα, δι’ οἷς αἱ χάριτες, σῶζε οὐκοῦν τοὺς δούλους
Σου, τοὺς Σὲ δοξάζοντας, καὶ Σοῦ ταύτην, κατασπαζομένους τε, καὶ τῆς ἄνω
ἀξίωσον κλήσεως.
Ἴδιον πρὸς Σέ, οὐκ ἔχω μελώδημα, οὐδὲ τί φῶ ἢ τί πῶ.
Νοῦς ἰλιγγιᾶ μου δέ, ἁγνὴ Παρθένε τοῦ εὐφημῆσαί Σε, ἀλλὰ θαῤῥῶν τῷ θείῳ Σου,
ἐλέει κράζω Σοι· Ὁδηγία καὶ Παραμυθία μου, καὶ προστάτις Σὺ πέλεις καὶ
στήριγμα.
Οὐκ ἀνάλογω, τὰ ὅσα Σοι ἔπλεξα Ἁγνὴ ἐγκώμια, τῇ
μεγαλειότητι, τῇ Σῇ Παρθένε καὶ νῦν ἀφίσταμαι, ἵνα τὸν ὕμνον πρέποντα,
ἀποπληρώσωσι, τὰ ἐννέα τῶν Ἀγγέλων τάγματα, καὶ ἀρκεῖ Σου κἀμοῦ ἡ προαίρεσις.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τὴν ὑψηλοτέραν τῶν Οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων
ἡλιακῶν, τὴν Παραμυθίαν, ἡμῶν τῶν παροικούντων, Μονῆς Βατοπεδίου, ὕμνοις
τιμήσωμεν.
Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις
μοναζόντων Σου τῆς μονῆς, καὶ Παραμυθία, γενοῦ ἡμῶν καὶ Σκέπη, καὶ πρέσβυς τῷ
Υἱῷ Σου, ὑπὲρ τῶν δούλων Σου.
Ψάλλομεν προθύμως σοὶ τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ
Θεοτόκῳ χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει Θεοτόκε,
τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων τὴν
εἰκόνα Σου τὴν σεπτήν, τὴν ἱστοριθεῖσαν, ὑπὸ τοῦ Ἀποστόλου, Λουκᾶ ἱερωτάτου,
τὴν Ὁδηγήτριαν.
Χαῖρε πανυπέρτιμε Μαριάμ, ἡ Παραμυθία τῆς Σῆς ποίμνης
καὶ ἀρωγή, ἡ τὸν θεῖον Λόγον, κρατοῦσα ἐν ἀγκάλαις, Ὃν δίδου Σοῖς ἱκέταις,
σεμνὴ εὐΐλατον.
Κόρη Πανακήρατε ἡ ἐλπίς, τῶν ἀπηλπισμένων καὶ ἀντίληψις
τῶν πιστῶν, σῶσον Σοὺς οἰκέτας, ἀπὸ παντοίας βλάβης, Παρθένε Θεοτόκε Παραμυθία
μου.
Χαῖρε Βηματάρισσα κραταιά, χαῖρε ἡ κρατοῦσα ἐν ἀγκάλαις
τὸ θεῖον πῦρ, χαῖρε τῆς Σῆς ποίμνης, ἀντίληψις καὶ σκέπη, χαῖρε τῶν μοναζόντων
τὸ ἐγκαλλώπισμα.
Τοὺς ἀσπαζομένους σου εὐλαβῶς, σορὸν τῶν λειψάνων καὶ
τελοῦντάς σου τὴν φαιδράν, μνήμην περιφρούρει, ἀπὸ πάσης ἀνάγκης, Εὐδόκιμε
τρισμάκαρ ἀξιοθαύμαστε.
Ζώνη πολυτίμητε τῆς Ἁγνῆς, πηγὴ τῶν θαυμάτων καὶ
χαρίτων ὁ θησαυρός, σῶσον τοὺς Σοὺς δούλους, ἀπὸ παντοίας βλάβης, ὡς τῆς ζωῆς
τὸ σκεῦος ἡ περισώσασα.
Νῦν εὐαγγελίζεται Γαβριήλ, τὸ χαῖρε κραυγάζων μετὰ
δέους τὴν Μαριάμ, ὦ τοῦ ξένου τρόπου, ἐν μήτρᾳ γὰρ ἀχράντῳ, συνείληπται ὁ
Πλάστης σώζων ὃν ἔπλασε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς
τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν
Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως
Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου
ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, προστατεύεις Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει
τῇ κραταιᾷ Σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις
καὶ θλίψεσι, ἀεὶ μεσιτείαν, οἱ κατακαπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ
Θεοῦ τοῦ Ὑψίστου, ὅθεν Σοι προσπίπτομεν ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους
Σου.
Πάντων, θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις,
καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων
ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ
Θεοῦ τοῦ Ὑψίστου, Σὺ ὑπάρχεις Ἄχραντε σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους
Σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ
Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου