Δευτέρα 29 Ιουνίου 2015

Παράκλησις Νεομάρτυρος ΘΕΟΔΩΡΟΥ ΧΑΤΖΗ



Παράκλησις Νεομάρτυρος ΘΕΟΔΩΡΟΥ ΧΑΤΖΗ.
Ποίημα Γεωργίου Γαλανοπούλου


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ ἀριστέως Θεοδώρου τὴν μνήμην, περιχαρῶς τῶν φιλεόρτων χορεῖαι, ᾀσματικῶς τιμήσωμεν, ὑμνοῦντες πιστῶς, τῆς ἀθλήσεως ἀήττητον, ὑπὲρ πίστεως τοῦ Χριστοῦ, παῤῥησίαν εὐσθενῆ, καρτερὲς τοῖς βασάνοις, καὶ δῶμεν τοῖς λειψάνοις ἀσπασμόν, ὅπως τὴν χάριν, αὐτοῦ κομισώμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἁγίου Θεοδώρου ἔνθεον μέλος. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ὑγρὰν διοδεύσας.
σκήσει διέπραψας ἀριστεῦ, ἀγώνων ἀθλήσει, μεταγνοὺς ἀληθῶς κλαυθμοῖς, δι’ ἄρνησιν πίστεως ἁγίας· διὸ μετάνοιαν σὴν ἡμῖν βράβευσον.

Γιγνώσκεις σαρκός μου τὰς ἐκτροπάς, καὶ πάθη ψυχῆς μου, παντογνῶστα Χριστὲ Σωτήρ· διὸ ἱκεσίαις Σοῦ ὁπλίτου, μεταβολὴν δὸς καὶ τούτων τὴν ἄφεσιν.

κέτευε Πλάστην καὶ Λυτρωτήν, ἀοίδιμε Μάρτυς, κώμης Πύργων Θερμῆς βλαστέ, κινδύνων καὶ θλίψεν ῥυσθῆναι, τοὺς σὲ τιμῶντας καὶ πάσης κακώσεως.

Θεοτοκίον.
δύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Μῆτερ, διανοίας ἡ πρὸς ῥοπήν, κινοῦσα τὴν φύσιν ἁμαρτία, ἀλλ’ εἰς χαρὰν τὴν πικρίαν μετάτρεψον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
ψηλόφρονος γνώμης παρ’ ὁ δεῖ ἀπάλλαξον, καὶ φρονεῖν μοι δὸς ἄνω μάκαρ, ἀεὶ τὰ κρείττονα, ὥσπερ ἐνήθλησας σύ, καὶ καθυπέμεινας πάντα, ἵνα δόξης μέτοχον, Κύριος δείξῃς με.

Θεραπείαν παράσχου ἡμῶν ψυχαῖς σώμασιν, ἐξ ἀσθενειῶν δυσεφίκτων, ἄλγους κακώσεων, ὡς ἰατρὸς τῶν πιστῶν, τῇ τῶν λειψάνων σου θήκῃ, Νεομάρτυς ἔνδοξε, Λέσβου τὸ καύχημα.

χθρῶν ῥῦσαί με Μάρτυς καὶ ψαλμικῶς ὄνομα, μέγιστον ᾀδόντων Δεσπότου, τήρει ἀπήμονας, σὲ δὲ τιμώντων ᾠδαῖς, ὡς ταπεινὸς ἦσθα δοῦλος, μνήσθητι δεόμεθα, ἐν ὥρᾳ κρίσεως.

Θεοτοκίον.
δυνῶμαι Παρθένε, ὅτι ἐχθρὸς δόλιος, βέλεσι τοξεύει ψυχήν μου, τοῦ τραυματίσασθαι, φίλτρῳ βαλσάμου δὲ Σῷ, δὸς ταχινὴν ἰατρείαν, καὶ Υἱῷ Σου πρέσβευε, γεέννης ῥύσασθαι.

Διάσωσον, ὦ Νεομάρτυς Θεόδωρε ἐκ κινδύνων, τοὺς ἐν οἴκοις Θεοῦ ἡμῶν, πιστῶς ἀεὶ σπεύδοντας, ἵνα τὰ σὰ λείψανα ἀσπασθῶσιν.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν μεσίτην πρὸς Φιλάνθρωπον, πτωχῶν ἀρωγόν, πασχόντων ἀντιλήπτορα, βοηθὸν κεκτήμεθα, σὲ μάκαρ τῶν πιστῶν χοροί, κράζοντες· σπεῦσον ταχέως, ῥῦσαι συμφορῶν, τοὺς ἀνυμνοῦντας πιστῶς, θείαν μνήμην σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δέξαι Μάρτυς Θεόδωρε, τῶν πιστῶν αἰτήματα καὶ καταύγασον, δαψιλῶς θείᾳ σου χάριτι, τὰς καρδίας πάντων πανσεβάσμιε.

εὐώδη μυρίπνοα, Ἀθλητοῦ σεβάσμια θεῖα λείψανα, τὰ πλουσίως χάριν βλύζοντα, καὶ πληθὺν δαιμόνων φυγαδεύοντα.

αθυμότοκαι μέριμναι, νοῦν ἀπὸ προσώπου Θεοῦ ἐξάγουσιν, ἀλλ’ εἰρήνην θείαν αὔγασον, ἐφ’ ἡμᾶς τοὺς σὲ Μάρτυς δοξάζοντας.

Θεοτοκίον.
φθαλμοὺς ἡμῖν φώτισον, Σὲ παρακαλοῦμεν Φωτὸς κυήσασα, τὴν πηγὴν Παρθένε ἄχραντε, καὶ Υἱὸν δυσώπει σῶσαι πλᾶσμά του.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
ψος ἀναβάς, οὐρανῶν τῆς δόξης πάντιμε, ἕλκυσον ἡμᾶς πρὸς βίον ταπεινόν, καθάπερ βίον, ἧν ὁ σὸς καὶ ἀξιΰμνητος.

Ἔλασον μακράν, τοῦ ἐχθροῦ παγίδας Ἅγιε, καὶ πανουργεύματά του τὰ σκοτεινά, παρέχων πᾶσιν, εἰρήνην ψυχοσωτήριον.

Νόσων χαλεπῶν, ἐλευθέρωσον Θεόδωρε, ἀσπρομαχήτῳ τε δυνάμει Σταυροῦ, τείχισον πάντας, κατὰ Θεὸν πολιτεύεσθαι.

Θεοτοκίον.
Θέλων τῆς φθορᾶς, ἵνα σώσῃ ἡμᾶς ᾤκησε, Θεὸς γαστρί Σου Κόρη σωματικῶς, Ὃν ἐκδυσώπει, εἰσᾶξαι εἰς τὸν Παράδεισον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
πίχαρμα, ἐγενόμην δαίμοσιν, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι παθῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθῦν ὁ βελίαρ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Θεοδώρου λιταῖς Σῶτερ σῶσόν με.

δήγησον, πρὸς καλὴν μετάνοιαν, καὶ πρὸς τρίβους τοῦ Θεοῦ σωτηρίους, ὦ Ῥωμανέ, ἱερώτατε Πάτερ, τὸ ἀκραιφνὲς ὑμνωδῶν ἐγκαλλώπισμα, τοὺς μέλποντας περιχαρῶς, βιοτῆς σου λαμπρὰ κατορθώματα,

Νοσοῦσάν μου, τὴν ψυχὴν θεράπευσον, σῇ πρεσβείᾳ πρὸς Χριστὸν θεῖε Μάρτυς, ἄλγους δεινῶν, καὶ ὀδύνης με ῥῦσαι, τῶν οἰδημάτων κινδύνων καὶ θλίψεων, καρδίαν νοῦν σῶμα ψυχήν, ἐξ ἐχθρῶν ἀοράτων λυτρούμενος.

Θεοτοκίον.
Μητρόθεε, ἐκ παθῶν ἀπάλλαξον, καὶ δυνάμει Σου μετάδος μοι ῥώμην· σὺ γὰρ τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· ἀεὶ δ’ ὑμνοῦμέν Σε ἁγνή, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.

Διάσωσον, ὦ Νεομάρτυς Θεόδωρε ἐκ κινδύνων, τοὺς ἐν οἴκοις Θεοῦ ἡμῶν, πιστῶς ἀεὶ σπεύδοντας, ἵνα τὰ σὰ λείψανα ἀσπασθῶσιν.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
ντιλήπτωρ τῶν Χριστιανῶν πέλεις ἔνδοξε, καὶ μεσίτης πάντων εὐσεβῶν πρὸς τὸν Κύριον· σὺ ἐκ κώμης Πύργων Θερμῆς ἐκλάμψας ὡς ἀστήρ, τὸ ζῆν ἔλιπες μαρτυρικῶς, ἐν τοῖς λειψάνοις σου δ’ ἡμῖν, ἐπανῆγες τοῖς κράζουσιν· ἴασαι τοὺς νοσοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, πάντας ἐκ βλάβης ἐξελοῦ, Νεομάρτυς τοὺς σὲ μέλποντας.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ὁσιακόν.

Εἶτα ὁ Ν’ Ψαλμὸς
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μὴν οὖν ἀποῤῥίψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα ὦ Θεόδωρε· Ἅγιε σῶσόν με, πιστῶς προσπίπτοντα, σοῖς λειψάνοις ἀσπαζόμενος, ἴασιν δώρησαι, ἄμφω τῶν κινδύνων ἐκλύτρωσαθαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν καὶ νόσων· ὅπως ἀνυμνῶ σου, τὴν ἄθλησιν καὶ μνήμην τὴν σεπτήν, καὶ μεγαλύνω σε ᾄσμασι, Νεομάρτυς ἔνδοξε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
χθρῶν ἐπαναστάσεις τῶν αἱρέσεων θράση καὶ δαιμονίων ὀφρύν, σῇ μάκαρ ἀντιλήψει, κατάβαλε ταχέως, ἵνα χαίροντες ᾄδωμεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Λαὸν εὐσεβοφρόνως εὐφημοῦντα ἀξίως σὲ Ῥωμανὲ Μελωδέ, σαῖς πρὸς Θεὸν πρεσβείαις, ἐκλύτρωσαι κινδύνων, καὶ τρυφῆς καταξίωσον, τῆς Βασιλείας Αὐτοῦ, διάκονε Κυρίου.

Οἰκτῖρμον δὸς εἰρήνην Θεοδώρου πρεσβείαις πάσῃ τῇ γῇ καὶ ἡμῖν, εὐσέβειαν ἀγάπην, πρὸς σὲ καὶ πολεμίους, πολιτείαν εὐσχήμονα, ἵν’ ἀνυμνοῦμεν ἀεί, Τριάδα τὴν Ἁγίαν.

Θεοτοκίον.
Σὲ καθορῶμεν Βᾶτον ἀπειρόγαμε Νύμφη ὥσπερ κατεῖδε Μωσῆς, ἐν τῷ Σιναίῳ πάλαι, φλογὶ παραδοθεῖσαν, ἀλλ’ δ’ ἄφλεκτον μείνασαν· ὅθεν τὴν φλόγα παθῶν, ἡμῶν σβέσον Παρθένε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γλύκανον Πάτερ, ἐξ οὐρανοῦ καταπέμπων, ταῖς ἡμῶν καρδίαις τὴν σὴν χάριν, ὥσπερ θείαν δρόσον, ἡδέων μελισμάτων.

λέους θείου, καὶ δωρεῶν ἔμπλησόν με, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνῶ σε, ὦ Ῥωμανὲ μάκαρ, καὶ ῥῦσαι ἐκ κινδύνων.

φθης νῦν Μάρτυς, γυνὴ κατ’ ὄναρ καὶ εἶπας, ὅπως κόπτῃ τοὺς καρποὺς ἐκ δένδρων κήπου, πατρικῆς οἰκίας, ὡς εὐμενὴς ὑπαρχῶν.

Θεοτοκίον.
ῦσαι Παρθένε, τῶν οὐρανῶν πλατυτέρα, τοὺς πιστοὺς κινδύνων καὶ ἀνάγκης, τοὺς μονογενῆ Σου, ἀπαύστως προσκυνοῦντας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γεώργησον καρδίας, πίστεως ἀρότρῳ, ὁμολογίας καὶ πόθῳ Χριστοῦ ἀριστεῦ, καὶ τῇ σεμνότητι βίου ᾗ σὺ κεκόσμησαι.

κέτευε Δεσπότην, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς ζοφερῶν, τοὺς σὴν Θεόδωρε μνήμην πανηγυρίζοντας.

ρδὰς ἐχθρῶν ἀπίστων, στίφη κακοδόξων, ἐπαπειλοῦντας Ἑλλάδα ἐκδίωξον σύ, καὶ ὑπερμάχει τῶν πίστει ἀνευφημούντων σε.

Θεοτοκίον.
ψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς Σε.

Μεγαλυνάρια.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις κώμης Πύργων Θερμῆς βλαστός, Μυτιλήνης κλέος, νήσου Λέσβου λαμπρὸς πυρσός, εὐσεβῶν προστάτης, ὁμολογίας στῦλος, καὶ τῶν Νεομαρτύρων θεῖον ἀγλάϊσμα.

κατορθωμάτων ἀσκητικῶν, καμάτων νηστείας, δακρυῤῥόων τε προσευχῶν, ὦ σῆς μετανοίας, στεῤῥᾶς ὁμολογίας, ἀθλήσεως ὧν βίον Μάρτυς ἐκόσμησας.

ῦσαι τῶν παγίδων τοῦ πονηροῦ, πάντας τοὺς τιμῶντας, τοὺς σοὺς ἄθλους Μάρτυς σεπτέ, βίον μετανοίας, θαυμάσια καὶ μνήμην, πιστῶς δ’ ἀσπαζομένους, θεῖά σου λείψανα.

Πρόσδεξαι δεήσεις πάντων ἡμῶν, τῶν πιστῶς ὑμνούντων, σὴν πανένδοξον ἑορτήν, θεῖε Νεομάρτυς, Θεόδωρε τρισμάκαρ, καὶ σὴν πατρίδα Λέσβον, τήρει ἀσάλευτον.

ψωσον τὰς χεῖράς σου πρὸς Θεόν, σὲ παρακαλοῦμεν, ὑπὲρ δούλων ἁμαρτωλῶν, θεόληπτε Μάρτυς, τῶν ἀνυμνολογούντων, σοῦ φωτοφόρον μνήμην, ὡς πρέσβυς ἔνθερμος.

βριν ἀποδίωξον ἀφ’ ἡμῶν, πάθη ψυχοκτόνα, δυσπιστίαν καταλαλιάν, τὴν φιλαργυρίαν, σὺν τῇ φιληδονίᾳ, καὶ ἀρετῶν ἀντίδος καρπὸν Θεόδωρε.

Μή μοι δὸς Θεῷ τὸ καταφρονεῖν, τῶν παραγγελμάτων, καὶ θελήματος ἀγνοεῖν, ἀλλὰ διδαχαῖς σου, καὶ προσευχαῖς παράσχου, τὸν φωτισμὸν καὶ γνῶσιν, Μάρτυς τὴν ἔνεθον.

Νόσων Μάρτυς ἴασαι λοιμικῶν, τοὺς σὲ εὐφημοῦντας, καὶ ὁδήγει ἀεὶ βροτούς, τρίβοις μετανοίας, Χριστοῦ ὁμολογίας, ἐκλύτρωσαι λιταῖς σου, γεέννης δ’ ἅπαντας.

Τοὺς καταφιλοῦντας τὴν σὴν μορφήν, καὶ λείψανα Μάρτυς, καὶ αἰτοῦντας σὴν ἀρωγήν, ῥῦσαι νοσημάτων, καὶ χάριν σου παράσχου, Θεόδωρε τῆς νήσου Λέσβου τὸ καύχημα.

Δὸς τὴν εὐτεκνίαν σαῖς προσευχαῖς, γυναιξὶ ταῖς στείραις, καὶ ὑγείαν πᾶσι πιστοῖς, τοῦ Χριστοῦ ὁπλῖτα, καὶ τήρησον ἀτρώτους, ἐκ πειρασμῶν βελίαρ, τοὺς σὲ γεραίροντας.

Μάκρυνον τὰς θλίψεις καὶ συμφοράς, κινδύνους ζημίας, ἀφ’ ἡμῶν τῶν ἁμαρτωλῶν, ταῖς σαῖς ἱκεσίαις, Κυρίου Νεομάρτυς, καὶ τὴν ἰσχὺν ἀπίστων, βαρβάρων σύντριψον.

Χάριτος φωτί σου ζήλου θερμῷ, καὶ ὁμολογίας, ἡμᾶς ἔμπλησον εὐσθενοῦς, Ἀθλοφόρε Μάρτυς, καὶ ἀρετὰς παράσχου, Θεοῦ φόβον ἀγάπην, πίστιν ἀκράδαντον.

Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, Θεόδωρε θεῖε, ὁ βλαστὸς Πύργων τῆς Θερμῆς, ὁ ὁμολογίᾳ, καὶ καρτερᾷ ἀθλήσει, δοξάσας θεαρέστως, τὸν σὲ δοξάσαντα.

Θάνατον ἑλόμενος ἢ τὸ ζῆν, ὑπὲρ Ναζωραίου, οὗ ἠρνήθης πίστιν θυμῷ, ἤνεγκας βασάνοις, Θεόδωρε τρισμάκαρ, Παρμὰκ Καπὶ δ’ ἀγχόνῃ, βίον κατέλιπες.

γνωμεν σὲ Μάρτυς Χριστιανοί, πρόμαχον προστάτην, καταφύγιον καὶ φρουρόν, οἱ ἐν ἀσθενείᾳ, νοσοῦντες ἰατῆρα, προστρέχοντες ἐκ πόθου, τῇ ἀντιλήψει σου.

νθεσι Κυρίου τὸν Ἀθλητήν, στέψομεν καὶ τούτου, μιμησώμεθα ἀρετάς, ἵν’ ἀνταποδώσῃ, ἐν ὥρᾳ τῇ μελλούσῃ, ἡμῖν Χριστὸς λιταῖς του, τὰ ἐπουράνια.

χομεν ἡμεῖς σὲ πρέσβυν θερμόν, πρὸς Θεὸν θεόφρον, Ὃν ἱλέωσας ἐπὶ γῆς, αἵματος ἀθλήσει, αἰτήσασθαι ἐν κρίσει, τοῖς δεξιοῖς προβάτοις, συναριθμήσασθαι.

Κάθαρον καρδίας ἐκ τῶν παθῶν, δὸς νοΐ φωτί Σου, καθαγίασον τὰς ψυχάς, ταῖς πανευπροσδέκτοις, λιταῖς τοῦ Θεοδώρου, Σωτήρ μου ἐλεῆμον, καὶ τῆς τεκούσης Σε.

Πρόσδεξαι δεήσεις Ἱεραρχῶν, Χριστὲ πανοικτῖρμον, ὑπὲρ πάντων ἁμαρτωλῶν, ἀεὶ Βασιλείου, σοφοῦ τε Γρηγορίου, καὶ θείου Ἰωάννου τοῦ Χρυσοῤῥήμονος.

Εὕρεσιν τιμῶμέν σου τῆς σεπτῆς, Εἰκόνος Παρθένε, ἐν τῇ Τήνῳ τὴν ὑπὸ γῆν, χρόνοις κεκρυμμένην, ὁράματι δ’ ὀφθεῖσαν, Ὁσίας Πελάγιας ἣν ὕμνοις μέλπομεν.

Σῶσον ἱκεσίαις σου πρὸς Θεόν, πάντας τοὺς τιμῶντας, σὴν πανίερον ἑορτήν, καὶ κἀμοὶ τῷ ὕμνους, ὑφάναντί σοι πλοῦτον, δὸς ἀρετῶν ὦ Μάρτυς, καὶ θείαν φώτισιν.

Τὰ πεπυρωμένα τοῦ πονηροῦ, ἀπόσβεσον βέλη, ἀστραπόμορφε Μιχαήλ, μέγα Ταξιάρχα, καὶ τοὺς ἐν Μανταμάδῳ, πιστῶς σὲ ἀνυμνοῦντας, σκέπε σαῖς πτέρυξι.

Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, Ἁγιασσωτίσσης, τὴν Εἰκόνα τὴν θαυμαστήν, βρύουσαν ἰάσεις, δαψιλεστάτην χάριν, φυγάδευσον δαιμόνων, θλίψεων μάκρυνσιν.

Σὺν τοῖς Ἀθλοφόροις Μονῆς Θερμῆς, Μάρτυσιν ἐνδόξοις, Ῥαφαὴλ Νικολάῳ τε, καὶ σεμνῇ Εἰρήνῃ, Θεόδωρε τρισμάκαρ, ἀπαύστως δυσωπεῖτε Χριστὸν εὐΐλατον.

Χαίροις Θεοδώρων σεπτὴ δυάς, οἱ ἐν Μυτιλήνῃ, μαρτυρήσαντες εὐκλεῶς, ὁ τοῦ Βυζαντίου, προστάτης πολιοῦχος, καὶ ὁ Χατζῆς τῶν Πύργων Θερμῆς ἐκβλάστημα.

Λέσβου ἱεράρχαι θαυματουργοί, Ὅσιοι Πατέρες, καὶ Μαρτύρων θεῖος χορός, ἀνδρῶν καὶ γυναίων, ἐν δίκῃ τῇ μελλούσῃ, ὑπὲρ Δεσπότην ἐξευμενίσατε.

Χαίροις νήσου Λέσβου λαμπρὸς χορός, Χριστοῦ θεραπόντων, τῶν πιστῶν οἱ προασπισταί, φύλακες προστάται, δαιμόνων καθαιρέται, ὑμᾶς τοὺς εὐφημοῦντας, κινδύνων ῥύσασθε.

Πάντας τοὺς ὑμνοῦντάςσε εὐλαβῶς, φύλαττε ἀτρώτους, ἐπιθέσεων τοῦ ἐχθροῦ, θεῖε Νεομάρτυς, καὶ δὸς Χριστῷ πρεσβείαν, κολάσεως ῥυσθῆναι, ἡμᾶς καὶ θλίψεων.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Σὺ εἶ ὁ προστάτης εὐσεβῶν, καὶ τῶν Ὀρθοδόξων ὁ φύλαξ, πασχόντων ὁ ἰατρός, Ἀθλοφόρε ἔνδοξε, καὶ βοηθὲ τῶν πτωχῶν, καταπλήττεις δὲ τέρασι, τοῖς πίστει δραμοῦσι, καὶ τὴν σὴν ἀντίληψιν ἐπιζητοῦσι θερμῶς· ὅθεν, σαῖς λιταῖς ἡμῖν κρείττω, δὸς φθορᾶς ῥυόμενος νόσων, τοὺς σὴν θείαν μνήμην μεγαλύνοντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου