Δευτέρα 29 Ιουνίου 2015

Παράκλησις Μεγαλομάρτυρος ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ



Παράκλησις Μεγαλομάρτυρος ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ
Ποίημα Γ. Ῥυσίου


       Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’ (142) Ψαλμός,
      Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Τροπάρια.
Ἦχος δ. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τῷ Ἀθλοφόρῳ οἱ πιστοὶ ὁμοφώνως, δεῦτε προσπέσωμεν ὁμοῦ ἐκβοῶντες, οἱ ἁμαρτήμασι βαρούμενοι καὶ θλίψεσι, σπεῦσον συμπαθέστατε, Ἀθλητὰ τοῦ Κυρίου, σαῖς πρὸς τὸν Οἰκτίρμονα, ἱκεσίαις θεόφρον, παντὸς κινδύνου, νόσων χαλεπὼν, Παντελεῆμον, ἀπάλλαξον ἅπαντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε...

Εἶτα ὁ Ν’ Ψαλμὸς
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ταῖς πρὸς Χριστόν σου ἱκεσίαις Ἅγιε, Παντελεῆμον σοφὲ, ῥῦσαι ἡμᾶς τάχος, τῶν δεινῶν καὶ θλίψεων, καὶ πάσης περιστάσεως, καὶ νοσήματος, μάκαρ· σὲ γὰρ προστάτην κεκτήμεθα, πρὸς Θεὸν Ἀνάργυρε ἔνδοξε.
λβιος πέλεις, παῤῥησίαν Ἅγιε, πρὸς τὸν Θεὸν ἐσχηκὼς, τὰς αἰτήσεις· ὅθεν δίδου τοῖς ἱκέταις σου, πίστει καὶ γὰρ προστρέχουσι τῷ ναῷ σου παμμάκαρ, καὶ τὰς ἰάσεις ἐκδέχονται, πάντες οἱ δεινῶς διακείμενοι.
Δόξης ἐνθέου, ἱερὰς λαμπρότητος ἐν οὐρανίοις μοναῖς, ἀξιωθεὶς μάκαρ, διὰ τῆς ἀθλήσεως, τὸ ἔλεός σου πάρεχε τοῖς αἰτοῦσιν ἐν πίστει, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, ὦ Παντελεῆμον Ἀνάργυρε.
Θεοτοκίον.
ὑπὲρ λόγον τὸν Θεὸν κυήσασα, εὐλογημένη Ἁγνὴ, ἄνθος δωρημάτων, παρθενίας τέμενος, τοῦ οὐρανοῦ ὑπέρτερε, Παραδείσου τὸ κάλλος, τῶν Ἀσωμάτων εὐπρέπεια, ῥῦσαι τοὺς πιστῶς προσκυνοῦντάς σε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Παροξύνας ἀμέτρως, τὸν Λυτρωτὴν ἔνδοξε, πράξεσιν ἀτόποις καὶ λόγοις καὶ ἐνθυμήμασι, νῦν περιπέπτωκα, δεινοῖς παντοίοις ὁ τάλας, τούτων με ἀπάλλαξον, ὦ συμπαθέστατε.
Θεός σε, παμμάκαρ, Νικομηδέων τὸ καύχημα, ἔδειξεν ἐν κόσμῳ προστάτην πάντων τῶν προστρεχόντων σοι· διὸ ἐκλύτρωσαι, ταῖς πρὸς Χριστόν σου πρεσβείαις, τοὺς πιστῶς τιμῶντάς σε, θεῖε Ἀνάργυρε.
κετεύω σε πόθῳ τοὺς ψυχικοὺς μώλωπας, καὶ τὴν τῆς σαρκός μου δεινὴν ἀσθένειαν ἴασαι, τῇ πρὸς τὸν Κύριον, Παντελεῆμον θεόφρον, ἐκτενεῖ ἐντεύξει τε καὶ ἱκεσίᾳ σου.
Θεοτοκίον.
ς πανάμωμος Μήτηρ, τοῦ Ποιητοῦ Ἄχραντε, ὡς ἁγιωτέρα ἁπάντων τῶν ἄνω Δέσποινα, ὡς πάντων Ἄνασσα, εὐλογημένη Μαρία, ῥῦσαι τοὺς ὑμνοῦντάς σε ἐκ πάσης θλίψεως.

Διάσωζε, Παντελεῆμον, τοὺς πόθῳ σε ἀνυμνοῦντας ταῖς πρὸς Θεὸν λιπαραῖς ἱκεσίαις σου πάντοτε, κινδύνων καὶ θλίψεων ἀδοκήτων.
πίβλεψον, ἐν εὐμενείᾳ...

Τροπάριον. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ πρὸς Θεὸν τὸν Φιλάνθρωπον, παντοίας ἡμᾶς περιστάσεως λύτρωσαι, καὶ τῆς φοβερᾶς ἐξάρπασον αἰωνίου κολάσεως· σὲ γὰρ προστάτην κεκτήμεθα θερμὸν, Νικομηδέων τὸ ἔνδοξον καύχημα.

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Σύ με ἀεὶ Ἅγιε, τῶν περιστάσεων, σὺ κινδύνων, σὺ καὶ τῆς κολάσεως, παντὸς κακοῦ, καὶ τῶν δυσχερῶν, ταῖς πρὸς τὸν Δεσπότην ἀπάλλαττε ἱκεσίαις σου, σοφὲ Παντελεῆμον, Ὀρθοδόξων τὸ κλέος, τὰς αἰτήσεις παρέχων τῷ δούλῳ σου.
λοσχερῶς ὑπὸ τὴν σκέπην πάντοτε, Ἀθλοφόρε, σπεύδω ὁ πανάσωτος, κράζων θερμῶς, καὶ παρακαλῶ, ῥῦσαί με ἀνίας, καὶ πάσης ἄλλης κακώσεως, σοφὲ Παντελεῆμον, ταῖς λιταῖς πρὸς Χριστόν σου· σὲ γὰρ ἔχω θερμὸν ἀντιλήπτορα.
να ἡμεῖς, Παντελεῆμον, δοξάζωμεν μετὰ πόθου, Ἅγιε, σὸν ὄνομα, καὶ πᾶς πιστὸς σὲ ἀνευφημῇ, παράσχου παμμάκαρ, ἡμῖν τὸ ἔλεος ἄνωθεν· πλουτεῖς γὰρ παῤῥησίας πρὸς Θεὸν, οἷα Μάρτυς, Ὀρθοδόξων τὸ κλέος θεόληπτε.
Θεοτοκίον.
Νόες Ἁγνὴ, τῶν Ἀσωμάτων στρατεύματα, τῶν ἀύλων τάγματα, καὶ ἅπασαι τῶν οὐρανῶν τάξεις, Ἀγαθὴ, σὲ ὑμνολογοῦσιν ὡς βασιλίδα οὐράνιον, μεθ’ ὧν πᾶσα ἡ κτίσις προσκυνεῖ σε Παρθένε, τῷ ἐλέει σου πάντας οἰκτείρησον.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
πὲρ ἥλιον μάκαρ, ἔλαμψας ἐν τῷ κόσμῳ λαμπηδόσι τῶν ἔργων σου, καὶ θαυμάτων ὄντως ταῖς ἐλλάμψεσι πάντας ἐλάμπρυνας· διὸ μετὰ πόθου, Παντελεῆμον, σὲ ὑμνοῦμεν, σαῖς λιταῖς πρὸς Χριστὸν ἡμᾶς φώτισον.
Νῦν σε πίστει καὶ πόθῳ πάντες εὐφημοῦμεν, Παντελεῆμον μακάριε, ταῖς πρὸς τὸν Δεσπότην εὐπροσδέκτοις πρεσβείαις σου, ἔνδοξε, ῥῦσαι τῶν κινδύνων, καὶ πάσης ἄλλης κακουχίας, ὡς προστάτης ἡμῶν συμπαθέστατος.
λασμὸν τῶν πταισμάτων, καὶ τῶν κατεχόντων με κινδύνων, Ἀνάργυρε, ἀθλητῶν τὸ κλέος, τὸν πιστῶς σε τιμῶντα ἀπάλλαξον, ὡς θερμὸς προστάτης, καὶ ἰατρὸς τῶν ἐν ἀνάγκαις, ἀθλητὰ τοῦ Κυρίου πανεύφημε.
Θεοτοκίον.
μητρόθεε Κόρη, Πάναγνε, θεόνυμφε, Θεοχαρίτωτε, τάξεις Ἀσωμάτων, καὶ Ἁγίων ἁπάντων συστήματα, σὲ ὑμνολογοῦσιν, ὡς Βασιλίδα τῶν αἰώνων, τῷ ἐλέει σου οἴκτειρον ἅπαντας.

ᾨδὴ στ΄. Τὴν δέησιν.
νύψωσον, εὐσεβῶν κραταίωμα, τῇ ἀπαύστῳ πρὸς Θεόν σου ἐντεύξει· σὺ γὰρ ἡμῶν ὁ προστάτης ὁ μέγας, καὶ σὲ ὑμνοῦμεν, Ἀνάργυρε πάνσοφε· ἀπάλλαξον πάσης ἡμᾶς ἀθυμίας ἐν τάχει ἀοίδιμε.
Νοοῦντες, τὴν πρὸς Θεὸν πανθαύμαστε, παῤῥησίαν σου Ἀνάργυρε θεῖε, πάντες πιστοὶ σὲ ὑμνοῦμεν ἐκ πόθου, ῥῦσαι ἡμᾶς συμφορῶν καὶ κακώσεων, λιταῖς σου πρὸς τὸν λυτρωτὴν, τὰς αἰτήσεις ἡμῶν χαριζόμενος.
Ναμάτων, ζωοποιῶν τοῦ Πνεύματος, ἐμπλησθείημεν ἐντεύξει σου μάκαρ, ἵνα καρποὺς ἀρετῶν ἐκβλαστῆσαι, Παντελεῆμον, ἰσχύσωμεν ἅπαντες, τελοῦντές σου τὴν ἱερὰν, καὶ σεβάσμιον μάρτυς πανήγυριν.
Θεοτοκίον.
πάνσεμνος, τοῦ Θεοῦ λοχεύτρια, ἡ πανύμνητος θεόπαις Μαρία, τῇ πρὸς Θεὸν ἑαυτῆς παῤῥησίᾳ, τῶν δυσχερῶν ἀπαλλάττει τοὺς κράζοντας· ὑμνοῦμέν σου πανευλαβῶς, τὸν πανάγιον τόκον, Θεόνυμφε.

Διάσωζε, Παντελεῆμον...
πίβλεψον, ἐν εὐμενείᾳ...

Κοντάκιον. Προστασία τῶν Χριστιανῶν.
ς προστάτης ἀεὶ τῶν πιστῶς δεομένων σου, καὶ μεσίτης θερμὸς πρὸς τὸν μόνον Πανάγαθον, μὴ παρίδῃς ἡμᾶς καταφυγόντας ἐπὶ σὲ, ἀλλὰ πρόφθασον ἐν πειρασμοῖς εἰς τὴν ἀντίληψιν ἡμῶν τῶν πιστῶς ἐκβοώντων σοι· τὰχυνον ἀθλοφόρε, καὶ λύτρωσαι ἐκ κινδύνων, τοὺς προσιόντας σοι θερμῶς καὶ ὑμνοῦντάς σε, πανεύφημε.

Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Δίκαιος ὡς φοίνιξ άνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, ἦλθε πρὸς τὸν Ἰησοῦν ὄχλος Μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ...
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἰδιόμελον. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλίπῃς με, παραπτωμάτων ἐν βάρει τυγχάνειν τὸν ἄθλιον, ἀλλ’ ὀξέως ἔγειρον τὸν ἱκέτην σου, ἀνιστῶν Ἅγιε, ἐκ τῆς ἀπωλείας τῆς ψυχῆς τε καὶ τοῦ σώματος, καὶ διασώζων με, ταῖς πρὸς τὸν Θεὸν ἱκεσίαις σου, Παντελεῆμον πάνσοφε, ἵνα σε ὑμνῶ παναοίδιμε, ὡς μέγαν προστάτην, ῥυόμενον ἁπάντων τῶν δεινῶν, καὶ τῆς ἐνθέου λαμπρότητος ἀξιοῦντα ἅπαντας.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σῶσον ἐκ θλίψεως παντοίας τοὺς τιμῶντάς σε, σοφὲ Παντελεῆμον, παῤῥησίας γὰρ σὺ πλουτεῖς πρὸς τὸν Δεσπότην, περιφρουρῶν τοὺς μέλποντα τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.
νω μετὰ τῶν Ἀσωμάτων τὴν ὑπέρθεον ὑμνολογῶν Τριάδα, ὑπὲρ πάντων ἡμῶν τῶν πίστει σε τιμώντων, Παντελεῆμον πρέσβευε, λυτρωθῆναι τῶν κινδύνων.
φθασαν ἅπαντες ἐν πίστει, εἰς ναὸν τὸν σὸν, Ἀνάργυρε τρισμάκαρ, οἱ ἐν νόσοις δεινοῖς, ποντούμενοι βοῶντες· Παντελήμον Ἅγιε, τὴν ὑγείαν ἡμῖν δίδου.
Θεοτοκίον.
χεις, ὡς Μήτηρ παῤῥησία, πρὸς τὸν σὸν Υἱὸν καὶ Κύριον τοῦ κόσμου· ἐκδυσώπησον οὖν, Παρθένε Παναγία, Αὐτοῦ τὴν ἀγαθότητα, οἰκτειρῆσαι ἡμᾶς πάντας.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
κετεύει ὁ θεῖος Ἀθλοφόρος, Σὲ τὸν μόνον τῆς δόξης Βασιλέα, ἀποσοβῆσαι πᾶσαν νῦν ἀσθένειαν τῶν ὑμνολογούντων, καὶ παρακαλούντων, αὐτὸν εἰς τοὺς αἰῶνας.
Σὲ ὑμνοῦσιν, οὐράνιαι χορεῖαι, τὸν Παντάνακτα καὶ Κύριον τῆς δόξης, ἐκδυσωποῦσαι σὺν τῷ ἀθλοφόρῳ Σου, σώζειν τε καὶ σκέπειν, τοὺς εὐσεβοφρόνως, αἰνοῦντάς σου τὸ κράτος.
θεότης, Πατὴρ, Υἱὸς καὶ Πνεῦμα, ταῖς λιταῖς τοῦ θεράποντός σου ῥῦσαι, τῶν δυσχερῶν καὶ πάσης περιστάσεως, τοὺς δοξολογοῦντας, καὶ ὑπερυψοῦντάς σε πίστει εἰς αἰῶνας.
Θεοτοκίον.
Παρθένος καὶ μόνη Θεοτόκος, τὸν Δεσπότην ὡς Μήτηρ ἱκετεύει, ὑπὲρ ἡμῶν ῥυσθῆναι περιστάσεων, καὶ παντὸς κινδύνου, τοὺς ὑμνολογοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸν πάντων Βασιλέα καὶ Ποιητὴν, ἱκετεύων μὴ παύσῃ ἀοίδιμε, ἐκδυσωπῶν ὑπὲρ τῶν τιμώντων πανευσεβῶς τὸ ἱερόν σου ὄνομα, καὶ ἐκδεχομένων ἀεὶ πιστῶς, ἀντίληψιν καὶ χάριν, τὴν σὴν Χριστοῦ ὁπλίτα, Παντελεῆμον ἀξιάγαστε.
πίβλεψον ἐξ ὕψους Παμβασιλεῦ, τῷ ἀπείρῳ ἐλέει σου Κύριε ὡς ἀγαθὸς, λύων τὴν κατήφειαν τῶν πιστῶς ἐξαιτουμένων ἴασιν, πάσης νόσου, βλάβης καὶ συμφορᾶς, λιταῖς τοῦ Ἀθλοφόρου, παρέχων εὐφροσύνην, καὶ αἰωνίαν αὐτοῖς λύτρωσιν.
Θεότης ἑνιαία καὶ φωταυγὴς, Τρισυπόστατε, ἄναρχε Κύριε, μόνε Θεὲ, ὕψιστε παντάρχα, παμβασιλεῦ, σὲ λιτανεύει ἅπασα, καὶ ὑμνεῖ ἡ κτίσις ὡς πλαστουργὸν Ἀνάργυρος ὁ θεῖος, σὺν πᾶσι τοῖς ἁγίοις, καὶ Ἀσωμάτων τοῖς στρατεύμασιν.
Θεοτοκίον.
Πανάχραντε Μαρία, Μῆτερ Θεοῦ, ἀνωτέρα ἁπάσης τῆς κτίσεως, σὲ δυσωπεῖ ὁ μεγαλομάρτυς καὶ εὐκλεὴς Παντελεήμων ῥύεσθαι, καὶ διαφυλάττειν τοὺς τῷ Ναῷ αὐτοῦ προσλιπαροῦντας, καὶ ψάλλοντας ἐν πίστει καὶ κατανύξει τὴν παράκλησιν.

Τὸ Ἄξιον ἐστι καὶ τὰ παρόντα Μεγαλυνάρια.
Τοὺς μετ’ ἐυλαβείας τῷ ἱερῷ, καὶ θείῳ ναῷ σου, προσιόντας ταῖς πρὸς Θεὸν, θερμαῖς σου πρεσβείαις, ῥυόμενος μὴ παύσῃ κινδύνων ἀδοκήτων, θεῖε Ἀνάργυρε.
Φρούρει τοὺς τιμῶντάς σε Ἀθλητὰ, καὶ εὐσεβοφρόνως προσφοιτῶντας τῷ σῷ ναῷ, καὶ ῥῦσαι κινδύνων, καὶ πάσης ἄλλης βλάβης, σοφὲ Παντελεῆμον, ταῖς ἱκεσίαις σου.
Δέξαι, ὦ Ἀνάργυρε ἀθλητὰ, λιταῖς τῶν σῶν δούλων, ὡς ἐκ στόματος ῥυπαροῦ, καὶ γλώττης βεβήλου, προσάγομεν αἰτοῦντες ἁμαρτημάτων, λύσιν ταῖς ἱκεσίαις σου.
χει μὲν τὸ πνεῦμά σου οὐρανὸς, ἡμεῖς δὲ πλουτοῦμεν τὸν πανάγιόν σου Ναὸν, ὅν περικυκλοῦντες μετ’ ἀνεικάστου πόθου, τιμῶμεν καὶ δοξάζομεν, ὦ Ἀνάργυρε.
Τῷ Θεῷ τῶν ὅλων νῦν παρεστὼς, αἴτησαι πταισμάτων, τοῖς τιμῶσί σε παρ’ αὐτοῦ, ἄφεσιν δοθῆναι, σοφὲ Παντελεῆμον, καὶ τῶν ἐπερχομένων δεινῶν τὴν λύτρωσιν.
Δέσποτα φιλάνθρωπε Βασιλεῦ, μὴ ἀκούσω τότε ἐν ἡμέρᾳ τῇ φοβερᾷ, φωνῆς τῆς ὀργῆς σου, εἰς πῦρ ἀποπεμπούσης, ἀλλ’ οἴκτειρον πρεσβείαις τῆς κυησάσης σε.

Τρισάγιον, Ἀπολυτίκιον καὶ Ἀπόλυσις.
Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χάριν, εἰληφὼς παρὰ Θεοῦ, πᾶσι χορηγεῖς τὰς ἰάσεις Παντελεῆμον σοφὲ, Ἅγιε Ἀνάργυρε, τοῖς σοὶ προστρέχουσι· φυγαδεύεις δαιμόνων γὰρ ἀνίατα πάθη, πάντας θεραπεύεις δὲ τῇ προστασίᾳ σου· ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, πρέσβευε πρὸς Κύριον πάσης, λυτρωθῆναι βλάβης τοὺς ὑμνοῦντάς σε.
Πάντας ἐλεεῖς Μάρτυς Χριστοῦ, τοὺς σοὶ προσδραμόντας ἐν πίστει, ἐν τῷ σεπτῷ σου Ναῷ, Ἅγιε Ἀνάργυρε ἀξιοθαύμαστε· διὸ οἴκτειρον ἅπαντας, καὶ νῦν τοὺς σοὺς δούλους, τάχιστα ἐκλύτρωσαι τῶν ἀδοκήτων δεινῶν, θλίψεως καὶ νόσου βαρείας, πάντων δυσχερῶν καὶ κινδύνων, καὶ τῆς ἐν γεέννῃ κατακρίσεως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου