Παράκλησις ΠΑΝ. ΧΡΥΣΟΛΕΟΝΤΙΣΣΗΣ Αἰγίνης.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´.
Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Χρυσολεόντισσα Ἁγνὴ Θεοτόκε, τοὺς προσιόντας τῇ θερμῇ
σου πρεσβείᾳ, πάσης ἀνάγκης λύτρωσαι καὶ θλίψεως, τῶν καταφευγόντων δέ, τῇ
σεπτῇ σου Εἰκόνι, πλήρου τὰ αἰτήματα, ὡς πηγὴ συμπαθείας· σὺ γὰρ παρέχεις
πάντοτε ἡμῖν, τῶν οἰκτιρμῶν σου τὰ θεῖα δωρήματα.
Δόξα. Καὶ νῦν. Ὅμοιον.
Ὡς θησαυρὸν τὴν σὴν ἁγίαν Εἰκόνα, Χρυσολεόντισσα Ἁγνὴ
Θεοτόκε, τῆς πρὸς ἡμᾶς πλουσίας προμηθείας σου, ἡ Μονή σου ἔχουσα, ἐπαγάλλεται
Κόρη, καὶ πιστῶς κραυγάζει σοι, ἀπὸ βάθους καρδίας· Δίδου ἡμῖν Παρθένε ἐσαεί,
τῆς πρὸς ἡμᾶς σου προνοίας τὰς χάριτας.
Εἶτα ὁ Ν’ Ψαλμὸς
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς
ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν
μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις
συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας·
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω
καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν
ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ
αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν
δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν
αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ
οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν οὗ ἡ ἀκροστιχίς: Χρυσολεόντισσα σὺ σκέπε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστὸν τὸν Σωτῆρα καὶ Ποιητήν, ἀφράστως τεκοῦσα, πάσης
χάριτος θησαυρός, ἐδείχθης Παρθένε, Χρυσολεόντισσα Κόρη Πανύμνητε.
Ῥημάτων δεήσεως τῆς ἐμῆς, καρδίας Παρθένε, ὡς οἰκτίρμων
καὶ συμπαθής, ἐπάκουσον Κόρη καὶ παράσχου, τῶν αἰτημάτων ἁπάντων τὴν πλήρωσιν.
Ὑψόθεν ἐπίβλεψον συμπαθῶς, ἐπὶ τὴν Μονήν σου, τὴν
παροῦσαν Μῆτερ Θεοῦ, καὶ δίδου αὐτῇ ἀγαθοδότως, Χρυσολεόντισσα Κόρη τὴν χάριν
σου.
Σὲ θείαν προστάτιν καὶ ἁρωγόν, πλουτοῦντες Παρθένε, τῇ
Εἰκόνι σου τῇ σεπτῇ, προσπίπτουσα πίστει ἐξαιτοῦμεν, Χρυσολεόντισσα Κόρη τὴν
χάριν σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Οὐρανόθεν Παρθένε, τεῖνον ἡμῖν πάντοτε, ἐπὶ τὴν ἁγίαν
Μονήν σου, τὸ οὗς εὐήκοον, καὶ πλήρου Δέσποινα, Χρυσολεόντισσα Κόρη, ταύτης τὰ
αἰτήματα, ὡς ἡμῶν ἔφορος.
Λύσιν πάσης ἀνάγκης, καὶ συμφορᾶς Δέσποινα, τάχιστα
λαμβάνομεν Κόρη, Χρυσολεόντισσα, πιστῶς προστρέχοντες, τῇ ἱερᾷ σου Εἰκόνι· ὅθεν
καὶ κηρύττομεν, ταύτης τὰ θαύματα.
Ἐκ δεινῶν νοσημάτων, καὶ πολλαπλῶν θλίψεων, πλεῖστοι
ἐλυτρώθησαν Κόρη, Χρυσολεόντισσα, πιστῶς προστρέξαντες, τῇ θαυμαστῇ σου Εἰκόνι,
τῇ βλυζοῦση πάντοτε, χάριν καὶ ἔλεος.
Ὄμβρον ἄφθονον Κόρη, ὡς ἀληθῶς ὤμβρισας, καὶ τὴν
χαλεπὴν ἀνομβρίαν, τῆς γῆς διέλυσας· ὅθεν ἡ Αἴγινα, εὐγνωμονοῦσα κηρύττει, τὴν
πλουσίαν χάριν σου, Χρυσολεόντισσα.
Διάσωσον, Χρυσολεόντισσα Κόρη Θεογεννῆτορ, πάσης βλάβης
καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ...
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεία τῇ σῇ, προστρέχοντες Πανύμνητε, καὶ τὴν
θαυμαστήν, καὶ ὄντως χαριτόβρυτον, Εἰκόνα προσκυνοῦντές σοι, ἐξ αὐτῆς θείαν
χάριν λαμβάνομεν, Χρυσολεόντισσα Κόρη Ἁγνή, ἀεί σου τὰ θαύματα κηρύττοντες.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπήλλαξας, καὶ τῆς τοῦ καρκίνου δεινῆς
παθήσεως, συμπαθῶς Χρυσολεόντισσα, τοὺς πιστῶς προτρέξαντας τῇ σκέπῃ σου.
Τοῦ θανάτου ἐξήρπασας, τὴν ἐκ χαλεπῆς δυστοκίας
πάσχουσαν· ὅθεν ἅπαντες τὸ θαῦμά σου, εὐχαρίστως Δέσποινα ἐκήρυττον.
Ἰαμάτων χαρίσματα, βλύζεις ἡ Εἰκών σου Χρυσολεόντισσα·
ὅθεν μετὰ πίστεως, τῇ σεπτῇ Μονῇ σου καταφεύγουσι.
Σωτηρίαν παράσχου μοι, τὴν κατὰ ψυχὴν καὶ σῶμα καὶ
ἴασιν, τῷ ἐν πίστει καταφεύγοντι, τῇ σῇ Θεοτόκε ἀγαθότητι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπε ἀληθής, καὶ φρουρὸς Χρυσολεόντισσα, τῆς παρούσης
σου ὑπάρχιυσας Μονῆς, ἀπὸ πάσης συμφορᾶς αὐτὴν ἀπάλαττε.
Αἴνεσιν θερμήν, ὁ σωθεὶς Χρυσολεόντισσα, τοῦ πυρὸς τῇ
σῇ ταχείᾳ ἀρωγῇ, ἀναπέμπει ἀνυμνῶν σου τὴν χρηστότητα.
Σύντριψον Ἁγνή, τοῦ Βελίαρ τὰ βουλεύματα, δι’ ὧν
πάντοτε κινεῖται καθ’ ἡμῶν, ἐν εἰρήνῃ συντηροῦσα τὴν ζωὴν ἡμῶν.
Ὕψωσον ἡμῶν, πρὸς Θεὸν Χρυσολεόντισσα, τῆς καρδίας
πᾶσαν ἔφεσιν Ἁγνή, ἵνα θείας ἀπολαύσωμεν λαμπρότητος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Μὴ παύσῃ διὰ παντὸς προνοοῦσα, τῆς ἁγίας σου Μονῆς
Θεοτόκε, τῆς κεκτημένης θησαύρισμα μέγα, τὴν ἱερὰν καὶ ἁγίαν Εἰκόνα σου,
Χρυσολεόντισσα ἐξ ἧς, ἀναβλύζει πηγὴ θείας χάριτος.
Εὐφράνθη πᾶσα ἡ Αἴγινα Κόρη, ὅτε δέδωκας αὐτῇ
παραδόξως, ἐξ οὐρανοῦ ὑετοῦ ἀφθονίαν, καὶ τὸ μέγιστον θαῦμα ἀνύμνησεν, ᾗ δίδου
πάντοτε Ἁγνή, τῶν πολλῶν οἰκτιρμῶν σου τὰς χάριτας.
Στειρώσεως, τὰ δεσμὰ διαλύεις, καὶ εὐτέκνους τὰς
ἀτέκνους ἐργάζῃ, Χρυσολεόντισσα Κόρη Παρθένε· ἐντεῦθεν πάντες πιστοὶ τὰ σὰ
θαύματα ἀνακηρύττομεν Ἁγνή, δι’ ὧν πάντων πληροῖς τὰ αἰτήματα.
Κηρύττει, τῆς σῆς ἁγίας Εἰκόνος, τὰς πολλὰς
θαυματουργίας Παρθένε, καὶ ἐκβοᾶ ἐν πολλῇ κατανύξει, Χρυσολεόντισσα Κόρη ἡ
ποίμνη σου· μὴ διαλίπῃς χορηγεῖν, Θεοτόκε ἡμῖν τὸ σὸν ἔλεος.
Διάσωσον, Χρυσολεόντισσα...
Ἄχραντε...
Κοντάκιον. Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Τῶν προσιόντων τῇ θείᾳ Είκόνι σου, Χρυσολεόντισσα Κόρη
ἐκ πίστεως, καὶ τὴν θερμήν σου αἰτούντων ἀντίληψιν, πλήρου ἀεὶ συμπαθῶς τὰ
αἰτήματα, ὡς Μήτηρ Χριστοῦ πολυεύσπλαγχνος.
Εἶτα, τὸ α΄ ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἦχου.
Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός σου...
Στ. Ἄκουσον, Θύγατερ...
Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (α΄ 39-49, 56). Ἐν ταῖς ἡμέραις ἐκείναις...
Δόξα. Πάτερ, Λόγε, Πνεῦμα...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με...
Ὄλβον ἀναφαίρετον, τὴν ἱεράν σου Εἰκόνα, ἡ Αἴγινα
κέκτηται, ἐνεργοῦσα θαύματα τὰ παράδοξα, ἀληθῶς Δέσποινα, Κεχαριτωμένη, ἐν αὐτῇ
γὰρ ἐπισκίασε, τῆς σῆς χρηστότητος, χάρις πλουσιόδωρος Ἄχραντε· ἰᾶται γὰρ τοὺς
πάσχοντας, καὶ καρκίνου παύει νοσήματα, καὶ ταῖς ἀτεκνούσαις, παρέχει εὐτεκνίαν
καὶ χαράν, Χρυσολεόντισσα Πάναγνε, πάντων καταφύγιον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν τῇ θείᾳ Μονῇ σου, οἱ προστρέχοντες πίστει
Χρυσολεόντισσα, πληροῦνται εὐφροσύνης· ἡ γὰρ σεπτὴ Εἰκών σου, κατευφραίνει τοὺς
ψάλλοντας· Χαῖρε Παρθένε Ἁγνή, πιστῶν ἡ σωτηρία.
Πολλαπῶς ἐφαπλοῦσα, τὰς πολλὰς δωρεάς σου
Χρυσολεόντισσα, τυφλώττοντας ἰᾶσαι, καὶ καρκινοπαθοῦντας, θεραπεύεις
κραυγάζοντας· Χαῖρε Παρθένε Ἁγνή,τῶν ἰαμάτων βρύσις.
Ἐπακούοσα Κόρη, τῶν πιστῶν σου προσφύγων
Χρυσολεόντισσα, παρέχεις πᾶσαν δόσιν, ἀεὶ καὶ πᾶσαν χάριν, τοῖς ἐν πίστει
κραυγάζουσι· Χαῖρε Παρθένε Ἁγνή,πιστὼν παραμυθία.
Γέρας ἔσχηκε θεῖον, καὶ διάδημα μέγα Χρυσολεόντισσα, ἡ
νῆσος τῆς Αἰγίνης, Εἰκόνα σου τὴν θείαν, ᾗ προσπίπτει κραυγάζουσα· Χαῖρε
Παρθένε Ἁγνή, Αἰγινητῶν ἡ δόξα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐξ ἀτεκνίας, γυνὴ πιστὴ λυτρωθεῖσα, τῇ σῇ χάριτι
Παρθένε Παναγία, ἐν εὐγνωμοσύνη, κηρύττει σου τὸ θαῦμα.
Ῥύου Παρθένε, πάσης ἀνάγκης καὶ βλάβης, τὴν παροῦσάν
σου Μονὴν ἀνακειμένην, τῇ σωτηριώδει, πρεσβείᾳ σου ἀπαύστως.
Ἅπας προστρέχων, τῇ ἱερᾷ σου Εἰκόνι, θᾶττον Δέσποινα
εὑρίσκει τὰς αἰτήσεις, ᾧ Χρυσολεόντισσα, Κεχαριτωμένη.
Σὺ θλιβομένων, ἀναψυχὴ γλυκυτάτη, καὶ βοήθεια τῶν ἐν
πολλαῖς ἀνάγκαις· ὅθεν σοι Παρθένε, προσπίπτομεν ἐν πίστει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν καὶ εὐφροσύνην, ἅπασι παρέχει, Χρυσολεόντισσα
Κόρη Πανύμνητε, ἡ ἱερὰ καὶ ἁγία Εἰκών σου Ἄχραντε.
Μονήν σου τὴν παροῦσαν, ἥν οἰκείαν ποίμνην, ἐναπειργάσω
ἀπαύστως περίεπε, Χρυσολεόντισσα Κόρη σὲ μεγαλύνουσαν.
Οἱ σπεύδοντες Παρθένε, τῇ σεπτῇ Μονῇ σου, καὶ
προσκυνοῦντες τὴν θείαν Εἰκόνα σου, πεπληρωμένοι ὁρῶντες τῆς σῆς χρηστότητος.
Ὑψίστου Θεοῦ Μῆτερ, Ἄχραντε Παρθένε, Χρυσολεόντισσα
Κόρη Πανύμνητε, ἡμῶν ἀπαύστως προστάτευε ὡς φιλάγαθος.
Τὸ Ἄξιον ἐστὶ καὶ τὰ Μεγαλυνάρια.
Μέγα περιτείχισμα καὶ στεῤῥόν, Κεχαριτωμένη, ἡ Μονή σου
ἡ εὐαγής, τὴν σὴν προστασίαν, πλουτοῦσα Θεοτόκε, κηρύττει τὴν σὴν χάριν,
Χρυσολεόντισσα.
Χάρις ἡ πλουσία σου καὶ σεπτή, Κεχαριτωμένη, ἐπεσκίασε
μυστικῶς, τῇ σῇ σεβασμίᾳ, Εἰκόνι ὅθεν βλύζει, θαυμάτων θεῖα ῥεῖθρα
Χρυσολεόντισσα.
Λύει ἀνομβρίαν τὴν χαλεπήν, ἡ σεπτὴ Εἰκών σου, Θεοτόκε
ὑπερφυῶς, καὶ ταῖς ἀτεκνούσαις, καρπὸν κοιλίας νέμει, ὑμνούσαις τὴν σὴν χάριν,
Χρυσολεόντισσα.
Πανταχοῦ ἡ χάρις ἡ θαυμαστή, Κόρη ἐνεργοῦσα, τῆς
Εἰκόνος σου τῆς σεπτῆς, ἅπαντας ἐγείρει, πρὸς αἶνόν τε καὶ δόξαν, τῶν θείων σου
θαυμάτων, Χρυσολεόντισσα.
Χαίρει ἡ Μονή σου ἡ εὐαγής, ἔχουσα ἐν κόλποις, τὴν
Εἰκόναν σου τὴν σεπτήν, καὶ ἐκ ταύτης πᾶσαν, δόσιν ἁγίαν ὄντως, λαμβάνουσα
ὑμνεῖ σε, Χρυσολεόντισσα.
Σκέπε τοὺς προστρέχοντας εὐλαβῶς, τῇ σῇ προμηθείᾳ, καὶ
τὴν Μάνδραν σου τὴν σεπτήν, φύλαττε ἀπαύστως, σὺν πάσῃ τῇ Αἰγίνῃ, Παρθένε
Θεοτόκε, Χρυσολεόντισσα.
Χαίροις τῶν Ἀγγέλων ἡ χαρμονή, χαίροις τεθλιμμένων ἡ
γλυκεία ἀπαλλαγή, χαίροις αἰχμαλώτων ἡ λύτρωσις Παρθένε, καὶ τῶν πασχόντων
χαῖρε Χρυσολεόντισσα.
Πᾶσαι τῶν Ἀγγέλων..
Τὸ Τρισάγιον, τὰ συνήθη Τροπάρια, ἐκτενὴς καὶ
Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς:
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ παναγίᾳ Εἰκόνι,
Χρυσολεόντισσα, σκέπε καὶ ἀπάλαττε, ἐκ πάσης θλίψεως, τὰ αἰτήματα ἅπαντα, Ἁγνὴ
ἐκπληροῦσα, καὶ πᾶσι παρέχουσα, χάριν καὶ ἔλεος. Σὺ γὰρ βοηθὸς ἡμῶν πέλεις, καὶ
ἐν τοῖς κινδύνοις προστάτις, ἀεὶ τῇ σκέπῃ σου προστρέχομεν.
Δίστιχον.
Χρυσολεόντισσα τὴν τοῦ Γερασίμου,
Δέησιν πρόσδεξαι καὶ δίδου σὴν
χάριν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου