Τρίτη 30 Ιουνίου 2015

Παράκλησις Ὁσιομαρτύρων ΙΑΚΩΒΟΥ, ΔΙΟΝΥΣΙΟΥ καί ΙΑΚΩΒΟΥ



Παράκλησις Ὁσιομαρτύρων ΙΑΚΩΒΟΥ, ΔΙΟΝΥΣΙΟΥ καί ΙΑΚΩΒΟΥ
      
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
σκητικῶς προγυμνασθεὶς θεοφόρε, καταβαλὼν τὰς τοῦ βελίαρ παγίδας, καὶ ἀκηλίδωτον τοῦ Πνεύματος δοχεῖον ἐποφθεῖς, ἔνθα καὶ εἰσδέδεξαι, τὴν ἀνταύγειαν Τούτου, ὥστε στέφος ἄφθαρτον μαρτυρίου ἐκτήσω, καὶ τοῖς ἀμφοῖν ἠρίστευσας σοφέ, Ὁσιομάρτυς θεῖε Ἰάκωβε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Τολμῶντι ὑμνῆσαι σὰ θαυμαστά, Ἰάκωβε Μάρτυς προτερήματα δυσωπῶ, πτωχείαν τοῦ νοός μου μετατρέψαι, εἰς θείαν αὔραν τοῦ Πνεύματος, Ὅσιε.
δών σου Θεὸς γὰρ τὸ εὐγενές, Ἰάκωβε θεῖε καὶ ἀκέραιον τοῦ νοός, διπλῶν σε γὰρ ἠξίωσεν στεφάνων, Ὁσιομάρτυρα Πάτερ κατέστησεν.
Τηκόμενοι θέρμῃ τῇ τῶν παθῶν, πρὸς σὲ νῦν στραφέντες ἱκετεύομεν ταπεινῶς, τὸν σάλον καταπαῦσαι θεοφόρε, ψυχῆς καὶ σώματος Ἅγιε.
Θεοτοκίον.
Δολίῳ βυθίσασα χαλεπῷ, δρακόντιον γένος τοκετῷ Σου Μῆτερ ἁγνή, πολλαῖς ἁμαρτίαις συμπνιγέντα, ἐπιστραφεῖσα Παρθένε διάσωσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
ακώβου τοῦ θείου δεῦτε πιστοὶ ἄσωμεν, τρόπαια καὶ ἄθλα παντοία πᾶσι προτίθεται, πόνοις ἀσκήσεως, καὶ μαρτυρίου τὰ ἄλγη, Πάτερ συζευξάμενος, ὡραῖος ἀποδέδειξαι.
Θεωρίαν καὶ πρᾶξιν Πάτερ σαφῶς σὺ κτησάμενος, πτέρυγες δι’ ὤν τε σὺ Πάτερ πόλον κατέλαβες, τὸν ἐπουράνιον, ἔνθα χορεῖαι Ὁσίων, καὶ Μαρτύρων τάγματα, νῦν συνευφραίνονται.
Χαμαιζήλων ἁπάντων σὺ ἀποπτύσας θεόσοφε, ἔρωτι στεῤῥῷ καὶ γενναίῳ, Πάτερ φρονήματι, σὺν τοῖς συνάθλοις σου, Διονυσίῳ ἑτέρῳ, Ἰακώβῳ σὺν τούτοις οὖν, τὸν Κτίστην ἱλεώσατε.
Θεοτοκίον.
τὸν ἄχρονον Λόγον χρόνον καὶ σαρκὶ τέξασα, Μῆτερ ἀειπάρθενε Κόρη, πάθη θεράπευσον, τῆς ταλαιπώρου μου, καὶ κατωδύνου ψυχῆς μου, νέφη διασκέδασον, ἵνα θερμῶς δοξάζω Σε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῤηκτον τεῖχος καὶ προστασίαν.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις. Ἐκφώνησις· Ὃτι ελεήμων…

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
ν πᾶσι καλῶς Κυρίῳ πεπολίτευσαι, ἀσκήσει τὸ πρὶν ψυχήν σου ἀπεκάθηρας, καὶ διδαχῇ σὺ εὐμοίρησας, μαρτυρίου δὲ γέγονας μέτοχος, σὺν τοῖς σεπτοῖς συνάθλοις σου σοφέ, πρεσβείαν ὑπὲρ ἡμῶν ποιήσατε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῷ Κυρίῳ παρίστασθε, Μάρτυρες Κυρίου πανσέβαστοι Ἅγιοι, τοῦτον ζέσει ἱκετεύσατε, λυτρωθῆναι ἡμᾶς ἅπαντας.
χαρίτων πανσέβαστοι, πόνοις τῆς ἀσκήσεως ὄφιν ἐπνίξατε, καὶ ἀγγίστρῳ μαρτυρίου δέ, τοῦτον ἐγκαρσίως διολέσατε.
ντολαῖς πειθαρχήσαντες, πάσαι τοῦ Δεσπότου Ἰάκωβε Ὅσιε, σὺν ἑτέρῳ Ἰακώβῳ δέ, καὶ Διονυσίῳ νίκας ἤρατε.
Θεοτοκίον.
Γλῶσσα ἀληθῶς, οὐ δεδύνηνται φθέγξασθαι, ὡς θέμις σὰ τέρατα Δέσποινα, τὸ ἀμήχανον τοῦ κάλλους Σου, πῶς διὰ χειλέων τοῦτο φράσωμεν;

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Χρόνων χαλεπῶν, τὴν περίοδον ἀνύοντες, ὅτε βαρβάρου μάστιγξ ἀπηνής, σύμπαν γένος δύστηνον, ἀνηλεῶς ἐμάστιζεν.
θυνον ἡμῶν, νοῦν ψυχὴν καὶ πᾶσαν βούλησιν, γῆθεν ἀνίπτασθαι τῶν τῆδε γεηρῶν, πάντες δυσωποῦμέν σε, Ἰάκωβε θεσπέσιε.
Πόνοις χαλεποῖς, καὶ πικροῖς προσωμιλήσατε, Μάρτυρες θεῖοι καὶ Ὁσίων κοινωνοί, δεῦτε καὶ ἡμῖν ἀλγοῦσι, τέκνοις ἀναψύξατε.
Θεοτοκίον.
Πέπλησται Ἁγνή, φύσις βρότειος τοῖς πταίσμασι, δόλοι παγῖδες ἵδρυνται πολλαί, ἄλλην γὰρ οὐκ ἔχομεν, εἰ μὴ Σὲ Κοσμοσώτηρα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Οὐ φόβητρα, οὐ δεινῶν ἐπίτασις, οὐ κολάσεων πικρὰ τιμωρία, ἤρκεσαν οὖν ψυχῆς στομῶσαι ἀνδρεῖον, ἐρειρισμένοι τῇ πέτρᾳ τῆς πίστεως, πρεσβεύσατε τῷ πάντων Βασιλεῖ, ἀποτρέψαι δαιμόνων τὴν ἔφοδον.
Φιλόϋλον, καὶ φιλοκτήμονα βίον, ἀπετάξαντο οἱ τρεῖς θεοφόροι, Ἄθωνος οὖν, καταλαβόντες τὸ Ὄρος, ἀσκητικῶς τὸν ἀγῶνα διήνυσαν, ὑπείκοντες δὲ τῷ λόγῳ διδαχῆς, πολλαχοῦ τῆς Ἑλλάδος ἐκήρυξαν.
Συγγέγηθε, Αἰτωλία σύμπασα, καὶ χορεύει Δερβικίστης Μονῆς σου, ὡς θησαυρόν, ὃν γάρ σε εἶχε τὸ πάλαι, προστάτην μέγαν φρουρόν σε κεκτήμενον, ἀλλ’ εἴδομέν σε καὶ ἡμεῖς, πρὸς Θεὸν πρέσβυν Ὅσιε.
Θεοτοκίον.
Οὐ παύεται, δράκων ὁ δόλιος ἔρπων, τὴν ψυχήν μου Μῆτερ ὅλην συλλῆσαι, λόγοις κενοῖς, καὶ μεθοδείαις παντοίαις, δολερῶς ὑποκρίνεται, βοῶσι ἐκ καρδίας τῆς ἐμῆς· Θεοτόκε προφθάσασα σῶσόν με.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῤηκτον τεῖχος καὶ προστασίαν.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις. Ἐκφώνησις· Ὃτι ελεήμων…

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τὴν τριάδα τῶν Ὁσίων δεῦτε τιμήσωμεν, ἑτησίαις ᾠδαῖς τε γηθοσύνως ὑμνήσωμεν, τὸν Ἰάκωβον ἀδελφοί, ὡς τὸν πρόκριτον αὐτῶν, καὶ σοφῷ παιδοτρίβη ἀληθῶς, ἐκπαιδεύσαντα αὐτοὺς ὡς φοιτηταῖς καὶ συνάθλοις τε, σὺν τρεῖς οὖν παρεστῶτες τῇ πανσέπτῳ Τριάδι, ὑπὲρ ἡμῶν εὔχεσθαι οὖν, ἀρετῇ συμπορεύεσθαι.

Οἱ Ἀναβαθμοί. Ταὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει ταὰ ταῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον. Ὑπομένων, ὑπέμεινα τὸν Κύριόν μου, καὶ προσέσχες μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον Ὁσιομαρτύρων.
Δόξα: Ταῖς τῶν Σῶν Μαρτύρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ. Ἐλέησόν με ὁ Θεός...
ρος γὰρ τοῦ Ἄθωνος, σκιρτᾶ καὶ χαίρει πρεπόντως, ἔσχεν γὰρ τὸ πάλαι σε, κλέος καὶ εὐῶδες κειμήλιον, πλέον δὲ γάνυται, Δερβεκίστης χώρα, ὡς ἀσκήσεως παλαίσματα, ἐν ταύτῃ δέδρασται, σὺν τοῖς φοιτηταῖς καὶ συνάθλοις σου, Μετέωρα κομπάζουσι, σὺν τῇ χώρᾳ τῆς τελειώσεως, ἐν ἄνω πόλει Πάτερ, πλουσίως δι’ ἀπολαύης ἀμοιβάς, διὸ ἡμῶν θεῖοι μέμνησθε, ἔλεος καὶ χάριν εὑρεῖν.

Ὁ Ἱερεύς
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται3) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                               
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὰς αἰσθήσεις μου πάσας Μάρτυς τοῖς τοῦ πλάνου ψιθύροις ὑπέταξα, ἀλλὰ νῦν δυσωπῶ σε, ὅλον μὲ ἐκκαθᾶραι καὶ πονηροῖς ἀποτάξασθαι, βοῶσι ἐκ καρδίας γοερῶς, θεῖε Μάρτυς Κυρίου.
ναθλοῦντες νομίμως τοῖς ἀμφοῖν σταδίοις ἐχθρὸν κατησχύνατε, ἀσκητικοῖς καμάτοις, μαρτυρικοῖς τροπαίοις, δυσὶν βραβείοις ἐστέφθητε, προσπίπτοντες Τριάδι τῇ σεπτῇ, γηθοσύνως εὐλογοῦμεν.
Ταῖς τοῦ βίου φροντίσι Πάτερ ἐμπλακέντες σκοποῦ ἠστοχήσαμεν, ματαίοις ἐνδημοῦντες, καὶ γεηροῖς σκοποῦντες, δεόμεθά σου ἐξάρπασον, ὀνύχων δυσειδῶν τοῦ πονηροῦ, Ὁσιομάρτυς Κυρίου.
Θεοτοκίον.
μορφίαν τοῦ κόσμου Μῆτερ ὡραΐσασα ὡς ἐπιδείξασα, καινοφανῆ καὶ ξένα, ὡς τέξασα τῶν πάντων, Κτίστην Αὐτὸν καὶ δομήτορα, ἀπάλειψον κηλῖδας ψυχικάς, καὶ δεινῶν ἀναγκῶν Σὺ ἐκλύτρωσαι.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
νω προσβλέπειν, καὶ ἀκλινῶς ἀτενίζειν, καὶ ἀπέχεσθαι τοῦ πλάνου παγίδας, ἀξίωσον Ἰάκωβε, Μάρτυς τοῦ Κυρίου.
ῦσαι παντοίων, πειρατηρίων καὶ πόνων, καὶ στενώσεων τοῦ βίου τρισμάκαρ, ψυχῆς δὲ ἀκηδία, πόῤῥῳ ἀπέλασον.
Σώφρονα βίον, καὶ ἀνεπίληπτον πάντη, δὸς δὴ Πάτερ ἡμᾶς πάντας ἀνῦσαι, κόρας δὲ σεμνὰς γεηρῶν ὑπεραρθῆναι.
Γάννυται Πάτερ, ἡ Δερβεκίστης Μονή σου, καὶ τὰς πέλας συγκαλοῦσα χορεύει, χάριν σοῦ Ἰάκωβε, σχοῦσα εἰς αἰῶνας.
Θεοτοκίον.
Νύμφη Κυρίου, εὐωδεστάτη Παρθένε, τοῦ Σοῦ κάλλους ὡσφρανθεῖσαι ὀπίσω, ἔδραμον χορεῖαι, ἅπασαι παρθένων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δόλων τοῦ ἀντιθέου, λαλιῶν δὲ τούτου, αἰτούμεθά σε Ἰάκωβε διαφύλαξον, καὶ πόῤῥῳ τούτων σωφρόνως Πάτερ ἀφίστασθαι.
λβον ἀπολαυόντες, τεθησαυρισμένον, ἐν οὐρανίοις θαλάμοις πανσέβαστοι, τρυγῶντες δόξαν τὴν θείαν μὴ διαπίπτουσαν.
Σύντριψον μηχανίαν, τοῦ δολίου Πάτερ, καὶ τὸν μεγάλαυχον δράκοντα δίωξον, βέλη σῶν προσευχῶν ἀξιάγαστε.
Ποικίλλοις ἐμπεσόντες, πειρασμοῖς τοῦ βίου, ὥσπερ γὰρ ναῦς νυχομένη τοῖς κύμασι, ψυχὴ ἀθλία ἡμῶν δεῦρο πρόστηθι.
Κάλλος λελαμπρυσμένον, νῦν ἀπολαυόντες, τῆς ὑπερθέου Τριάδος καλλίνικοι, αἰτῶσαι δέξασθαι τόδε ἐφύμνιον.
Θεοτοκίον.
Δεδόξασμενη Μῆτερ, τὴν νενεκρωμένην, ἁμαρτίαις ψυχήν μου Σὺ ζωοποίησον, καὶ τῆς καρδίας ἐφέσεις μου πλήρωσον.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.
Δεῦτε τὴν τριάδα τὴν θαυμαστήν, τῶν Νεομαρτύρων καὶ Ὁσίων τὴν καλλονήν, ἐν ἐτησίοις ὕμνοις, προσπίπτοντες ὑμνοῦμεν, τοὺς τρώσαντας γενναίως, τὸν πολυμήχανον.
Χαίροις ὁ τῶν δύο καθηγητής, Ἰάκωβε θεῖε, σὺ γὰρ πέφυκας ἀληθῶς, διδάσκαλος ἐν λόγοις, ἔργοις τε καὶ σημείοις, καὶ βίου κατορθώμασι σὺ γὰρ διέπρεψας.
βρύνονται Πάτερ θαυματουργέ, πιστῶν καὶ χορεῖαι ὡς θαῤῥοῦσαι σκέπη τῇ σῇ, τῆς Αἰτωλίας πάσης, καὶ πολλαχοῦ τῆς χώρας, τὸ πρὶν καταλαμφθεῖσαι, κάλλει τῶν λόγων σου.
δύναι ἀνάγκαι καὶ πειρασμοί, κατέλαβον Πάτερ ὕπαρξίν μας τὴν ταπεινήν, σφοδρῶς νυκτομαχοῦσι, ψυχὴν καταβαλέσθαι, διὸ σὲ ἱκετεύομεν, ἵλεως φάνηθι.
Στολὴν ἐρυθρώσασθε τῆς ψυχῆς, αἱμάτων τοῖς ῥείθροις, ὥσπερ σφάγια ἱερᾶς, Κυρίῳ τεθυμένα, ἴχνεσει τοῦ Δεσπότου, πιστῶς ἀκολουθοῦντες δόξη ἐστέφθητε.
Τρισάκτινον κάλλος τοῦ οὐρανοῦ, ψυχῶν εὐωδία θυμηδία πάντων πιστῶν, χαρίτων οὐρανίων, ἡμᾶς καταμπιμπλῶντες, καὶ δόξα πέλοντες Ἅγιοι.
Τριὰς ἡ εὐώδη καὶ θαυμαστή, δυσὶν Ἰακώβων καὶ ἑτέρου συναθλητοῦ, στεῤῥῷ Διονυσίῳ, τοὔνομα κεκληκότα, αἰνέσωμεν συμφώνως ὡς καλλιμάρτυρας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.

ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, εὐσεβούντων στρατιαί, Αἰτωλῶν τε παῖδες προθύμως, καὶ Μετεώρων ὁμοῦ, στέψομεν τοῖς ᾄσμασιν Ὁσιομάρτυρας, καὶ τοῦ Ἄθωνος στίφη δέ, κροτήσωμεν χεῖρας, φωναῖς ὑμνήτωσαν συνασκητάς τε αὐτῶν, πάνυ ἐγκαυχᾶται ὡσαύτως, Ἀνδριανουπόλεως χώρα, ἐπεὶ αἵματα αὐτῷ ὄντως ἐδέξατο.
Θλίψεις, καὶ δεινῶν ἐπιφοραί, εὕροσαν ἡμᾶς θεοφόροι, καὶ τῶν βασάνων πληθύς, βίου τὸ κλυδώνιον ἐπαπειλεῖ χαλεπῶς, δι’ ὃ πίπτωμεν σήμερον, εἰκόνι τῇ θείᾳ, καὶ καθικετεύομεν ῥυσθῆναι πάντας ἡμᾶς, σῶσται, γὰρ ὑμεῖς πεφυκότες, τρίπλοκον φραγγέλιον θεῖοι, πᾶσαν συμφορὰν ἀποδιώκοντες.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου