Παράκλησις Ὁσίου
ΙΛΑΡΙΩΝΟΣ τοῦ Ἴβηρος.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε,
ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’
ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό
Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Εἶτα τὸ
Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς θεοφόρος τοῦ Σωτῆρος θεράπων, μὴ διαλίπῃς ἐκτενῶς
ἱκετεύων, ὑπὲρ ἡμῶν δεόμεθα ἀοίδιμε, πάσης περιστάσεως, καὶ ἀνάγκης καὶ βλάβης,
Ἱλαρίων Ὅσιε, καὶ παντοίων κινδύνων, ῥύεσθαι Πάτερ πάντας τοὺς πιστῶς, τῶν πρεσβειῶν
σου, τῇ σκέπῃ προστρέχοντας.
Δόξα. Καὶ
νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ
Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους
σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τῇ η΄ καὶ θ΄ ᾠδή: Παναγιώτου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὑμνῆσαι τολμήσας ὁ ἐναγής, τὴν σὴν πολιτείαν, Ἱλαρίων
θαυματουργέ, τὴν σὴν ἐξαιτοῦμαι μεσιτείαν, πρὸς τὸν λαμπρῶς σὲ δοξάσαντα
Κύριον.
Ἐκ βρέφους Κυρίῳ ἀνατεθείς, Πάτερ Ἱλαρίων, ὡς ὁ δίκαιος
Σαμουήλ, τῆς χάριτος γέγονας δοχεῖον, καὶ ἀσκητῶν ἱερὸν ἐγκαλλώπισμα.
Τὴν ἔρημον ὤκησας Καρετζᾶ, καὶ τὴν πολιτείαν ἐμιμήσω
τοῦ Βαπτιστοῦ, νηστείαις μακραῖς καὶ ἀγρυπνίαις, σαρκὸς νεκρώσας τὸ φρόνημα
Ὅσιε.
Βιώσας ὡς Ἄγγελος ἐπὶ γῆς, Ἀγγέλων τῆς δόξης, ἠξιώθης
ἐν οὐρανοῖς, μεθ’ ὧν ἐκδυσώπει Ἱλαρίων, δοῦναι ἡμῖν τῶν πταισμάτων συγχώρησιν.
Θεοτοκίον.
Ἡ σώζουσα πάντας τοὺς γηγενεῖς, ἀεί τε κινδύνων,
λυτρουμένη τῶν χαλεπῶν, σῷζε νῦν ἐκ βλάβης Σοὺς ἱκέτας, κατακρατούσης ἡμᾶς
Θεονύμφευτε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐν σπηλαίῳ βιώσας ὡς ἐν σαρκὶ Ἄγγελος, ἀσκητῶν
συνήθροισας δῆμον, αὐτῶν ἡγούμενος, καὶ σὺν ἐκείνοις αἰνῶν, ἀδιαλείπτως τὸν
Κτίστην, ὃν ἡμῖν ἱλέωσαι, τοῖς εὐφημοῦσί σε.
Τὸν σὸν ἄμεμπτον βίον καὶ τὴν πολλὴν ἄσκησιν, βλέπων ὁ
Ἐπίσκοπος Πάτερ, καθαγιάζει σε, ὡς Ἱερέα Θεοῦ, σὺ δὲ ἀνθρώπων τὴν δόξαν, φεύγων
τὴν ταπείνωσιν, μᾶλλον ἠγάπησας.
Τῶν ληστῶν σε λυτροῦται ἐπιδρομῆς Ὅσιε, ὁ Σωτὴρ καὶ γὰρ
προσκυνῆσαι, αὐτοῦ ἠθέλησας, τάφον τὸν ἅγιον, ἐν τῇ Σιὼν Ἱλαρίων, Ἰβηρίας
βλάστημα, τὸ ἱερώτατον.
Ἀνωτέρους ἐκ πάσης ἐπιφορᾶς φύλαττε, Πάτερ Ἱλαρίων τοὺς
πίστει, σὲ μακαρίζοντας, καὶ δίδου ἅπασι, ταῖς πρὸς Θεόν Σου πρεσβείαις,
φωτισμὸν καὶ ἴασιν, καὶ μέγα ἔλεος.
Θεοτοκίον.
Ἡ περίδοξος πόλις καὶ λογικὴ Δέσποινα, τοῦ Παμβασιλέως
δυσώπει, Θεοχαρίτωτε, τῆς ἄνω πόλεως, οἰκήτορά με γενέσθαι, καὶ μὴ καταισχύνῃς με,
τῆς προσδοκίας μου.
Διάσωσον, θαυματουργὲ Ἱλαρίων ταῖς σαῖς πρεσβείαις, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς ἀνυμνοῦντας τὴν θείαν σου πολιτείαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις. Ἐκφώνησις· Ὃτι ελεήμων…
Κάθισμα. Ἦχος
β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμήν, Χριστῷ τῷ Παντοκράτορι, τῷ σὲ δωρεαῖς, θαυμάτων
μεγαλύναντι, Ἱλαρίων Ὅσιε, μὴ παύσῃ προσφέρων δεόμεθα, ἵνα ῥυσθῶμεν πάσης
συμφορᾶς, οἱ πόθῳ ἀνυμνοῦντές σου τὴν ἄσκησιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐν τῇ Λαύρᾳ κατώκησας, τοῦ ἡγιασμένου Σάββα μιμούμενος,
τὰ ἐκείνου κατορθώματα, Πάτερ Ἱλαρίων τῇ ἀσκήσει σου.
Τοῦ πατρός σου τὴν κοίμησιν, ὁραθεῖσα Ὅσιε σοὶ ἐμήνυσε,
Θεοτόκος ἡ Πανάχραντος, ὥσπερ ἐκλεκτῷ αὐτῆς θεράποντι.
Ἐπιστρέψας ἀοίδιμε, εἰς τὴν Ἰβηρίαν χαίρων διένειμας,
εἰς τοὺς πένητας τὸν πλοῦτόν σου, τὴν πτωχείαν τοῦ Χριστοῦ μιμούμενος.
Σωτηρίαν ἐξαίτησαι, τὴν κατὰ ψυχὴν καὶ σῶμα τοῖς
σπεύδουσι, Ἱλαρίων παναοίδιμε, τῇ πρὸς τὸν Σωτῆρα ἱκεσίᾳ σου.
Θεοτοκίον.
Δωρεάν με ἐλέησον, νόσων τε παντοίων Κόρη ἀπάλλαξον,
καὶ κολάσεως ἐξάρπασον, ἡ καταφυγὴ καὶ προστασία μου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵδρυσας Μονήν, τοῦ πατρός σου εἰς μνημόσυνον, καὶ
κατεύθυνας μονάσαι ἐν αὐτῇ, Ἱλαρίων θεοφόρε τὴν μητέρα σου.
Ἄγγελος Θεοῦ, διασώζει σε μακάριε, φιλαργύρου συγγενοῦς
σου τοῦ θυμοῦ, σὺ δὲ τοῦτον κατευθύνεις πρὸς μετάνοιαν.
Φεύγων νουνεχῶς, τῶν βροτῶν μάκαρ τὸν ἔπαινον,
μετανάστης ὤφθης ὥσπερ Ἀβραάμ, τῆς πατρίδος σου φιλήσας τὴν ταπείνωσιν.
Βλέψον ἱλαρῶς, Ἱλαρίων παμμακάριστε, ἐφ’ ἡμᾶς τοὺς
δεομένους σου πιστῶς, παρέχομενος ἑκάστῳ τὰ αἰτήματα.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Παναγία ἀειπάρθενε, τὴν χρανθεῖσάν μου
καθάρισον ψυχήν, καὶ φωτὶ τῆς μετανοίας με καταύγασον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὀλύμπου, καταλαβὼν θεσπέσιε, Ἱλαρίων τὸ περίφημον ὄρος,
ἀγγελικὴν πολιτείαν διῆλθες, καὶ τῶν δαιμόνων τὰς φάλαγγας ὤλεσας, ὅθεν
διάσωσον ἡμᾶς, τῆς μανίας αὐτῶν ταῖς πρεσβείαις σου.
Κακόδοξον, σὲ νομίσας ὑπάρχειν, ὁ Μονῶν Ὀλύμπου
ἀρχιμανδρίτης, τὴν Θεοτόκον ἐλέγχουσαν τοῦτον, θαυματουργὲ Ἱλαρίων ἑώρακε,
θεράποντά τε ἀληθῆ, τοῦ Σωτῆρος Χριστοῦ μαρτυροῦσάν σε.
Φθονήσας σε, ὁ ἀρχέκακος ὄφις, ἀδελφὸν τὸν σοὶ
κομίζοντα ἄρτον, πλήττει σφοδρῶς, ἀλλὰ σὺ Ἱλαρίων, αὐτῷ ὑγείαν παρέχεις
πρεσβείαις σου, ἥνπερ παράσχου καὶ ἡμῖν, τὰς ἡμῶν ἀσθενείας ἰώμενος.
Θεοτοκίον.
Ὡς τεῖχος, καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν Σε παντελῆ
σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι Κόρη, καὶ τῷ φωτί Σου ἀεὶ ἀγαλλόμεθα, ὦ
Δέσποινα καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Διάσωσον, θαυματουργὲ Ἱλαρίων ταῖς σαῖς πρεσβείαις, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς ἀνυμνοῦντας τὴν θείαν σου πολιτείαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα
δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις. Ἐκφώνησις· Ὃτι ελεήμων…
Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἰβηρίας γόνος ὁ σεπτὸς καὶ πανθαύμαστος, Ἱλαρίων τῆς Θεσσαλονίκης τὸ
καύχημα, μὴ παρίδῃς ἁμαρτωλῶν, δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς συμπαθής, εἰς
τὴν βοήθειαν ἡμῶν, τῶν βοώντων σοι Ὅσιε· τάχυνον ἐξελέσθαι, παντοίων
πειρατηρίων, καὶ πάσης νόσου καὶ φθορᾶς, τοὺς πιστῶς προσκαλουμένους σε.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ
Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν
Κύριον.
Εὐαγγέλιον, ἐν τῷ Ὄρθρῳ τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου (ζήτει τῇ 17η
Ἰανουαρίου).
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην
ἀποθέμενοι.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τελέσας, πρὸς τὴν ἐπουράνιον, δόξαν
προσεχώρησας ἀγαλλόμενος, καὶ χοροῖς ἥνωσαι, τῶν Ἀγγέλων μάκαρ, τῶν καμάτων σου
τὰ ἔπαθλα, λαμπρῶς δεχόμενος, παρὰ τοῦ τῶν ὅλων δεσπόζοντος, ᾧπερ ἀπὸ νεότητος,
Πάτερ Ἱλαρίων ἐδούλευσας· ὃν ἀεὶ δυσώπει, λυτροῦσθαι πειρασμῶν παντοδαπῶν, καὶ
πάσης νόσου καὶ θλίψεως, τοὺς σὲ μακαρίζοντας.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’ [τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν παράλυτον Πάτερ γεωργὸν θεραπεύεις θαυμάτων
δύναμιν, λαβὼν παρὰ Κυρίου, τῶν σῶν πολλῶν καμάτων, ὡς ἀντάξιον ἔπαθλον, καὶ
νοσημάτων δεινῶν, πολλοὺς καὶ πόνων ῥύῃ.
Τὸν αἰχμάλωτον ὄντα καὶ αἰτούμενον πίστει τὴν σὴν
βοήθειαν, Διάκονον λυτροῦσαι, παμμάκαρ Ἱλαρίων, τῷ Κυρίῳ κραυγάζοντα· ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Παῤῥησίαν ὡς ἔχων πρὸς Θεὸν Ἱλαρίων τὸν σὲ δοξάσαντα,
μὴ παύσῃ ἱκετεύων, ὑπὲρ τῶν σὲ τιμώντων, λυτρωθῆναι ἐκ θλίψεων, καὶ τῶν παγίδων
ἐχθροῦ, τοῦ βροτοκτόνου Πάτερ.
Ἱλαρὸς τὴν καρδίαν καὶ τῷ πνεύματι ζέων Πάτερ
ἐγνώρισαι, ποιήσας καὶ διδάξας, τὰς ἐντολὰς Κυρίου, ᾧ ὁσίως ἐδούλευσας, σαρκὸς
νεκρώσας ὁρμάς, δεήσει καὶ νηστείᾳ.
Θεοτοκίον.
Ἀπειρόγαμε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα,
πολλαῖς κυριευθεῖσαν, ἀτόποις ἁμαρτίαις, τὴν ψυχήν μου διάσωσον, εὐλογημένη
Ἁγνή, ἵνα Σε μακαρίζω.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Πίστει τῶν θείων, μεταλαβὼν Μυστηρίων, πρὸς τὰ
ἐπουράνια ἀνῆλθες, δώματα σῶν πόνων, ληψόμενος τὰ γέρα.
Ἀγαλλιᾶται, Θεσσαλονίκη πλησθεῖσα, τῶν σῶν θαυμασίων
Ἱλαρίων, καὶ Χριστὸν δοξάζει, εἰς πάντας τοὺς αἰῶνας.
Νῦν Ἱλαρίων, σὲ ἀνυμνοῦντες ἐκ πόθου, τὴν σὴν ἐν
ἀνάγκαις καὶ κινδύνοις, θείαν προστασίαν, αἰτούμεθα ἐν πίστει.
Ἄναξ σε Πάτερ, ὁ εὐσεβὴς ἱκετεύει, καὶ τὴν τῶν λειψάνων
σου κομίζει, λάρνακα εἰς πόλιν, αὐτοῦ ὡς εὐλογίαν.
Θεοτοκίον.
Γενοῦ μοι Κόρη, πρὸς τὸν Υἱὸν καὶ Θεόν Σου, τῷ οἰκτρῷ
Σου δούλῳ μεσιτείᾳ, ἵνα Σὲ δοξάζω, τὴν Κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεων τὴν χάριν, δαψιλῶς παράσχου, τοῖς τρυχομένοις
ποικίλοις νοσήμασι, ὦ Ἱλαρίων Ἰβήρων, τὸ μέγα καύχημα.
Ὡς ἔχων παῤῥησίαν, Πάτερ Ἱλαρίων, πρὸς τὸν Σωτῆρα
Χριστὸν καθικέτευε, τοὺς σὲ τιμῶντας ῥυσθῆναι, ἐκ πάσης θλίψεως.
Τὸν ὕμνον μου προσδέχου, καὶ ταῖς σαῖς πρεσβείαις, τοῦ
αἰωνίου πυρός με ἐξάρπασον, θαυματουργὲ Ἱλαρίων, τὸν σὲ ὑμνήσαντα.
Ὁλόφωτον παστάδα, Πάτερ κατοικήσας, διαπαντὸς Ἱλαρίων
ἱκέτευε, ὑπὲρ τῶν πίστει ζητούντων, τὴν προστασίαν σου.
Θεοτοκίον.
Ὑπερευλογημένη, τοῦ Σωτῆρος Μῆτερ, τῆς αἰωνίου κολάσεως
λύτρωσαι, τοὺς ἀληθῆ Θεοτόκον, ὁμολογοῦντάς Σε.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις Ἰβηρίας θεῖος βλαστός, καὶ Θεσσαλονίκης θεοδώρητος θησαυρός, Ὁσίων
λαμπρότης, παμμάκαρ Ἱλαρίων, ἡμῶν πρὸς τὸν Σωτῆρα, πρέσβυς εὐπρόσδεκτος.
Βίον διανύσας ἀγγελικόν, ἐν ὅλῃ καρδίᾳ Ἱλαρίων ἀπὸ παιδός, αὐτουργὸς
θαυμάτων, ἐδείχθης παραδόξων, παρὰ Χριστοῦ πλουσίαν, χάριν δεξάμενος.
Πρῶτον ἐν ἐρήμῳ τοῦ Καρετζᾶ, εἶτα ἐν τῇ Λαύρᾳ, τοῦ Ὁσίου Σάββα σοφέ, ἐν ὄρει
Ὀλύμπου, καὶ ἐν Θεσσαλονίκῃ, ἀσκητικοῖς ἀγῶσι, λαμπρῶς ἐξέλαμψας.
Ἐξ αἰχμαλωσίας βαρβαρικῆς, ὥσπερ ἐλυτρώσω τὸν Διάκονον θαυμαστῶς, Πάτερ
Ἱλαρίων, οὕτω καὶ νῦν ἐκ πάσης, ἡμᾶς ἀνάγκης ῥῦσαι, τοὺς δεομένους σου.
Πάλαι τῶν λειψάνων σου ἡ σορός, ἔβρυεν ἰάσεις Ἱλαρίων διηνεκῶς, νῦν δὲ ἡ
εἰκών σου, ἡ πάντιμος θεόφρον, τοῖς κατασπαζόμενοις, αὐτὴν ἐκ πίστεως.
Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, πρέσβευε ἀπαύστως πάσης ῥύεσθαι συμφορᾶς,
τοὺς τὴν ἄσκησίν σου, τιμῶντας Ἱλαρίων, καὶ ἀπεκδεχομένους, τὴν θείαν χάριν
σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ
Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν….
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος β’. Ὅτε
ἐκ τοῦ ξύλου.
Πάτερ, Ἱλαρίων θαυμαστέ, Ἰβηρίας καύχημα μέγα, θαυμάτων θεία πηγή, νόσων καὶ
κακώσεων, καὶ χαλεπῶν ὀδυνῶν, πειρασμῶν καὶ στενώσεων, καὶ ἐκ πάσης ἄλλης,
βλάβης ῥύου πάντοτε, ἡμᾶς δεόμεθα, ταῖς σαῖς θεοδέκτοις πρεσβείαις, τοὺς ἐν
ἀδιστάκτῳ καρδίᾳ, τῇ σεπτῇ σου σκέπῃ καταφεύγοντας.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου